Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἐντρέπων ὡς πεπλανημένους, καὶ ἀνοιγνὺς ὀφθαλμὸν τοῖς ἐνειλημμένοις τῷ κακῷ, καὶ εἰς αὐτὴν ὁρᾷν ἀναπείθων τὴν ἀλήθειαν, ἣν εἴπερ ἕλοιεν εἰς νοῦν, ἔξω γενήσονται πάγης, καὶ τῶν ἐξ ἀβελτηρίας τραυμάτων τὰς ἑαυτῶν ἀπαλλάξουσι κεφαλάς. Πλὴν ἐκεῖνό φαμεν· πικρὸν γάρ τοι καὶ σοφὸν ἔοικεν ἡμῖν ἐν τούτοις κατασκευάζειν ὁ λόγος, καὶ οὐκ ἔχων ἀνικάνως εἰς τὸ ἀναπεῖσαι δύνασθαι πολλοὺς, τῆς μὲν πολυθέου πλάνης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλ- λον τὸ ὑπὸ Θεῷ γενέσθαι τῷ φύσει καὶ ἀληθῶς. Ἐκλεξάμενος γὰρ, φησὶ, τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό· ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἡ τέχνη, φησὶ, τῶν θεουργεῖν εἰωθότων, τότε δὴ μάλιστα τοῦ παντὸς ἀξιωθείη θαύ- ματος, ὅταν ἐνεργάσηται τῷ ξύλῳ μορφὴν, καὶ κάλ- λος ἀνδρός. Τὸ δὲ κατὰ μίμησιν τὴν τινὸς ὑπό του τεχνουργούμενον ἡττᾶται πάντως που τἀληθοῦς, ἤτοι κατόπιν ἔρχεται. Οὐκοῦν οἱ προσκυνοῦντες τοῖς εἰς ἄνθρωπον εἰδοποιηθεῖσι ξύλοις ἢ λίθοις, τὸ ἑαυτῶν εἶδος θρησκεύοντες ἁλοῖεν ἂν, καὶ πολλῷ κρείττους ὄντες τῶν κατὰ μίμησιν τὴν ἑαυτῶν ὑβρίζουσι φύσιν, ὡς τὴν ἀμείνω δόξαν ἐκείνοις προσνέμοντες. Ἀναι- σθησίας οὖν ἄρα τῆς ἐσχάτης ἡ γραφὴ, καὶ τῆς εἰς ἄκρον ἀβελτηρίας τὰ ἐγκλήματα. Ἵστησι γὰρ ἐν 70.933 οἴκῳ, τοῦτ' ἔστιν ἐν ναῷ τὸ ξύλον ὃ ἐξέκοψεν ἐκ τοῦ δρυμοῦ. Καταδείκνυσιν ἐν τούτοις τοὺς θεοποιεῖν εἰωθότας, οὔτε τὴν ὕλην ἠγνοηκότας ἐξ ἧς γεγόνασιν, ἵνα μὴ λέγωσι τινὰς, κατὰ τὸ Ἑλλήνων ἔθος, διϊ- πετῆ τε καὶ αὐτόγονα, ἤγουν αὐτολόχευτα τὰ ἐν ση- κοῖς ἀνατεθειμένα. Ὅτι δὲ τῆς τοῦ Θεοῦ δημιουργίας παρασημαίνουσι τὸν σκοπὸν, διελέγχει λέγων πεφυ- τεῦσθαι ἐν δρυμῷ τὸ ξύλον, ἐκτετράφθαι δὲ καὶ ὑετῶν χορηγίαις, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· τὰ δὲ εἰς καῦσιν γεγονότα θεοποιοῦντες, αὐτοὶ πυρὸς ἔσον- ται τροφὴ σὺν αὐτοῖς. Μονονουχὶ καταπλήττεται λέ- γων, ὅτι τὸ ἥμισυ κατέκαυσεν ἐν πυρὶ, καὶ ταῖς ἑαυ- τοῦ δεδαπάνηκε χρείαις. Τοῦτο μὲν ὀψοποιῶν, καὶ εἰς ἄρτου πέψιν τὰ τῶν θεῶν δεχόμενος μέρη. Εἶτα εἰς τοῦτο πέπτωκεν ἀσυνεσίας ὡς τῷ τῆς χρείας λειψά- νῳ προσκυνεῖν, προσεύχεσθαί τε καὶ λέγειν· Ἐξελοῦ με ὅτι θεός μου εἶ σύ. Σποδὸς οὖν ἄρα καὶ ἕτερον οὐδὲν, ἡ καρδία αὐτῶν, καὶ πεπλάνηνται, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὅτι μόνος, εἴπερ ἕλοιτο, Θεὸς, ποιῶν πάντα, καὶ μετα- σκευάζων, καὶ φωτίζων τὸ ἐσκοτισμένον, καὶ ἐπιστρέ- φων τὸ πεπλανημένον. Ἀλλ' ἔνεστι μὲν τὸ ἀνωφελὲς καὶ μάταιον τοῖς χειροτμήτοις θεοῖς, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος. Ἴδετε δὲ, τοῦτ' ἔστι, κατα- νοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Πάντα μὲν γὰρ ἐπ' ἐκείνοις, φησὶν, ἐψευσμένα ὀνό- ματά τε καὶ δόξα. Ἐν δὲ τῇ ἐμῇ δεξιᾷ, τοῦτ' ἔστιν, ἐν τῷ Υἱῷ· δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς ὠνόμασται πανταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· οὐδὲν ἂν εὑρεθείη τὸ ἐψευσμένον, ἀλλὰ καὶ εἴ τε Θεὸς ὀνομά- ζοιτο, θεός ἐστιν ἀληθινός· καὶ εἴτε Κύριος, οὐκ εἰσκεκριμένον ἔχει τὸ χρῆμα, φύσει δὲ μᾶλλόν ἐστι τῶν ὁλῶν δεσπότης· κἂν εἰ βασιλεὺς, κἂν εἰ φῶς, κἂν ζωὴ καὶ δύναμις, κἂν δημιουργὸς, πάντα ταῦτά ἐστιν οὐ κατεψευσμένως· οὐ γάρ ἐστι γενητὸς, ἐπέ- κεινα δὲ φυσικῶς παντὸς νοοῖτο ἂν τοῦ παρηγμένου πρὸς γένεσιν, Θεὸς ὑπάρχων ἐκ Θεοῦ, καὶ φῶς ἀλη- θινὸν ἐκ φωτὸς ἀληθινοῦ. 9Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου· καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νε- φέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρ- τίας σου. Ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε.9 Ἔφη που Χριστός· Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. Ὁσία δὲ πάντως ἡ ἐφ' ἑκατέρῳ πράγματι ψῆφος. Τοῖς μὲν γὰρ οὐκ εἰδόσι τὸ θέλημα τὸ δεσποτικὸν, εἶτα δια- πταίουσι, καὶ τοῖς τῆς παραβάσεως αἰτιάμασιν ἐνι- σχημένοις συγγνοίη τις ἂν τὸ μὴ ἐγνωκέναι, δεχόμε- νος εἰς ἐλέου πρόφασιν. Τοῖς γε μὴν ἐν εἰδήσει νόμων τὸ ῥᾳθυμεῖν ᾑρημένοις προσγένοιτο ἂν ἐν δίκῃ τὸ κολά-