342
τε καὶ ὑμνῳδίαις· ἀφ' ὧν καὶ τὸ ἐγκρατὲς καὶ τὸ ὑπωπιαστικὸν τοῦ σώματος, τὸ πρὸς τοὺς ἐνδεεῖς ἐπιδοτικόν, ἱερεῖς τε καὶ μοναστὰς θεραπευτικόν, τὸ ἐπὶ πολλοῖς οὖν ἄλλοις εὐσεβείας τρόποις ὑμνούμενόν τε καὶ ᾀδόμενον. οἴκοθεν τοιγαροῦν καὶ παρ' ἑαυτῆς ἱκανῶς ἔχεις ἐπᾴσαι τῇ ψυχῇ τὰ εἰκότα, οὐ μὴν ἀλλὰ καὶ τῇ νύμφῃ καὶ θυγατρὶ καὶ πάσῃ τῇ Ἀβραμιαίᾳ ἑστίᾳ ὡς κοινὸς διδάσκαλος, ὡς ἀρετῆς ὑπόδειγμα, ὡς ἔκπαλαι τὰ θεῖα λόγια θησαυρίσασα καὶ ἐν καιρῷ τὸ σιτομέτριον ἑκάστῳ διανέμειν ἔχουσα. ἀναμνήσθητι, ὦ γενναία καὶ θαυμαστὴ ἐν γυναιξίν, ὡς οὐδὲν ξένον καὶ τῶν παρ' ἐλπίδα τὸ συμβεβηκός. ἀναθεώρησον τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς σήμερον καὶ χώρησον εἰς τὰ τοῦ θεοῦ βαθέα κρίματα καὶ ἴδε ὅτι ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιαὶ παράγουσιν. ἐπεὶ οὖν ὁ προπάτωρ θνητὸς δι' ἁμαρτίαν, θνητὸς καὶ ὁ γόνος, ἀλληλούχως ἰὼν μέχρι τοῦ δεῦρο. ἀλλ' ὅμως ὅτι ἀφ' οὗ Χριστὸς οὐκέτι θάνατος ὁ θάνατος, ἀλλὰ ἀρχὴ παλιγγενεσίας ἀθανάτου. εὐσεβῆ παῖδα καὶ ὀρθόδοξον, φιλομόναχόν τε καὶ φιλάγαθον καὶ γεγέννηκας καὶ προύπεμψας. ἔστω σοι παραμυθία αὔταρκες καὶ εὐχαριστίας ὑπόθεσις. Ναί, παρακαλοῦμεν, παρακαλοῦμέν σε, τὴν θεοπαράκλητον καὶ πανσύνετον, γενοῦ ὡς ἐν πᾶσι τοῖς ἄλλοις κἀνταῦθα μεγαλοψυχίας ὑπόδειγμα, καλὸν ἐντάφιον καὶ τῷ παγκάλῳ υἱῷ, ὡς καὶ ψυχικῶς ὀμειρομένη τὰ αὐτῷ ἐπιβάλλοντα, ἀπόμοιραν θεῷ εἰσοίσουσα· τάχα γὰρ διὰ τοῦτο θεός σε ἐταμιεύσατο τῶν προλαβόντων ὑστάτην, ἵνα, πάντα θεοπρεπῶς διαθεμένη, εὐκταίως συναπάρῃς τῶν ἐνθένδε καὶ κληρονομήσῃς σὺν αὐτοῖς ζωὴν αἰώνιον. ταῦτα καὶ ὁ ἀδελφὸς ἡμῶν, ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος, συμφθεγγόμενός ἐστιν, πολυτιμιωτάτη μοι κυρία. 