342
ὠνόμαστο, ἀδελφῆς τοῦ Καίσαρος ην υἱὸς συνοικούσης ̓Οκταβίῳ τῷ ἐκ Βελιτρῶν τῶν Οὐολουσκίδων, ἐτράφη δὲ παρὰ τῇ μητρὶ καταλειφθεὶς ὀρφανός. αὐξηθεὶς δὲ διῆγε παρὰ τῷ Καίσαρι απαιδι οντι. διὸ καὶ εστεργε τὸν ἀδελφιδοῦν καὶ μεγάλας ειχεν ἐπ' αὐτῷ τὰς ἐλπίδας. η τε γὰρ μήτηρ αὐτοῦ ̓Αττία ἐγκυμονοῦσα αὐτὸν εδοξε κατ' οναρ τὰ σπλάγχνα αὐτῆς εἰς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν ἐκτετάσθαι τὴν γῆν, καὶ ὁ ἐκείνης ἀνὴρ κατὰ τὴν αὐτὴν νύκτα ἐδόκει ὁρᾶν ηλιον ἐκ τῆς νηδύος αὐτῆς ἀνατέλλοντα. αρτι δὲ τοῦ παιδὸς τεχθέντος, Νιγίδιος Φίγουλος βουλευτής, διαγινώσκειν τὰς τῶν ἀστέρων κινήσεις αριστα πιστευόμενος, βραδύτερον εἰς τὸ συνέδριον τοῦ ̓Οκταβίου ἀπηντηκότος, ηρετο αὐτὸν τὴν αἰτίαν τῆς βραδυτῆτος. ὡς δὲ διὰ τὸν τοῦ παιδὸς τόκον ἐκεῖνος εφη, ἀνεβόησεν οτι "δεσπότην ἡμῖν ἐγέννησας." τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας αρτον, καὶ μετεωρισθείς, αυθις ἀπέδωκεν αὐτὸν καταπτάς. παιδίσκου τε αὐτοῦ οντος καὶ ἐν ̔Ρώμῃ διατρίβοντος, εδοξεν ὁ Κικέρων καθ' υπνους ὁρᾶν αὐτὸν ἁλύσεσι χρυσαῖς ἐκ τοῦ πόλου πρὸς τὸ Καπιτώλιον καθιμώμενον καὶ παρὰ τοῦ ∆ιὸς μαστιζόμενον. Κάτουλος δὲ καὶ αὐτὸς ἐν υπνοις ἐδόκει τὸν ∆ία τῆς ̔Ρώμης εἰκόνα εἰς τὸν κόλπον τοῦ ̓Οκτα2.376 βίου παιδὸς ετι οντος ἐμβεβληκέναι. ἐκ τούτων τοίνυν ὁ Καῖσαρ μεγάλα ἐπ' αὐτῷ ἐπελπίσας εἰσεποιήσατό τε τὸν παῖδα καὶ κληρονόμον κατέλιπε, καὶ ἐπιμελῶς ἐπαίδευε λόγοις ῥητορικοῖς τῇ τε τῶν Λατίνων καὶ τῇ ̔Ελληνίδι φωνῇ, καὶ ησκει πρός τε τὰς στρατείας καὶ πρὸς πραγμάτων διοίκησιν πολιτικῶν τε καὶ ἀρχικῶν. Ουτος ουν ὁ ̓Οκτάβιος, οτε ὁ Καῖσαρ ἐσφάγη, ἐν ̓Απολλωνίᾳ ετυχεν ων, ἐπὶ παιδείᾳ σταλείς. ενθα μαθὼν τὸ συμβεβηκὸς ἐπεραιώθη πρὸς τὸ Βρεντέσιον. καὶ τάς τε διαθήκας τοῦ Καίσαρος γνοὺς καὶ ὡς ὁ δῆμος τετάρακται, τὸ ονομά τε τοῦ Καίσαρος ᾠκειώσατο καὶ τὸν κλῆρον ἐδέξατο καὶ τῶν πραγμάτων ειχετο, ὀκτωκαιδεκέτης ων. εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν ̔Ρώμην ιρις πάντα τὸν ηλιον ποικίλη καὶ πολλὴ περιέσχεν, η προεδήλου τὴν μέλλουσαν εσεσθαι ταραχήν. εἰσελθὼν δὲ δημαρχῆσαι μὲν ἐπεχείρησεν, ἀλλ' ἐκωλύθη ὑπὸ τῶν περὶ τὸν Ἀντώνιον. ὁ δ' οὐχ ἡσύχασεν, ἀλλὰ τὸν δήμαρχον ὑπελθὼν καὶ παρ' αὐτοῦ ἐς τὸν δῆμον εἰσαχθεὶς ἐδημηγόρησέ τε καὶ τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ Καίσαρος δωρεὰν εὐθὺς ἐκτίσειν ὑπέσχετο, αλλων τέ τινων αὐτοῖς ἐλπίδας ὑπέτεινε. καὶ ουτω τὸν δῆμον ἐφελκυσάμενος, ἐπεί τις ἀστὴρ τότε ἐφάνη ἐξ αρκτου πρὸς ἑσπέραν, ον οἱ μὲν κομήτην ελεγον προσημαίνοντα οιά που ειωθεν, οἱ δὲ τῷ Καίσαρι αὐτὸν ἀνετίθεσαν ὡς ἐς τὸν τῶν ἀστέρων ἀριθμὸν ἐγκατειλεγμένῳ, θαρσήσας ὁ πρῴην μὲν ̓Οκτάβιος, ηδη δὲ Καῖσαρ κληθείς, μετὰ ταῦτα μέντοι καὶ Αυγουστος, χάλκεον ἀνδριάντα τοῦ Καίσαρος ἀστέρα φέροντα ὑπὲρ κεφαλῆς εἰς τὸ ̓Αφροδίσιον εστησεν. ὡς δὲ παρ' οὐδενὸς τοῦτο κεκώλυτο, φόβῳ τοῦ δήμου, καὶ αλλα τινὰ εἰς τιμὴν τοῦ Καίσαρος διεπράξατο. 2.377 ̓Αντώνιος δὲ τὸν νέον Καίσαρα τοῦτον περιύβριζέ τε καὶ ἀδικῶν ην. δι' α ποτε θροῦς πρὸς τοῦ πλήθους ἐγένετο, καὶ σφόδρα πάντες σχεδὸν ἠγανάκτησαν. φοβηθεὶς ουν ὁ ̓Αντώνιος εἰς λόγους ηλθεν αὐτῷ· καὶ εδοξαν κατηλλάχθαι, ἀλλ' αυθις ἐξ ὑποψίας τινὸς διηνέχθησαν. ὁρῶν ουν ὁ ̓Αντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησεν εἰς ἑαυτὸν τὸν ομιλον ἐπισπάσασθαι τινὰ αὐτοῖς χαριζόμενος. ἠδύνατο γὰρ αὐτὸς ὑπατεύων, θατέρου τῶν ἀδελφῶν αὐτοῦ δημαρχοῦντος, τοῦ Λουκίου δηλαδή, τοῦ δέ γε λοιποῦ τοῦ Γαΐου στρατηγοῦντος. τὰ δέ γε τῆς πόλεως ἐν ἀκαταστασίᾳ ησαν. ἐδόκει δὲ ὁ ̓Αντώνιος, ατε καὶ ὑπατεύων, πλεονεκτεῖν. ὁ δὲ Καῖσαρ ὑπὸ τοῦ πλήθους μάλιστα ἐσπουδάζετο, καὶ διὰ τὸν πατέρα καὶ διὰ τὰς ὑποσχέσεις ας ἐποιεῖτο, τὸ δὲ μεῖζον, οτι πολὺ δυναμένῳ τῷ ̓Αντωνίῳ ηχθοντο καὶ ταπεινῶσαι αὐτὸν ἐβούλοντο. ̓Αντωνίου δὲ εἰς τὸ Βρεντέσιον ἀπελθόντος πρὸς τοὺς ἐκ Μακεδονίας περαιωθέντας στρατιώτας, ὁ Καῖσαρ ἐκεῖ μὲν φίλους μετὰ χρημάτων, ινα σφᾶς σφετερίσωνται, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος συνέλεξεν ἐκ διαφόρων