342
φωνήεντα κατέληξαν· μία δὲ ἐξ αὐτῶν εὑρέθη λήγουσα εἰς φωνῆεν, ἡ πρό· αἱ δὲ δισύλλαβοι πᾶσαι εἰς φωνήεντα κατέληξαν· μία δὲ ἐξ αὐτῶν εἰς σύμφωνον, ἡ ὑπέρ. Προσῳδία. ὁ τόνος, ἡ χειρονομία καὶ ἡ τοῦ ὀργάνου φωνή. παρὰ τὸ ειδω, τὸ γινώσκω. ἐξ αὐτοῦ ἀοιδὴ, καὶ κράσει τοῦ ˉαˉο εἰς ω μέγα ᾠδὴ, καὶ ἐξ αὐτοῦ ᾠδία καὶ προσῳδία. η παρὰ τὸ προσᾴδειν καὶ ἁρμόζειν τῇ ὑποκειμένῃ λέξει. η pi.1581 παρὰ τὸ πρὸς αὐτὴν ᾳδεσθαι τὰ ποιήματα. ᾠδὰς γὰρ οἱ παλαιοὶ τὰ ποιήματα ἐκάλουν. Πρύμνη καὶ πρύμνα. ἀμφότερα. πρυμνὸν τὸ υστατον. παρὰ τὸ πέρας πέρυμνον. καὶ πρύμνη. Πρυμνώρεια. τὸ εσχατον τοῦ ορους. Πρωΐα. παρὰ τὸ προϊέναι ἡμᾶς ἐπὶ τὰ εργα. καθὸ ταύτης ἐπιφανείσης προΐασιν οἱ ανθρωποι. η ἀπὸ τοῦ προϊκνεῖσθαι τῆς ἡμέρας τὸν καιρὸν τοῦτον. †Πρῶνα. πόλις Κρητική.† Πρῷρα. σὺν τῷ ˉι. οἱ μὲν παρὰ τὸ προέχειν καὶ προορᾷν τοῦ σκάφους. η παρὰ τὸ πρὸ ωρας, ο δηλοῖ τὸν καιρὸν, γίνεται πρώρα, ἐξ ου καὶ πρωρεύς· εργον γὰρ τῷ πρωρεῖ πρὸ ωρας ὁρᾷν. οὐκ ωφειλε δὲ εχειν τὸ ˉι, ἀλλ' ἡ παράδοσις εχει αὐτό. ἐπειδὴ παρὰ τὸ προϊέναι καὶ ἀπὸ διαστάσεως τοῦ ι, ὡς παρὰ τῷ ποιητῇ· ἀναπρωΐρους. καὶ παρὰ Σιμωνίδῃ· κυανοπρώϊραν. *Προτομή. εἰκὼν βασιλική.* Πρόθεσισ. ὁ προορισμὸς κατὰ τὸν ̓Απόστολον· κατὰ πρόθεσιν ουσαν ἀπ' αἰώνων. η κατὰ πρόγνωσιν. ινα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ. καὶ ἡ γνώμη· κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος. (Οὐδέτερον.) Πριμμιλογίων. τιμῶν βασιλικῶν· προνομίων. Πρεσβήϊον. τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον. pi.1582 Πραιτώριον. παρὰ τὸ πράττω πρατώριον, οπου τὰ πραττόμενα ὠροῦνται καὶ φυλάττονται, πλεονασμῷ τοῦ ˉι, πραιτώριον. Προθέλυμνα. πρόῤῥιζα. καὶ τὰ ἐπάλληλα καὶ πυκνά. θέλυμνα δὲ λέγονται τὰ ἐπ' ἀλλήλους εχοντα τοὺς κλάδους δένδρα, διὰ τὸ θηλυμανεῖν, μεταφορικῶς. Προβήμασι. πηδήμασιν. -ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασι. ἐμβάδες δέ εἰσιν ἀνδρῷα ὑποδήματα, παρὰ τὸ ἐμβαίνειν. Πρόβατον. παρὰ τὸ εχειν βάσιν ἑτέραν πρὸ τῆς ὀπισθίου