δὲαὐτῶν ἀρκούντως ἐνεβράδυνε μετὰ καὶ συνάρσεως Μουσῶν. τὰ δὲ κατὰ τοὺς Τρῶας ἐπιτροχάδην διέξεισι συνεπισπεύδων οἷον αὐτοῖς. καὶ οὔτε Μούσας ἀξιοῖἐπικαλέσασθαι, οἷα μήτε χωρογραφῶν ὡς ἐκεῖ μήτε μύθους ἐκτιθέναι μέλλωνκαὶ ἱστορίας εἰς τοσοῦτον καὶ γενεαλογίας καὶ σχημάτων ποικιλίας, οὔτε τὸν Κατάλογον οὕτω πλατύνει. καὶ τὰ πρὸ τοῦ Καταλόγου δὲ πάνυ ἐπιτρέχειστενοχωρῶν. (ῃ. 808-10) Φησὶ γάρ· «ἐπὶ τεύχεα ἐσσεύοντο», ἤγουν ὥρμων,διὰ τὸ τῆς Ἑλληνικῆς ἐφόδου αἰφνίδιον, «πᾶσαι δ' ὠΐγνυντο πύλαι», αἱ τῆςπόλεως δηλαδὴ διὰ τὸ κατεπεῖγον, «ἐκ δ' ἔσσυτο λαὸς πεζοί τε ἱππῆές τε.πολὺς δ' ὀρυμαγδὸς ὀρώρει», ἤγουν ἠγείρετο· εἶτα ἐν ὀλίγοις ἔπεσι τὸν τόπονἐκθέμενος, ὡς ῥηθήσεται μετὰ βραχύ, ἐν ᾧ διεκρίθησαν ἀλλήλων οἱ Τρῶες καὶοἱ ἐπίκουροι, τοῦ Καταλόγου τῶν Τρωϊκῶν ἡγεμόνων ἄρχεται, ὡς καὶ αὐτὸἐν τοῖς ἑξῆς δηλωθήσεται. (ῃ. 809) Ἰστέον δέ, ὅτι ἐν τῷ «πᾶσαι πύλαι» φασὶν 1.549 Ἡρόδωρος καὶ Ἀπίων, ὅτι ἔμφασιν μὲν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι, καὶ ὅτι ἐστὶ τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι. βούλονται οὖν τοῦτο λέγεσθαι ὑπὸ τοῦ ποιητοῦ,ὅτι ὁ εἷς πυλεών, ὁ τὴν Τροίαν ἀνοίγων, εἰς πλάτος διεπετάσθη κατ' ἄμφω τὰςπύλας, εἰς ὅσον ἐνεχώρει, ὥστε κατ' αὐτοὺς οὐ πλῆθος ἀλλὰ ποιότητα δύοθυρῶν ἀνοίγματος τὸ πᾶσαι δηλοῖ. Τὸ δὲ ὠΐγνυντο γίνεται οὕτω· οἴγω, τὸ ἀνοίγω,καὶ πλεονασμῷ οἴγνω, ἐξ οὗ παράγωγον οἰγνύω, ἀφ' οὗ οἴγνυμι, οὗ παθητικὸςπαρατατικὸς ὠϊγνύμην καὶ τρίτον πληθυντικὸν ὠΐγνυντο. οὕτω καὶ θόρω, τὸπηδῶ, θόρνω, θορνύω, θόρνυμι καὶ ἄλλα μυρία, ὥς που γέγραπται. (ῃ. 810) Τὸ δὲ ὀρυμαγδός, ὅτι καὶ ὀρυγμαδός λέγεται μεταθέσει τοῦ ˉγ, πολλαχοῦφαίνεται. δηλοῖ δὲ κυρίως μὲν τὸν ἐν ὄρει κτύπον, καταχρηστικῶς δὲ καὶ τὸνὁπουδήποτε. ἡ δὲ τοῦ ῥηθέντος τόπου ἤτοι στρατοπέδου ἔκθεσις τοιαύτη·(ῃ. 811-5) «Ἔστι δέ τις προπάροιθε πόληος αἰπεῖα κολώνη ἐν πεδίῳ ἀπάνευθεπερίδρομος ἔνθα καὶ ἔνθα», τουτέστι κυκλοτερὴς καὶ πάντοθεν περιτρεχομένη.