341
διὰ τῆς ἐπὶ πάντα εἰς θεὸν ἀναθέσεως ὑμῶν. 21 {1Λέοντι σακελλαρίῳ}1 Καὶ σιωπᾶν οὐκ ἐπιτρεπόμεθα, τῶν εὐεργεσιῶν τῆς μεγίστης καὶ ἐπιποθήτου σου ὑπεροχῆς ἀπολαύοντες, καὶ ἀπαντᾶν κατ' ἀξίαν οὐκ εὐποροῦμεν, λόγου ἀποροῦντες προσήκοντος. εἰ δὲ ὅτι ἡ θεοφιλής σου ψυχὴ μὴ οὕτως οἴεται, οὐ θαυμαστὸν (ἡ ἀγάπη γάρ, φησί, τὸ κακὸν οὐ λογίζεται), ἐπεὶ καὶ ἔκπαλαι τὸ αὐτὸ εἴωθεν φιλικῶς ὑπολαμβάνειν καὶ ἀποσεμνύνειν ἡμᾶς δωρεὰν τοὺς ἀλιτίμους καί, ὥς φησιν, οὐδὲ συγκρίνειν ἔχειν πρὸς ἀλλήλους καθ' ὑπεροχήν. Ἀλλὰ ταῦτα μέν, ὡς εἴρηται, τῆς ἱερᾶς στοργῆς τὰ συμβόλαια. αὐτὸς δέ, ὦ παντεπαίνετε, ἔοικας ἀκρόπολίς τις ἐνιδρῦσθαι ἐν τῇ βασιλίδι τῶν πόλεων ἤ, τἀληθὲς οἰκειότερον εἰπεῖν, λιμὴν πολυχώρητος, θλιβομένων ἀνάπαυλα, διψώντων λόγου ἐμμελοῦς ἱκανὸν παραμύθιον, καθ' ἑκάστην, ὡς εἰπεῖν, εἰσδεχόμενος καὶ ἰώμενος, θεραπεύων τε καὶ ἀφοσιούμενος τούτους κἀκείνους, μείζους καὶ ἐλάττους, ἱερεῖς καὶ ἀρχιερεῖς, ἐντελεῖς καὶ ὑφειμένους. ὡς μεγαλοπρεπές σου τὸ θεῖον ἀξίωμα καὶ τὸ θεοφιλὲς πρακτήριον. προσήκει σοι καὶ τὰ τοῦ ἀοιδίμου Ἰὼβ ἐπιφθέγματα· πατὴρ ἐγενόμην ὀρφανῶν, ποὺς δὲ χωλῶν, παντὶ δὲ ἀνθρώπῳ ἠνέῳκταί μου ἡ θύρα καὶ ὅσα τούτοις συνεπόμενα. σὺ τὸ λείψανον τῆς εὐσεβείας, αὐτὸς τὸ κειμήλιον τῆς ὀρθοδοξίας· καὶ τὰ πολλὰ παρατρέχοι ὁ λόγος, ἵνα μὴ δόξῃ πρὸς χάριν λέγειν καὶ κολακείαν τὰ εἰς πρόσωπον ἀκουτιζόμενα. ὅμως μίαν φωνὴν προσθεὶς ἀποπαύσειεν τοῦ λέγειν· μία παραμυθία πατρί, μονογενής τε καὶ φιλοπάτωρ υἱός, καὶ τῇ βασιλίδι πόλει ἡ σὴ μεγαλοφυὴς καὶ περιβόητος ἀρισταρχία. 522 {1Τῇ σπαθαρέᾳ τοῦ Φλαβιανοῦ}1 Ἔφθασεν ἡ ἀπευκτὴ ἀγγελία τοῦ περὶ τοῦ ἀειμνήστου υἱοῦ σου πάθους μέχρι καὶ τῆς ἡμῶν ταπεινώσεως· ἐν ᾗ, ὥσπερ οἱ τὰς ἀκοὰς βροντηδὸν καταπλαγέντες πεπτήχασιν ὅλως, οὕτως ἡμῖν ὁ λόγος ἐξαπορεῖσθαι πεποίηκεν καὶ μηδὲ ἔχειν τι φθέγξασθαι ἄξιον τῆς ὀδύνης. ὤ, τί γέγονεν ἐξάπινα; πῶς ᾤχετο ἀνὴρ θαυμαστός, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον; ὡς μεγαλοῆλιξ· ὡς ὡραῖος τὴν ὄψιν· ὡς εὐγενὴς τὸ αἷμα· ὡς εὐκλεὴς τὸ κῦδος· ὡς μόνος ἐγκαταλελειμμένος παραμύθιον μητρὶ αἰσίᾳ, οἰκίᾳ πατρῴᾳ ἔρεισμα, γένει ἐγκαλλώπισμα, προσθείην δ' ἂν καὶ βασιλείοις αὐλαῖς ξένον ὅραμα. οὗτος, ἐν ἀλ λοδαπῇ τὰ βασιλέως διοικούμενος, ἀπέπτη, καταλιπὼν μὲν τὴν περιβόητον μητέρα, συναπολιπὼν δὲ καὶ τὴν περίδοξον ὁμόζυγα σὺν εὐγενέσι νεογόνοις καὶ λαμπρὰν ἑστίαν, τὸ πολυθρύλλητον αἷμα, τὸ πολυούσιον κτῆμα, τοὺς δεξιοὺς ὑπηρέτας, τοὺς φιλοδεσπότους παραστάτας, ταῦτα κἀκεῖνα, ὁμοῦ τὰ πάντα, ὡς ἂν μὴ κατακερματίζοιεν ἓν ἕκαστον ὁ λόγος, εἶτα, ἐπανελθὼν ἐκ τῆς ξένης οἴκαδε, φόρτος ἐλεεινός, σκυθρωπὸν ἀπάντημα καὶ βασιλίδι πόλει καὶ ἀξιαγάστῳ ἑστίᾳ. ὢ τῆς ὑπερβαλλούσης συμφορᾶς· στενάξειεν δ' ἂν καὶ αὐτὰ τὰ τείχη τῆς πόλεως, μὴ ὅτι ἄρχοντες καὶ ὁμήλικες, στενάξειαν δ' ἂν καὶ αὐτοὶ οἱ αὐτοκράτορες, ἀποβεβληκότες ἔρνος πολυθαύμαστον, δακρύσειεν τάχα καὶ ὁ ἐπιπόλιος ὅμιλος, ἐπιστυγνάσει δὲ εἰκότως καὶ πᾶν τὸ γένος. εἰ δὲ ταῦτα οὕτως, τίς τὸ ἐπὶ σοὶ πάθος ἐκτραγωδήσειεν, ὦ δέσποινα; τίς δὲ τὸ τῆς ὁμοζύγου; τίς δὲ τὸ τῆς ἀδελφῆς; τίς δὲ τὸ τῶν οἰκετῶν; οὐδ' ἂν τῶν ποταμῶν τὰ ῥεύματα εἰς δάκρυον μεταποιούμενα ἐξαρκέσειεν ὑμῖν ὑπηρετεῖσθαι τῷ θρήνῳ. τί δὲ ὁ ἀήρ; οὐκ ἠλλοίωται τοῖς ὀφθαλμοῖς ὑμῶν ἆρα καὶ ὁ ἥλιος οὐκ ἀνατεταλκώς, τὸν τῆς ἑστίας ἥλιον ἀπολελωκώς; Τοσαῦτα καὶ ὅσα τούτοις ἐφάμιλλα ὑποβάλλει τὸ πάθος ἀποδύρασθαι. ἀλλ' ἐπειδὴ πρὸς γυναῖκα ἡμῖν ὁ λόγος, πάλαι τὰ θεῖα πεπαιδευμένην καὶ ὅλην ὑπόθεσιν ἀρετῆς τὸν ἑαυτῆς βίον ὑποδεικνύουσαν, ὡς μαρτυρεῖ σχεδὸν πᾶσα ἀκοὴ καὶ ὄψις, οὐ πολλῆς χρεία ὑπομνήσεως, οἴκοθεν ἔχουσαν τὰ φάρμακα τῆς παραμυθίας. πολλὰς ἱερὰς βίβλους ἐπὶ χεῖρας εἴληφας, πολλὰ πατρικὰ ἀναγνώσματα διεξελήλυθας, νύκτωρ τε καὶ μεθ' ἡμέραν σχολάζουσα ταῖς προσευχαῖς, ταῖς δεήσεσιν ἐπιμένουσα ταῖς παννύχοις εἴτουν νυκτεριναῖς καὶ ἡμεριναῖς ψαλμῳδίαις