μετ' Αὐτομέδοντα «βεβήκει ἀντίθεον» Ἀχιλλέως «θεράποντα ἱέμενος βαλεῖν». οὐ γὰρ ἐθέλει ἀναβαλέσθαι τὸ ἔργον, στρατηγικῶς καὶ τοῦτο ποιῶν. «τὸν δ' ἔκφερον ὠκέες ἵπποι», περὶ ὧν καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, «ἄμβροτοι, οὕς», φησί, «Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα». ὥστε οὐκ ἀθάνατοι μόνον, ὡς καὶ προεγράφη, οἱ τοῦ Ἀχιλλέως ἵπποι, ἀλλὰ καὶ θεόσδοτοι. Μῦθος γὰρ ἦν, ὡς ἐν τοῖς Πηλέως καὶ Θέτιδος γάμοις Ποσειδῶν μὲν ἵππους δέδωκε τῷ Πηλεῖ, Ἥφαιστος δὲ ὅπλα καὶ ξίφος, Νηρεὺς δὲ τὸν προγεγραμμένον ἅλα, καὶ ἄλλος ἄλλο τι. Ὅρα δὲ ὅτι κατὰ μέθοδον οἰκείαν ὁ ποιητὴς καὶ τὰ περὶ τῶν ἵππων τοῦ Ἀχιλλέως διαφόροις τόποις ἐπεμέρισεν, ἀλλαχοῦ μὲν γενεαλογήσας, ἐνταῦθα δὲ εἰπὼν καὶ πόθεν οἱ θεῖοι οὗτοι ἦλθον εἰς ἄνθρωπον. (ῃ. 865) Ἀντίθεον δὲ θεράποντα Αἰακίδου τὸν Αὐτομέδοντα καλεῖ, ὡς ἤδη αὐτὸν τῷ Ἀχιλλεῖ ἀντὶ τοῦ Πατρόκλου συστήσων ἡνίοχον. [Οὐκοῦν ὥσπερ οὐδὲ ὁ Πάτροκλος, οὕτως οὐδ' ὁ Αὐτομέδων δουλικῷ νοήματι θεράπων Ἀχιλλέως λέγοιτ' ἄν, εἰ καὶ Κρῆτες οὕτω χρῶνται τῇ τοῦ θεράποντος λέξει κατὰ τοὺς Γλωσσογράφους, οἳ πολλὰ περὶ τοιούτων εἰπόντες ὀνομάτων, ὥς που καὶ προδεδήλωται μερικῶς, ἐν οἷς καὶ οἱ παρὰ Λάκωσιν Εἵλωτες παρὰ τὸ Ἕλος, καὶ οἱ κλαρῶται καὶ οἱ ἀμφαμιῶται καὶ οἱ λάτρις οἱ καὶ μενέσται, ὕστερον δὲ πενέσται, ὡς Εὐριπίδης «λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων», λέγουσι καὶ ὅτι Θετταλοὶ μὲν πενέστας φασὶ τοὺς μὴ γόνῳ δούλους, πολέμῳ δ' ἡλωκότας, τοὺς δ' αὐτοὺς καὶ Θετταλοικέτας. Κωμικὸς δέ τις ἐπὶ τοῦ ἁπλῶς δούλου τοὺς πενέστας τίθησιν. Ἔτι δέ φασι κατὰ τὴν τοῦ ∆ειπνοσοφιστοῦ ἱστορίαν, ὅτι καὶ Μαριανδυνοὶ ἐκαλοῦντο δωροφόροι «ὑποφρίσσοντες ἄνακτας», 3.944 ἀφαιρούντων τῶν δεσποτῶν τὸ πικρὸν τῆς τῶν Σπαρτιατικῶν Εἱλώτων προσηγορίας, ἤγουν εὐφημότερον ἀντὶ δούλων δωροφόρους καλούντων τοὺς τοιούτους Μαριανδυνούς, ἐπεί, φασίν, ὑπετέλεσαν Ἡρακλεώταις διὰ τέλους ὑποσχόμενοι θητεύειν αὐτοῖς παρέχουσι τὰ δέοντα. Ὡς δὲ καὶ ἄζους ἔλεγον τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἔτι δὲ χαλκίδας Λακωνικῶς τὰς θεραπαίνας καὶ ἀποφράσην καὶ βολίζην τὴν δούλην, καὶ ἀμφίπολον μὲν τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην, ἧς καὶ ἄρρεν ἐστὶν ὁ πρόπολος, ἐκ τῶν παλαιῶν ἀνείλεκται καὶ αὐτά. Ὥσπερ καὶ τὸ τοὺς Ἀρκάδας ἔχειν τριάκοντα προσπελατῶν μυριάδας ὥσπερ Εἱλώτων, καὶ τὸ τοὺς Κᾶρας δούλοις χρήσασθαι τοῖς Λέλεξι, καὶ τὸ τοὺς Βυζαντίους οὕτω δεσπόσαι τῶν Βιθυνῶν ὡς οἱ Λάκωνες Εἱλώτων.]