343
χωρῶν, τῷ πατρὶ τιμωρεῖν λέγων, χρήματα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνούμενος, καὶ σὺν αὐτοῖς εἰς τὴν ̔Ρώμην ἠπείχθη πρὶν ἐπανελθεῖν τὸν ̓Αντώνιον, καὶ τῷ δήμῳ ὁμιλήσας ἐπαίνων ετυχε, καὶ αυθις ἀπεδήμησε δύναμιν ἀθροίσων. ̓Αντώνιον δὲ οἱ στρατιῶται ἐν Βρεντεσίῳ φιλοφρόνως ἐδέξαντο· ειτα πικρῶς αὐτοῖς προσφερομένου, ὡς καὶ πολλοὺς αὐτῶν ἀποκτεῖναι, 2.378 ἐνεωτέρισαν, καὶ συχνοὶ μετέστησαν πρὸς τὸν Καίσαρα. ̓Αντώνιος δὲ ἐκ τῆς ̔Ρώμης εἰς τὴν Γαλατίαν ἐξώρμησε, φοβηθεὶς μὴ αὐτή τι νεοχμώσῃ· καὶ ὁ Καῖσαρ δ' ἐπηκολούθησεν. ηρχε δὲ τότε τῆς Γαλατίας ὁ Βροῦτος ὁ ∆έκιμος, εις ων τῶν συνομοσάντων κατὰ τοῦ Καίσαρος· καὶ ος μίσει τῷ πρὸς ̓Αντώνιον οὐχ ὑπεῖξεν αὐτῷ. τοῦτο μαθὼν ὁ Καῖσαρ τὸν Βροῦτον προσηταιρίσατο· ουπω γὰρ ἑώρα καιρὸν τοῦ τιμωρήσασθαι τοὺς φονεῖς τοῦ πατρός. ἐν δὲ τῇ ̔Ρώμῃ ἡ σύγκλητος ἐβουλεύετο θορυβουμένη διὰ τὸν πόλεμον. καὶ πολλοὶ μὲν γνώμας αλλας καὶ αλλας εἰσήνεγκαν, Κικέρων δὲ πολέμιον δεῖν ειπε ψηφίσασθαι τὸν ̓Αντώνιον, τὸν Καίσαρα μέντοι καὶ τὸν Βροῦτον τὸν ∆έκιμον αὐτῷ ἐναντιουμένους καὶ ἐπαινέσαι ἐφ' οις ἰδιογνωμονήσαντες πεποιήκασι, καὶ ἐπικουρῆσαι αὐτοῖς καὶ ἐξουσίαν νεῖμαι πρὸς τὸ μέλλον, καὶ τοὺς ὑπάτους αμφω πρὸς τὸν πόλεμον πεπομφέναι καὶ πολεμῆσαι αὐτῷ μηδὲ διατρίβειν καὶ μέλλειν. ταῦτα τοῦ Κικέρωνος συμβουλεύσαντος ὁ Καληνὸς ὁ Κύιντος ἐναντιούμενος αὐτῷ συνεβούλευε πέμψαι πρὸς απαντας τὴν βουλὴν κελεύουσαν ὁμοίως αὐτοῖς καταθέσθαι τὰ οπλα καὶ ἐπ' αὐτῇ καὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ποιήσασθαι, καὶ πεισθέντας μὲν ἐπαινέσαι, εἰ δ' ἀπειθήσουσι πολεμῆσαι, τὸν πόλεμον δὲ τοῖς ὑπάτοις πιστεύσασθαι. ὁ μὲν ουν ειπε ταῦτα, οἱ πράττοντες δὲ τὰ τοῦ Καίσαρος ἐπεκράτησαν. καί τινες πρὸς τὸν ̓Αντώνιον ἐκ τῆς βουλῆς ἀπεστάλησαν κελευούσης αὐτῷ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἀπελθεῖν εἰς Μακεδονίαν, τοῖς αὐτῷ τε συστρατευομένοις προσταττούσης οικαδε ἀναχωρῆσαι ῥητῆς ἡμέρας ἐντός, η γινώσκειν ὡς ἐν μοίρᾳ πολε2.379 