523 {1Παντολέοντι λογοθέτῃ}1 Ἴσμεν καὶ τὸ εὐπαρρησίαστον νεμεσητὸν ὑπάρχειν, συνεπιστάμεθα καὶ τὸν καιρὸν συστολὴν ἡμῖν ἐπιτρέπειν. ἀλλ' ὅμως τὸ ὑπερβάλλον τῆς ἀμυθήτου σου περὶ ἡμᾶς τοὺς ταπεινοὺς εὐμενείας εὐδιάθετον ἠνάγκασεν ἡμᾶς τολμηρότερον χρήσασθαι καὶ τῷδε τῷ γραμματείῳ· τολμηρὸν γάρ ἐστιν ὡς ἀληθῶς οὐ μόνον τὰ καθ' ἑαυτοὺς ἀναφέρειν, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων δεδεῆσθαι. ὅμως, ὡς εἴρηται, τὸ πολύ σου εὐμενὲς καὶ διπλοῦν εὐσεβὲς παρεθάρρυνεν ἡμᾶς τολμῆσαι. τί οὖν τὸ λεγόμενον; περὶ Θεοδότου τοῦ πρωτοσπαθαρίου, ὅς, ὅπως ἐστὶν ἐναγώνιος αἰτίᾳ τοῦ συναπάραντος αὐτῷ οἰκονόμου τῆς ἐκκλησίας ἐν τῇ ∆ύσει, διαγινώσκει πάντως ἡ ἀνυπέρβλητός σου ὑπεροχή. τίς οὖν ἄλλος ἂν ἐξευρεθείη ἀρωγὸς ἐπὶ τῇ ἀντιλήψει τοῦ ἀνδρός; τίς δ' ἂν ἐχεφρονέστερος τῆς σῆς μεγαλονοίας συνιδεῖν τὸ δέον; τίς δὲ καὶ ὁ ἐπὶ τοῦ κράτους τὸ ὑπόγυον ἔχων πλέον τῆς σῆς γνησιευτικῆς παραστάσεως; ∆ὸς ὃ εἴληφας παρὰ θεοῦ ἔλεος, δέσποτα παμπόθητε, τῷ δεομένῳ. προκυλινδούμεθά σου τοῖς τιμίοις ἴχνεσιν· βουλή σου ὡς βουλὴ ἀγγέλου, φωνή σου ὡς βολὶς ἀστράπτουσα τῇ τε λαμπρότητι τῆς παρρησίας καὶ τῇ τῆς ἀγάπης ἀγλαΐᾳ. ἧς εἰ ἀξιωθείη μέτοχος γενέσθαι ὁ ἱκέτης σου, πάντως ἂν ἔξω που γένηται τῶν κατηγορητικῶν βελῶν τοῦ ἀντικειμένου αὐτῷ, ὡς οἶδας ὁ ὑψηλὸς νοῦς κατὰ διαφόρους τρόπους, ἡμεῖς τε οἱ ταπεινοὶ προσοίσομέν σοι πολλὰς τὰς εὐχαριστίας τε καὶ προσευχὰς ὑπὲρ ὑγείας ἀμφοτέρων ὑμῶν, τῆς καλῆς ὄντως καὶ ἀξιαγάστου συζυγίας. καὶ τάχα ὑπὲρ τῶν τὰ χρύσεα δῶρα προσφερόντων οὐκ ἀτιμοτέρα εἴη ὑμῖν ἡ θεοπάροχος δωρεὰ καὶ ἡ ἀπὸ Κυρίου χορηγουμένη εὐμένεια εἰς σωτηρίαν ψυχῆς τε ὁμοῦ καὶ σώματος ὑμῶν, τῆς παμποθήτου καὶ πανευφήμου δυάδος. 524 {1Θεοφάνει μονάζοντι}1 Εἴ σοι φίλον τὸ πρὸς ἡμῶν τῶν εὐτελῶν γράμμα, δέχοιο καὶ αὖθις, ὦ τριπόθητε, οὐδὲν μὲν ἔχον εὐπρεπές τε καὶ εὐφραδές, ὡς χάριτι φῆς, τὸ δ' οὖν τῆς ἀγάπης σύμβολον καὶ πάνυ ὁμολογουμένως· καί γε ὅσον ἡ ἀντίδοσις τῶν γραμμάτων γίνοιτο, τοσοῦτον ἡ τῆς ἀγάπης διάθεσις αὔξοιτο· οὗ τί ἂν εἴη σπουδαιότερον; Ἀλλὰ τοῦτο νῦν κείσθω ἐνταῦθα, πρὸς δὲ τὸ ἑξῆς βαδιστέος ὁ λόγος. τί τὸ νῦν καινοτομηθὲν ἐν τοῖς αὐτόθι καὶ τίνες οἱ νεοφανεῖς δράκοντες,