βάσεως. πολλάκις καὶ κατὰ κοινοῦ ἐπὶ πάντων τῶν βοσκημάτων ειρηται ἡ λέξις. Πρόῤῥιζον. ἐκ ῥιζῶν ἀνασπώμενον. Προσαγωγικόν. προσκομιστικόν. Πρόσαντεσ. ἐναντίον, ἐμποδιστικόν. Προσείλια. τὰ θαλπόμενα ὑπὸ τοῦ ἡλίου. Πρόσχημα. ὑπόκρισις. Πρόστιμον. ἡ ζημία. Πρόσφατον. τὸ ἀρτίως γινόμενον. Πρόσκομμα. ἁμάρτημα. πρόσκρουσμα. Προσῆκον. πρέπον, πρᾶγμα, οπερ μετὰ τὸ πραχθῆναι εχει ευλογον ἀπολογίαν. η προσῆκον τὸ αξιον. pi.1583 Πρόθεμα. τὸ πρόγραμμα· τουτέστιν ἡ ἐκ βασιλέως πρόσταξις ἐγγράφως δημοσίᾳ ἀνατιθεμένη. Πρόβλημα. λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης. η ἐρώτημα. Προοίμιον. ὁ πρόλογος. οιμη λέγεται ἡ ᾠδή· ἀφ' ης καὶ προοίμιον. Προσῴδιον. λιτανεία μετὰ υμνων. παρὰ τὸ προσιέναι. Πρόσωπον. ο διὰ τῶν οἰκείων ἐνεργημάτων τὲ καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένον, τῶν ὁμοφυῶν αὐτοῦ, παρέχεται ἡμῖν τὴν ἐμφάνειαν. η ἐνουσίου ἰδιότητος φανέρωσις. η μέρος σώματος ἀγχιστεῦον οψεσιν. η χαρακτὴρ ὑποστάσεως. ἀπὸ τοῦ πρόσω, τουτέστιν εμπροσθεν, ἀλλ' οὐκ ἐκ πλαγίου τοὺς ωπας εχειν. Πρότονον. σχοινίον. παρὰ τὸ προτείνειν. Πρόγραμμα. γνώρισμα, κήρυγμα, ἀπόδειξις φανερά. ουτως ὁ Θεόλογος· πρόγραμμα τοῦ καθ' ἡμᾶς λόγου. Προύργου. τῶν ἀναγκαίων καὶ τῶν πρὸ τοῦ εργου. οιον τὸ μὲν εργον αὐτὸς ὁ γάμος, τὰ δὲ πρὸ τοῦ γάμου εἰς τὸν γάμον ἀναγκαῖα. καὶ προυργιαίτερον, †ἀναγκαιότερον· πρὸ παντὸς εργου.† Προυπτον. προφανές. Πρότερον. πρότερον κυρίως τὸ τῷ χρόνῳ πρότερον, ὡς λέγομεν παλαιότερον, πρεσβύτερον. πρότερον φύσει ἐστὶν, οπερ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, καὶ συνεισφέρεται μὲν, οὐ συνεισφέρει δέ. διόπερ τὰ ἁπλᾶ προτερεύουσι τῶν συνθέτων, καὶ τὰ καθόλου τῶν μερικῶν. εστι pi.1584 δὲ πρότερον καὶ κατ' ἀξίαν καὶ τὸ κατὰ δύναμιν· ὁμοίως καὶ κατὰ τὸ αιτιον καὶ αἰτιατόν. αιτιον δὲ δεῖ νοεῖν τὸ ἀποτελοῦν, αἰτιατὸν δὲ τὸ ἀποτελούμενον. Πρός τι. ταυτόν ἐστιν, οις τὸ ειναι ταυτόν ἐστιν ἐν τῷ πρὸς ετερον λέγεσθαι. Πρόσ τι εἰσὶν, οις τὸ ειναι ταυτόν ἐστι τῷ πρός τι πῶς