341
δωρεῖσθαι πρὸς σωτηρίαν. η προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερα ἀναπεμπομένη. Προσευχή ἐστιν, ἡ μετὰ τὴν ἀπόδοσιν τοῦ δώρου αἰτουμένη ἀντίληψις. pi.1578 Προσευχή ἐστιν ἡ κατὰ τὸν καιρὸν ἐκεῖνον παντὸς νοήματος ἀπόθεσις, η ἀνάβασις νοῦ πρὸς θεὸν ἀμετάτρεπτος. Προσευχή. οταν τὸ ἀξίωμα τοῦ θεοῦ νοήσας αὐτῷ τι παρὰ τοῦ θεοῦ τότε προσεύχομαι. Πρόδομοσ. ἡ πρὸ τῆς οἰκίας στοά· ην καὶ Ομηρος αιθουσαν καλεῖ. Προσφώνησισ. κήρυξις. Προσηγορία. φίλη προσλαλιά. καὶ προσαγορία. Προμήθεια. ἡ πρόνοια. Προνομή. ἡ ἁρπαγή. Προεδρία. ἡ προτίμησις, ἡ πρωτοκαθεδρία. Προσεδρεία δὲ, ἡ ἐπίμονος καὶ διηνεκὴς ἀσχολία, δίφθογγον. Προφυλακή. αἱ τρεῖς ωραι τῆς νυκτός. εἰς τέσσαρας γὰρ φυλακὰς διαιρεῖται ἡ νύξ. Προσωποποιΐα. οτάν τις πρόσωπον ὑποθέμενος ετερον η ὑποδὺς, ὡς ἐκ προσώπου τινὸς ειπῃ. Προχοαί. αἱ τῶν ποταμῶν ἀφέσεις. Προσχοαί. αἱ θυσίαι. Πρόληψισ. τῶν προτέρων κακῶν μνήμη ἀκούσιος. Πρόσληψισ. οτάν τις προσλάβῃ τι. οιον· μετὰ τῆς προσλήψεως, ο ἐστι τῆς σαρκός. †Προθεσμίου. ἡ τοῦ ὡρισμένου καιροῦ η τόπου δήλωσις καὶ παράστασις.† Προίξ. παρὰ τὸ προΐκω, προΐξω. ἡ προδιδομένη εἰς τὸν τοῦ ἀνδρὸς οικον. ἐμεῦ δ' ἐκεῖνος οὐ καταπροΐξεται. ειτε κατὰ συγκοπὴν ειτε κατὰ συναίρεσιν προὶξ, ἡ προϊκνουμένη εἰς τὸν τοῦ ἀνδρὸς οικον. Προσβολάσ. ὁρμάς. Προσβολή ἐστιν ἀνείδωλον κίνημα καρδίασ. οπου δὲ εἰκόνες λογισμῶν, ἐκεῖ συγκατάθεσις γέγονε. κίνημα γάρ ἐστιν ἀνείδωλον ἀναίτιος προσβολή. pi.1579 προσβολὴ τοῦ σατανᾶ ἐστι μονολόγιστος ἐμφάνεια πράγματος πονηροῦ. Πρὸς τῆς τριάδοσ. ορκος ἐστὶ τὸ ὁρκίζειν ἐν ταῖς διαλέξεσι καὶ τοῖς ἀγῶσι. δικανικοῦ λόγου ἐστὶ καὶ πολιτικοῦ· οὐκ ἐγκωμιαστικοῦ. Πρόκασ. η αιγας κεραοὺς ἠὲ πρόκας. πρόξ ἐστι ζῶον μικρὸν ομοιον ἐλάφῳ, ὁ λεγόμενος νεβρός. ∆ιόνυσος δὲ ὁ ̓Αθηναῖος τοὺς ἐλάφους λέγει πρόκας. οθεν καὶ ἡ Προικόνησος. γράφεται καὶ Προικόννησος. ἐν αὐτῇ γὰρ πλήθουσιν ελαφοι. Φιλητᾶς δέ φησι πρόκας τὰς ἐλάφους τὰς πρῶτον τικτομένας, οιον πρωτοτόκους. Πρόκροσσοι. παράλληλοι. η αλλοις ἐπ' αλλοις ἐξισούμεναι μίαν κατὰ μίαν. οἱονεὶ προκάροσσοι τινὲς ουσαι. παρὰ τὸ κάρα, αἱ κατὰ κεφαλὴν συντιθέμεναι· κροσσοὶ γὰρ αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὶ τῶν τειχῶν. Πρόνοια. ἡ πρὸ ἀντὶ τῆς ὑπὲρ κεῖται. οἱονεὶ τὸ ὑπέρ τινων νοῆσαι. Πρόσειλοσ. ἡ πρὸς τὴν ελην τετραμμένη. ελη δὲ ἡ τοῦ ἡλίου αὐγή. καὶ τῶν προσείλων ἰχθύων ὠπτημένων. Πρότμησισ. ὁ κατὰ τὸν ὀμφαλὸν ὑπάρχει τόπος καὶ κατὰ τὸν λαγόνα, ἐπεὶ κατὰ τοῦτον τὸν τόπον προτέμνεται τὰ ζῶα καὶ προέρχεται. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων. Πρότασισ. ἐν ῳ τὸ ἀληθεύειν η ψεύδεσθαι ὑπάρχει. πρότασις ἁπλῆ. Πρότασίσ ἐστι λόγος ἀποφαντικὸς τινὸς κατά τινος. διαφέρει δὲ διαλεκτικὴ πρότασις ἀποδεικτικῆς, καθὸ ἡ μὲν διαλεκτικὴ πρότασις πάντως ἐν ἑτέρῳ τινὶ, ἐρώτησις γάρ ἐστιν ἀντιφάσεως· ἐρωτᾷ γὰρ, πότερον ἡ ψυχὴ ἀθάνατός pi.1580 ἐστιν η ου· ἡ δὲ ἀποδεικτικὴ πρότασις οὐκ ἐν ἐρωτήσει, ἀλλὰ λῆψις θατέρου μορίου τῆς ἀντιφάσεως· οπερ γὰρ βούλεται ὁ ἀποδεικνύων, τοῦτο λαμβάνει. Προφητεία. ἡ πνευματικὴ προαγόρευσις τῶν μελλόντων. Πρόφασισ. ἀφορμή. φημὶ, φήσω, πέφηκα, πέφαμαι, πέφασαι, φάσις καὶ πρόφασις. Πρόθεσισ. λέξις προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν εν τε συνθέσει καὶ συντάξει. ἐν συνθέσει μὲν, οιον· ἀναφορὰ, εἰσφορά. ἐν συντάξει δὲ, οιον· ἐπὶ τῆς χώρας, κατὰ τῆς χώρας. διατί προτίθεται πάντων τῶν τοῦ λόγου μερῶν; διὰ τὴν ἐνυπάρχουσαν αὐτῇ ἀσθένειαν. ωσπερ γὰρ ὁ αῤῥωστος, ὁ μὴ δυνάμενος περιπατῆσαι, ὑπὸ αλλων βασταζόμενος ἐκφέρεται, ουτω καὶ ἡ πρόθεσις, ἀσθενεστέρα ουσα πάντων τῶν τοῦ λόγου μερῶν, ὑπὸ αλλων λέξεων βασταζομένη ἐκφέρεται. προθέσεις δέ εἰσι τῇ μὲν φωνῇ ὀκτωκαίδεκα, τῷ δὲ σημαινομένῳ ἑπτακαίδεκα· ἡ γὰρ ἀμφὶ καὶ ἡ περὶ τὸ αὐτὸ σημαίνουσι. μονοσύλλαβοι δὲ προθέσεις εξ· ἐν· εἰς· ἐξ· σύν· πρός· πρό. δισύλλαβοι ιβʹ· ἀνά· κατά· διά· μετά· παρά· ἀντί· ἐπί· περί· ἀμφί· ἀπό· ὑπό· ὑπέρ. διαφέρουσι αἱ μονοσύλλαβοι προθέσεις τῶν δισυλλάβων, οτι αἱ μὲν μονοσύλλαβοι πᾶσαι εἰς