342
οἰκονομούμενα. ἀλλὰ ταῦτα μὲν ὀλίγῳ ὕστερον. τότε δὲ Ἀμοὺρ ἀναχωρήσαντος, εὐθὺς ὑπὸ πάντων τῶν περιοίκων πόλεμος δεινὸς βασιλέα περιίστατο. ὅ,τε γὰρ Κράλης τὸ κράτιστον ἄγων τῆς οἰκείας στρατιᾶς ἄχρι Ζιχνῶν ἀφῖκτο, γνώμην ἔχων, ὡς κατὰ Θρᾴκην ἐπιθησόμενος βασιλεῖ. καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἧκεν ἐπὶ Στίλβνον πανστρατιᾷ, Παλαιολόγῳ τῷ νέῳ συμμαχήσων βασιλεῖ, ὥσπερ ἦν ὑπεσχημένος. πατριάρχης τε ἐκκλησίαν ἀπὸ πάντων Βυζαντίων ποιησάμενος καὶ πολλὰ Καντακουζηνοῦ τοῦ βασιλέως καθαψάμενος, ὡς ἀδίκως καὶ παρανόμως τοῖς παισὶν 2.421 ἐπιβουλεύοντος βασιλέως, οὗ πολλῶν ἀπέλαυσε καὶ μεγίστων εὐεργεσιῶν, ἔπειτα ἑαυτὸν πατέρα καὶ κηδεμόνα τοῦ νέου βασιλέως ἀνακηρύξας, καὶ ὡς διὰ τὴν ἐκείνου σωτηρίαν κινδύνοις καὶ μάχαις καὶ αὐτὸς ἔγνω παραβάλλεσθαι καὶ καταλύειν τὸν κοινὸν πολέμιον, πάντας παρώρμησε πρὸς τὸν Καντακουζηνοῦ τοῦ βασιλέως πόλεμον, τοὺς μὲν ἑκόντας, ἔστι δ' οὓς καὶ δι' ἀνάγκην, δείσαντας τὸ ὑποπτεύεσθαι. καὶ πάντες κοινὴν ἐκστρατείαν ἐποιήσαντο πεζοί τε καὶ ἱππεῖς· παρῆσαν δὲ καὶ τῶν συγκλητικῶν ὅσοι ἦσαν ἔτι ἄδετοι. τοὺς πλείους γὰρ αὐτῶν ὁ μέγας δοὺξ, τοὺς μὲν ἐν δεσμωτηρίοις εἶχεν ὑπὸ κλοιοῖς, ἐν οἷς καὶ Ἀνδρόνικος Ἀσάνης ὁ Καντακουζηνοῦ τοῦ βασιλέως ἐξητάζετο πενθερός· ἔστι δ' οὓς καὶ ἐν ταῖς οἰκίαις ἐφρούρει ἀπροΐτους. αὐτὸς δὲ ἦν τῆς στρατιᾶς αὐτοκράτωρ στρατηγός. οἳ καὶ βασιλέα τὸν νέον ἔχοντες Ἰωάννην, ἧκον εἰς Ἡράκλειαν τῆς Θρᾴκης· πέμψαντες δὲ καὶ πρὸς Μομιτζίλον, ὃς τῶν κατὰ Μερόπην φρουρίων καὶ τῶν ἄλλων νομάδων ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως ἐνεχειρίσθη τὴν ἀρχὴν, ἔπεισαν ὑποσχέσεσι πολλαῖς πόλεμον πρὸς ἐκεῖνον ἄρασθαι. ἦν γὰρ ἤδη ἐν λόγῳ τινὶ ὁ Μομιτζίλος καὶ δύναμιν περιβεβλημένος ἱκανήν. οὕτω μὲν οὖν ὁ πόλεμος πανταχόθεν βασιλέα περιίστατο καὶ ὑποπτεύειν δεινὰ εἰσῄει. αὐτὸς δὲ, ὥσπερ εἴωθεν, ἀεὶ πρὸς 2.422 τοὺς κινδύνους μεγαλοψυχῶν καὶ τῶν δεινῶν τὰς ἐπιφορὰς ὁμαλῶς καὶ πρᾴως διαφέρων, πρὸς μὲν Ἀλέξανδρον τὸν Μυσῶν