343
αὐτὸν ἀπολεξάμενος στρατιᾶς καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας τὸν εὐψυχίᾳ καὶ τόλμῃ καὶ ἐμπειρίᾳ τῶν παρ' αὐτῷ δυνατῶν δοκοῦντα ὑπερέχειν Πρεάλιμπον ὠνομασμένον, ἐκέλευσε συμπλέκεσθαι τοῖς βαρβάροις, οἷπερ ἂν συντύχωσι. καὶ πρός τινα τόπον Στεφανιανὰ λεγόμενον περιτυχόντες, καθίσταντο πρὸς μάχην. οἱ Πέρσαι δὲ, ἐπεὶ πεδίον ἦν, ἐφ' οὗ Τριβαλοῖς ἔμελλον ἰέναι ἐς τὰς χεῖρας, δείσαντες τὴν ἔφοδον τῶν ἱππέων, ἀνεχώρουν πρὸς τὸ ὄρος καὶ τὰς δυσχωρίας· ἦν γὰρ ἐγγύς. ὁρῶντες δὲ οἱ Τριβαλοὶ δυσπρόσοδον τὸ χωρίον καὶ νομίσαντες, εἰ διὰ τῶν στενῶν εἰσωθοῖεν ἑαυτοὺς, ἵππους τε ἀπολεῖν πολλοὺς, περιτοξευομένους ὑπὸ τῶν βαρβάρων, καὶ αὐτοὺς τραυματισθήσεσθαι, ἀποβάντες τῶν ἵππων, ἐβάδιζον πεζοὶ ἐπὶ τοὺς πολεμίους, δυσέργως καὶ μετὰ βίας 2.424 ἐπὶ τὸ ἄναντες ἰόντες διὰ βαρύτητα τῶν ὅπλων. οἱ Πέρσαι δὲ ἰδόντες οὕτω πεζοὺς ἐπὶ τὴν ἄνοδον βιαζομένους, περιεργότερόν τι μᾶλλον ἔγνωσαν, ἢ ἀνδρειότερον, ποιεῖν, καὶ ὑποκρινάμενοι φυγὴν, μᾶλλον ἀνεχώρουν πρὸς τὸ ὄρος, οἱ δ' ἐφείποντο μὴ συνιδόντες τὴν ἀπάτην. ἐπεὶ δὲ ἀπέστησαν ἑκάτεροι τῶν ἵππων οὐκ ὀλίγον, οἱ Πέρσαι συστραφέντες ἐναντίον μὲν οὐκ ἐχώρουν Τριβαλῶν, ἀλλ' ἐκπεριελθόντες ἑκατέρωθεν, ἔθεον ἐπὶ τοὺς ἵππους. ἄνοπλοι δὲ καὶ κοῦφοι ὄντες, φθάσαντες τοὺς Τριβαλοὺς, ἐκράτησαν τῶν ἵππων καὶ ἐπέβησαν αὐτοί· Τριβαλοὶ δὲ, τῶν ἵππων ἀφῃρημένων, ἕτοιμοι ἦσαν πρὸς σφαγήν. ἔπεσον γὰρ οἱ πλείους κτεινόμενοι ὑπὸ τῶν Περσῶν, ἑάλωσάν τε οὐκ ὀλίγοι· οἱ λοιποὶ δὲ μόλις διεσώθησαν πεζοὶ ἐπὶ τὸ ὄρος διασκεδασθέντες. Κράλης δὲ ἐπεὶ ἐπύθετο τὴν ἧτταν τῆς οἰκείας στρατιᾶς, δείσας ἀνεχώρει καὶ αὐτὸς, τοῦ πρὸς βασιλέα πολέμου ἐπιλελησμένος διὰ τὴν συμβᾶσαν συμφοράν. οὐ μὴν ἠμέλει γε, ἀλλὰ καὶ οἴκοι καθήμενος ἐπολέμει. οἱ Πέρσαι δὲ μετὰ τὴν νίκην πυθόμενοι Καντακουζηνὸν τὸν βασιλέα τὴν Γρατιανοῦ πολιορκεῖν, πρεσβείαν πέμψαντες τόν τε ἐμπρησμὸν τῶν νεῶν ἐδήλουν τῶν σφετέρων καὶ τὴν ἧτταν Τριβαλῶν, καὶ ὡς αὐτοὶ φιλίως