341
συναντῶντας ἐξέπλησσον, καὶ θρήνων τὴν πόλιν ἐπλήρουν. καὶ ἡ μὲν πόλις ουτω διέκειτο, οἱ δὲ σφαγεῖς δεδιότες μή τις σφίσιν ἐπίθηται, γυμνοῖς καὶ ᾑμαγμένοις τοῖς ξίφεσι διὰ τῆς ἀγορᾶς διελθόντες ἀνέδραμον εἰς τὸ Καπιτώλιον, ἐκεῖ τε τὴν ἡμέραν καὶ τὴν νύκτα διήγαγον. ὁ δὲ Λέπιδος ἐν τῷ στρατοπέδῳ μαθὼν τὰ γεγενημένα, νυκτὸς σὺν τοῖς στρατιώταις κατέλαβε, καὶ κατὰ τῶν σφαγέων ἐδημηγόρει. ̓Αντώνιος δὲ τοῦ Καίσαρος ἀναιρεθέντος φοβηθεὶς ἐκρύβη· τὸν δὲ Λέπιδον ἐλθόντα 2.373 μαθὼν καὶ τοὺς φονεῖς εἰς τὸ Καπιτώλιον οντας, θαρρήσας ἐξῆλθε, καὶ τὴν γερουσίαν ἀθροίσας ὡμίλει αὐτῇ, καὶ γνώμας εἰσῆγε πρὸς τὰ γενόμενα. ὁ δὲ Κικέρων δημηγορήσας επεισε πάντας μὴ μνησικακεῖν ἀλλήλοις, ἀλλὰ καν τισιν ἡμάρτηταί τι, παρόψεσθαι τοῦτο, ινα μὴ ἐμφύλιος καὶ αυθις γένηται πόλεμος καὶ τῶν πολιτῶν ολεθρος ὑπ' ἀλλήλων ὀλλυμένων, ὁμονοῆσαι δὲ ὁμοφύλους οντας καὶ συγγενεῖς. καὶ προσέθετο δεῖν καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα, ειτε ἐν δωρεαῖς η τιμαῖς ειεν η ἐν ἀρχαῖς, φυλάξαι, καὶ μή τι τούτων πολυπραγμονῆσαι η ἀνατρέψαι. πεισθέντες ουν αὐτῷ μηδενὶ μνησικακεῖν ἐψηφίσαντο. καὶ οἱ σφαγεῖς δὲ τοῖς στρατιώταις ὁμιλοῦντες ἐκ τοῦ Καπιτωλίου μηδὲν τῶν τῷ Καίσαρι πραχθέντων ἀκυρῶσαι ὑπέσχοντο μήτ' ἀφαιρήσεσθαί τινα μηδὲν τῶν ἑκάστῳ δεδομένων· καὶ ουτως ἐς καταλλαγὰς ηκον. οὐ πρότερον δὲ οἱ ἐν τῷ Καπιτωλίῳ κατέβησαν η τόν τε τοῦ Λεπίδου παῖδα καὶ τὸν τοῦ ̓Αντωνίου ὁμήρους λαβεῖν. Μετὰ ταῦτα τῆς διαθήκης τοῦ Καίσαρος ἀναγνωσθείσης μαθὼν ὁ δῆμος οτι υἱὸν πεποίηται τὸν ̓Οκτάβιον, καὶ οτι τῇ τε πόλει δωρεὰς καὶ ἑκάστῳ δραχμάς, ὡς μὲν ̓Οκτάβιος γράφει, τριάκοντα, ὡς δ' ετεροι, πέντε καὶ ἑβδομήκοντα καταλέλοιπεν, ἐταράχθησαν. καὶ ὁ ̓Αντώνιος τὸν νεκρὸν εἰς τὴν ἀγορὰν προθέμενος ᾑματωμένον καὶ λόγον ἐπὶ τῷ κειμένῳ εἰπὼν τὸ πλῆθος παρώξυνε πρὸς ὀργήν. ειπε γὰρ πολλὰ μὲν πρὸς επαινον τοῦ ἀνδρὸς καὶ πρὸς ελεον τοῦ πάθους τοὺς ἀκροατὰς ἐρεθίζοντα, ειτα καὶ τὰ ψηφισθέντα αὐτῷ καταλέξας ὀνόματα