βασιλέα πρεσβείαν ἐποιεῖτο καὶ παρῄνει ἡσυχίαν ἄγειν, ὡς οὐ πολλῷ ὕστερον ἐκείνῳ αἰτίου συμφορῶν πολλῶν τοῦ πρὸς αὐτὸν πολέμου γενησομένου. αὐτὸς δὲ γενόμενος πρὸς τὴν Χαλκιδικὴν, τὴν Γρατιανοῦ πόλιν ἐπολιόρκει οὖσαν οὐ μεγάλην, ὀχυροτάτην δὲ ἔκ τε φύσεως τοῦ τόπου καὶ τῶν τειχῶν τῆς κατασκευῆς, ἄλλως δὲ εὐφυῶς πρὸς πάντα ἔχουσαν καὶ ὥσπερ μητρόπολιν οὖσαν τῆς Χαλκιδικῆς. πρὸς μὲν οὖν τειχομαχίαν οὐκ ἐπεχείρει· ᾔδει γὰρ ἀνάλωτον ὅπλοις καὶ χειρῶν βίᾳ ἐσομένην. δεσμωτῶν δὲ οὐκ ὀλίγων ἐκ τῶν πολιτῶν ἐν τῇ ταύτης ἀκροπόλει φρουρουμένων διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν, πέμψας κρύφα διελέγετο αὐτοῖς, εἰ δύναιντο κρατήσαντες τῆς ἀκροπόλεως, παραδιδόναι τὴν πόλιν. καὶ ἐπηγγέλλοντο καὶ αὐτοὶ προθύμως ὑπελθεῖν τὴν ἐπιχείρησιν, καὶ σύνθημα τῆς ἐφόδου ἔδοσαν, νυκτὸς μὲν φρυκτὸν ἀνίσχειν, ἡμέρας δὲ καπνὸν δεικνύειν τῆς ἐπιχειρήσεως σημεῖον. διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν ὁ βασιλεὺς, καίτοι περιῤῥεόμενος πανταχόθεν ὑπὸ τοῦ πολέμου, οὐκ ἀνίστατο ἐκ τῆς πολιορκίας, ἀλλ' ἐφιλονείκει πρὸς πάντα ἀντικαθίστασθαι ὁμοίως. ὑφ' ὃν δὲ ταῦτα χρόνον ἐτελεῖτο, καὶ ἡ Λατινικὴ δύναμις, ἣ ὀλίγῳ ὕστερον Σμύρνῃ ἐπελθοῦσα ἐκράτησε τειχομαχίᾳ, ἐν τέσσαρσι καὶ εἴκοσι τριήρεσι, περὶ Παλλήνην πεπυσμένοι πρός τινα λιμένα Λογγὸν ἐγχωρίως προσαγορευό 2.423 μενον ναῦς ἑξήκοντα ἐφορμεῖν Περσικὰς, ἐπέθεντό τε καὶ ἐκράτησαν αὐτῶν κενῶν. τὸ γὰρ Περσικὸν, μὴ δυνάμενον ἀντικαθίστασθαι πρὸς ναυμαχίαν, τὰς ναῦς καταλιπόντες διεσώζοντο εἰς τὴν γῆν. Λατῖνοι δὲ ἀνελκύσαντες τὰς ναῦς καὶ πυρὶ παραδόντες ἀνεχώρουν. οἱ Πέρσαι δὲ ἀπολειφθέντες ἀπορίᾳ νεῶν, ἔγνωσαν δεῖν ἐπὶ Χεῤῥόνησον τῆς Θρᾴκης διὰ τῆς ἠπείρου ἀναχωρεῖν, ὡς ἐκεῖθεν εἰς Ἀσίαν περαιωσόμενοι εὐπορήσαντες νεῶν. ξθʹ. Κράλης δὲ ἐν Ζίχνᾳ ἐστρατοπεδευμένος, ὥσπερ ἔφημεν, ἐπὶ τῷ Καντακουζηνῷ τῷ βασιλεῖ πολεμεῖν, ἐπεὶ πύθοιτο τὸ περὶ τοὺς Πέρσας συμβὰν καὶ ὡς διὰ τῆς αὐτῆς ὁδοῦ ἐπὶ Χεῤῥόνησον μέλλουσιν ἰέναι, τὸ κράτιστον τῆς περὶ