μίων αὐτοῖς λογισθήσονται. πρὸ δὲ τοῦ τὴν γνώμην τοῦ ̓Αντωνίου μαθεῖν τὸν πρὸς αὐτὸν πόλεμον τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, ἀρχὴν αὐτῷ στρατηγοῦ δόντες, ἐμπεπιστεύκασι. Ταῦτα μαθὼν ὁ ̓Αντώνιος τοὺς μὲν πρὸς αὐτὸν σταλέντας ἐξωνείδισεν, ἀντιστείλας δ' ἑτέρους τὴν αἰτίαν τοῦ πολέμου δι' ων προετείνετο εἰς τοὺς κατ' αὐτοῦ ψηφισαμένους ἀντιπεριίστα. οἱ δ' ἐν τῇ ̔Ρώμῃ πολέμιον αυθις τὸν ̓Αντώνιον ἐψηφίσαντο καὶ τοὺς αὐτῷ συστρατευομένους, εἰ μὴ αὐτὸν καταλίποιεν, ἑτέραν ἡμέραν εἰς τοῦτο αὐτοῖς ὁρισάμενοι. ὁ δὲ ἐπολιόρκει τὸν ∆έκιμον ἐν τῇ Μουτίνῃ, οὐ μέντοι λόγου τι κατώρθωσεν αξιον. ὁ ∆έκιμος δὲ πρῶτον μὲν ἰσχυρῶς ἠμύνετο τὸν ̓Αντώνιον, επειτα παντελῶς ἀπετειχίσθη. δείσας ουν ὁ Καῖσαρ μὴ η ἁλῴη η ἀπορίᾳ τῶν ἐπιτηδείων ἐνδοίη, σύν γε τῷ ̔Ιρτίῳ ἐπεστράτευσε πρὸς Μουτίνην. τὸν δὲ πρὸς αὐτῇ ποταμὸν περαιωθῆναι οὐκ ἠδυνήθησαν διὰ τὴν ἐν αὐτῷ φρουράν· σπεύδοντες δὲ τὴν ἑαυτῶν παρουσίαν τῷ ∆εκίμῳ γνωρίσαι, ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν. ὡς δ' οὐ συνίει, μολίβδου λεπτὸν αγαν ποιήσαντες ελασμα εγραψαν ἐν αὐτῷ, καὶ ὡς χάρτην τοῦτο ἑλίξαντες κολυμβητῇ διενεγκεῖν εδωκαν· καὶ ουτως ὁ ∆έκιμος τὴν παρουσίαν αὐτῶν μαθὼν ἀντεπέστειλε σφίσι τὸν αὐτὸν τρόπον. ̔Ο ουν ̓Αντώνιος ὁρῶν οὐκ ἐνδιδόντα τὸν ∆έκιμον, ἐκείνῳ τὸν ἀδελφὸν κατέλιπε Λούκιον, αὐτὸς δ' ἐπὶ τὸν Καίσαρα καὶ τὸν Ιρτιον ωρμησε. καὶ πρότερον μὲν ἰσοπαλεῖς ἐγίνοντο μάχαι, ὑπερέσχε δ' υστερον ὁ ̓Αντώνιος. καὶ τὸν ̓Ιούνιον αἰσθόμενος πλησιάζοντα, ἀπῆρε λαθὼν νυκτὸς ἐπ' αὐτόν, καὶ ἐνεδρεύσας αὐτόν τε κατέτρωσε καὶ τῶν στρατιωτῶν 2.380 τοὺς πλείους ἀπέκτεινε, τοὺς δέ γε λοιποὺς εἰς τὰ ταφρεύματα κατέκλεισε· καὶ πρὸς τὸν Καίσαρα καὶ τοὺς αλλους ἐτράπετο. καί οἱ ὁ Ιρτιος κἀκ τῆς πορείας καὶ τῆς μάχης πεπονηκότι ἀνελπίστως ἀπαντήσας πολὺ ἐκράτησε. τὴν δ' ητταν τοῦ ̓Αντωνίου μαθοῦσα ἡ βουλὴ αὐτοκράτορας τόν τε Ιρτιον καὶ τὸν ̓Ιούνιον καὶ τὸν Καίσαρα ὠνόμασαν, καίτοι τοῦ μὲν ̓Ιουνίου κακῶς ἀπαλλάξαντος, Καίσαρος δὲ μηδὲ