διακείμενοι πρὸς αὐτὸν, ἐπὶ Χεῤῥόνησον ἐγνώκασι χωρεῖν, ἵν' ἐκεῖθεν περαιωθῶσιν εἰς Ἀσίαν. ἠξίουν τε μηδὲν αὐτοῖς παρενοχλεῖν μέλλουσι διὰ τῆς ἐκείνῳ ὑπηκόου διιέναι. εἰ δέ τι δέοιτο αὐτῶν κατὰ τῶν πολεμίων, προθύμους 2.425 εἶναι συμμαχεῖν, εἰ χρήματα παράσχοιτο, ὅσα ἂν συμβῶσιν· ἦσαν δὲ τρισχίλιοι καὶ ἑκατόν. βασιλεῖ μὲν οὖν ἐδόκει ἀναγκαιοτάτη εἶναι ἡ τῆς Περσικῆς συμμαχία στρατιᾶς καὶ μάλιστα ἐπὶ καιρὸν γεγενημένη, τοσούτων πολεμίων ἐπιόντων πάντοθεν καὶ οὕτω δυνατῶν· οὐδέπω γὰρ ᾔδει Κράλην πρὸς τὴν οἰκείαν ἐκ Ζιχνῶν ἀνακεχωρηκότα. χρημάτων δὲ οὐκ εὐπορῶν, οὐ μετρίως ἠνιᾶτο· ὅμως τοῖς πρεσβεύουσι δῶρα παρασχόμενος, ἔπεισε συνθέσθαι ἐπὶ χρήμασι ῥητοῖς συμμαχεῖν αὐτῷ τὴν στρατιὰν ἡμέρας τεσσαράκοντα. τὰ χρήματα δὲ μὴ αὐτίκα ἀπαιτεῖν, ἀλλὰ μετὰ πεντεκαιδεκάτην τῆς ἀφίξεως ἡμέραν· γνώμην δὲ εἶχεν, ὡς ἐν ταύταις ἐκ ∆ιδυμοτείχου μεταπεμψόμενος. οὕτω μὲν οὖν μετὰ τῶν πρέσβεων συμβάσεις θέμενος, ἔπεμπεν εἰς τὸ στρατόπεδον καὶ τῶν οἰκείων συνεκπέμψας ἕνα, ὥστε κατὰ τάχος ἀγαγεῖν πρὸς αὐτὸν τὴν στρατιάν. εἰς τὴν ὑστεραίαν δὲ μετὰ τῶν πρέσβεων τὴν ἐκ βασιλέως ἀναχώρησιν οἱ ἐν ἀκροπόλει τῆς Γρατιανοῦ δεσμῶται τοῖς φυλάττουσι μέσης ἡμέρας ἐπιθέμενοι καὶ κρατήσαντες, ἐκάλουν βασιλέα καπνὸν ἐπιδεικνύντες, ὥσπερ ἦν συντεθειμένον. βασιλεὺς δὲ ἐπεὶ τὸ σύνθημα εἶδεν, ὀξέως ἐπιβοηθήσας εἷλε τὴν πόλιν ἐκ τῆς ἄκρας. καὶ τά τε ἄλλα ἥσθη οὕτω πόλιν καλὴν ἀπονητὶ καὶ χωρὶς κινδύνων κατασχὼν, καὶ χρημάτων εὐπόρησεν οὐκ ὀλίγων, ὧν μάλιστα ἐδεῖτο. Ἀγγελίτζης γάρ τις ἐκ τῶν φαύλων καὶ ἀσήμων πολιτῶν, πρότερον ὑπωπτεύετο θησαυρὸν χρημάτων 2.426 εὑρηκέναι, ἀδήλου δὲ ὄντος τοῦ πράγματος, οὐδεὶς ἠνώχλει. κατὰ δὲ τὸν χρόνον τούτου τοῦ δεινοῦ πολέμου, εἰς τοὐναντίον ἅπαν τῶν πραγμάτων περιτραπέντων, καὶ τῶν μὲν ἀρίστων ἐκβληθέντων καὶ εἱργομένων ἁπανταχοῦ, ἀρχόντων δὲ τῶν φαύλων καὶ οὐδὲν ἄμεινον τῶν πολλῶν διακειμένων, καὶ ὁ Ἀγγελίτζης οὗτος ἄρχων ἀπεδείχθη τῆς Γρατιανοῦ διὰ τὸ πρὸς