ἐπήγαγεν "ἀλλ' ουτος ὁ πατήρ, ουτος ὁ ἀρχιερεύς, ὁ ασυλος, ὁ ηρως, ὁ θεὸς τέθνηκεν, οιμοι, οὐ νόσῳ 2.374 βιασθεὶς οὐδὲ γήρᾳ μαρανθεὶς οὐδὲ εξω που ἐν πολέμῳ τρωθεὶς οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπαχθείς, ἀλλ' ἐνταῦθα τοῦ τείχους ἐντὸς ἐπιβουλευθεὶς ὁ καὶ εἰς Βρεττανίαν ἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς αοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ αρχων, ὑπὸ τῶν πολιτῶν ον μηδεὶς τῶν πολεμίων μηδ' εἰς τὴν θάλασσαν ἐκπεσόντα κτεῖναι δεδύνητο, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας. ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δ' ἡ ἀσυλία, ποῦ δ' οἱ νόμοι; ἀλλὰ σὺ μὲν οπως μηδ' ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται πολλὰ ἐνομοθέτησας, σὲ δὲ ουτως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι· καὶ νῦν ἐν τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι' ης πολλάκις ἐπόμπευσας ἐστεφανωμένος· καὶ ἐπὶ τοῦ βήματος ερριψαι κατατετρωμένος, ἀφ' ου πολλάκις ἐδημηγόρησας. οιμοι πολιῶν ᾑματωμένων· ω στολῆς ἐσπαραγμένης, ην ἐπὶ τούτῳ μόνον, ὡς εοικεν, ελαβες, ινα ἐν ταύτῃ σφαγῇς." ̓Επὶ τούτοις ὁ δῆμος ἐξοργισθεὶς τοὺς μὲν σφαγεῖς ἐζήτει, τὸ δὲ σῶμα τοῦ Καίσαρος ἁρπάσαντες ἐν τῇ ἀγορᾷ εκαυσαν, καὶ ἐπὶ τὰς τῶν φονέων οἰκίας ωρμησαν, καὶ Ελβιον Κίνναν δημαρχοῦντα διεχειρίσαντο, πλανηθέντες τῇ ὁμωνυμίᾳ· οὐ γὰρ ουτος τῷ Καίσαρι ἐπεβούλευσεν, ὁ στρατηγὸς δὲ Κίννας Κορνήλιος. βωμὸν δὲ ενθα κατέκαυσαν τὸ σῶμα τοῦ Καίσαρος ηγειρε τὸ πλῆθος, ιν' ἐπ' αὐτοῦ θύοιεν ὡς θεῷ τῷ Καίσαρι. οἱ δ' υπατοι αὐτὸν ἀνέτρεψαν, καὶ νόμον εἰσήνεγκαν μηδένα αυθις γενέσθαι δικτάτωρα, θάνατον θέντες τὸ ἐπιτίμιον, ει τις εἰσηγήσεται 2.375 τοῦτο καὶ ει τίς που δέξεται. ̓Αντώνιος δὲ τότε πολλὰ ἐναυθεντῶν διεπράξατο, ἀρχάς τε διδοὺς καὶ χώραν καὶ ἐλευθερίαν καὶ ἀτέλειαν, καὶ φυγάδας κατάγων, ὡς τῆς δυναστείας τοῦ Καίσαρος τάχα διάδοχος, καὶ πολλὰ ἐκ τούτων ἠργυρολόγησε χρήματα. ̓Οκτάβιος δὲ Γάιος, ος Καιπίας