ταύτην «ἄνδρες μὲν Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δὲ σῆμα πολυσκάρθμοιο Μυρίννης». ἔνθα, φησί, τότε Τρῶές τε διεκρίθησαν καὶ οἱ αὐτῶν ἐπίκουροι. Καὶσημείωσαι, ὅτι οὐδὲ οὗτος ὁ τοῦ μνημείου τόπος τοῖς βαρβάροις ἦν ἀγαθὸςοἰωνός, ὡς οὐδὲ ὁ τοῦ Αἰσυήτου τύμβος. διὸ τάχα καὶ ὁ ποιητὴς ὤκνησε τύμβονἢ τάφον Μυρίννης εἰπεῖν, σῆμα δὲ ἐκάλεσεν εὐφημότερον, ὡς σημεῖον τινοςκειμένου ἐκεῖ. Ὅρα δὲ καί, ὅπως εὐμεθόδως κἀνταῦθα ἱστορίαν παλαιὰνπαρέρριψε τὴν περὶ Μυρίννης καὶ τὴν ῥηθεῖσαν κολώνην κατὰ τὸ παρέλκονἐτοπογράφησε ποικιλίας χάριν καὶ πολυμαθείας καὶ τοῦτο ποιήσας. τόπον δὲὑψηλόν, ὥσπερ ἡ ἀλλαχοῦ Καλλικολώνη, οὕτω καὶ νῦν ἡ κολώνη δηλοῖ.ὅθεν παράγωγον ἡ κολώνεια, ὡς Ἀστυόχη Ἀστυόχεια. ἔχει δέ τι ἀπορίας, πῶς οὐκ ὀξύνεται ἡ κολώνη, εἴπερ ἀπὸ τοῦ κολωνός ὀξυτόνου γίνεται, ὃ δηλοῖ μέγαὄρος κατὰ τοὺς παλαιούς. καὶ ἴσως ἔστιν εἰπεῖν, ὅτι συνεξηκολούθησε καὶαὐτὸ τοῖς διὰ τοῦ ˉωˉνˉη θηλυκοῖς ὀνόμασιν, οἷον τῷ κορώνη, Μεθώνη καὶ τοῖςτοιούτοις. οὐκ εἰς ὀξὺ δὲ παντελῶς ἡ κολώνη λήγει, ἔχει δέ τι, ὡς εἰκός, ἄνω 1.550 κολόβωμα τῆς ὀξύτητος. διὸ καὶ κολώνη λέγεται, ὡς ἀπὸ τοῦ κολούω, τὸκολοβῶ. ταὐτὸν δὲ πάντως κολωνὸν κἀνταῦθα καὶ κολώνην εἰπεῖν. νικᾷ δὲὅμως τὸ Ὁμηρικόν, ᾧ καὶ Σοφοκλῆς ἀκολουθῶν κολώνην ἄκραν τάφου ἔφη,εὖ ἄλλως εἰδὼς τὴν ῥηθεῖσαν ταὐτότητα, καθότι Κολωνὸς μὲν δῆμος αὐτῷ ἐνἈθήναις, ὁ δὲ ἐκεῖθεν δημότης, ὁποῖος καὶ αὐτός, Κολώνηθεν ἐλέγετο φῦναι,οὐ Κολωνόθεν, ὡς ὅμοιον ὂν κολωνὸν καὶ κολώνην εἰπεῖν καὶ ἐκ Κολωνοῦ καὶ Κολώνηθεν. (ῃ. 813) Ἐκαλεῖτο δὲ ἡ ῥηθεῖσα κολώνη ὁμωνύμως, φασίν, Ἀμαζόνι τινὶ ἐκεῖ τεθαμμένῃ δύο ποτέ, οἷα εἰκός, ἐχούσῃ ὀνόματα, ὧν τὸ μὲνεὐτελέστερον καί, ὡς οἱ παλαιοί φασι, δημωδέστερον ἀνθρώποις ἔγνωστο.τοιοῦτον δὲ ἡ Βάτεια καὶ ἡ Βατίεια λείως καὶ ἀφελῶς ἐκφωνούμενον. τὸ δὲὀγκηρότερον καὶ σεμνότερον ἢ καὶ κατὰ τοὺς παλαιοὺς ἀληθέστερον θεοῖς δέδοται,ὡς