343
εχειν. τινὲς δὲ σαφέστερον ἡρμήνευσαν τὴν ὑπογραφὴν, οτι ταῦτά ἐστι πρός τι, οις τὸ ειναι ταυτόν ἐστιν ἐν τῷ πῶς εχειν πρὸς ετερον. πρός τι δὲ λέγεται, οσα αὐτὰ απέρ ἐστιν ἑτέρων ειναι λέγεται. αμα δὲ καὶ ἀναστρέφει πρὸς αλληλα. Πρός τι. ἡ φύσις ἡ κυρία καὶ πηγαία καὶ μήτηρ πάντων, καὶ ὀντότης ἐστί. πάντα δὲ, οσα ἐκ τῆς φύσεως προέρχεται, τῶν πρός τι λέγονται. αἱ γὰρ ὑποστάσεις καὶ ἡ υἱότης καὶ ἡ ἰδιώτης καὶ ἡ ποιότης καὶ ἡ ἁπλότης καὶ πάντα τὰ λοιπὰ ἐκ τῆς φύσεως τὴν αἰτίαν καὶ τὴν πρόοδον εχουσι καὶ κατὰ τοῦτο τῶν πρός τι λέγεται, τουτέστι τῶν πρὸς τὴν ῥίζαν τῆς φύσεως ἀποκρεμαμένων· ἐξ ων ἐστὶ καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Προαιρετόν. βουλευτόν· ὀρεκτὸν τῶν ἐφ' ἡμῖν. καὶ ἡ προαίρεσις ορεξις βουλευτικὴ τῶν ἐφ' ἡμῖν. τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. Πρυμνήσια. τὰ ἀπόγεια σχοινία, οις ἐκ τῆς πρύμνης προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. παρὰ τὸ πρυμνὸν, τὸ εσχατον. Πρυτανεῖον. τὸ νόμισμα. ὁ τόπος δὲ πολλάκις. τοῦ Ψελλοῦ ὁ στίχος. pi.1585 Πρυτανεῖον. τὸ ταμιεῖον. παρὰ τὸ ἐκεῖ φυλάσσειν τὸν πυρὸν ηγουν τὸν σῖτον, οιον πυροταμεῖον καὶ πρυτανεῖον. τὰ ἀπὸ τῶν διὰ τοῦ ˉεˉυˉω εἰς ˉεˉιˉοˉν γενόμενα διὰ διφθόγγου γράφεται, οιον πορνεύω πορνεῖον, πρυτανεύω πρυτανεῖον. Πρῷζον. τὸ προχθεσινόν. πρώϊζον καὶ κατὰ συναίρεσιν πρῷζον. Πρωϊζά. τὰ προχθεσινά. ἐκ τοῦ πρώϊον, πρώϊζος πρωϊζά. Πρώϊον. εωθεν, ορθρου, η πρόσφατον. Πρωτόλεια. αἱ ἀπαρχαί· τὰ πρὸ τῶν ληΐων ἐξαίρετα καὶ πρώτιστα, απερ εἰώθασιν οἱ αριστοι λαμβάνειν. Πραιτωρίῳ. παλατίῳ. καὶ ὁ ̓Απόστολος· ἐν ολῳ τῷ πραιτωρίῳ. ἐκ τούτου δὲ θάρσος γέγονε τοῖς πιστοῖς. Πρακτέον. δεῖ πράττειν. ( ̔Ρῆμα.) Πρηΰνω. τὸ πραΰνω, τροπῇ τοῦ ˉα εἰς ητα. Πρημαίνω. τὸ μαίνομαι. Πρηνίσω. πίπτω. Πρήθω. τὸ καίω. ἀπὸ τοῦ πρίω γέγονε κατὰ παραγωγὴν πρίθω, καὶ καθ' ὑπαλλαγὴν πρέθω, ἐξ ου τὸ επρεσεν. ̔Ησίοδος· -ἀμφὶ δὲ πᾶσαν επρεσε θεσπεσίας κεφαλάς-. ἐξ ου γίνεται πρήθω κατ' εκτασιν. Πρηνιχθῆναι. τὸ ἐπὶ πρόσωπον πεσεῖν· μεταφορικῶς δὲ καὶ εἰς γόνυ κλιθῆναι. ἐπρήνιξε τὴν Εὐρυμέδοντος πόλιν. Πρῆσεν. εστι πρήθω τὸ φυσῶ, η τὸ ἐμπυρίζω. pi.1586 η παρὰ τὸ πιμπρῶ δευτέρας συζυγίας τῶν περισπωμένων παράγωγον πίμπρημι, ὁ μέλλων πρήσω, καὶ ὁ ἀόριστος επρησα. Πρήσουσα. διαπερῶσα. παρὰ τὸ περῶ γίνεται πρῶ, ὡς τερῶ τρῶ, καὶ βιῶ βῶ. ὁ παρακείμενος πεπέρακα καὶ κατὰ συγκοπὴν πέπρακα. καὶ γὰρ τὸ πωλούμενον περᾷ ἀπὸ τοῦ πωλοῦντος εἰς τὸν ἀγοράζοντα. ἐκ δὲ τοῦ πρῶ ὁ μέλλων πρήσω, ἡ μετοχὴ πρήσων, καὶ τὸ θηλυκὸν πρήσουσα. Πρῆσεν. ἐφύσησε. Πρίημι. ἀγοράζω. καὶ πριώμενος. Πρίεται. σχίζεται. Πριόμενοσ. κοπτόμενος. πριώμενος δὲ, ὁ ἀγοράζων, μέγα. Πριάμενοσ. ἀγοράσας. *Προάγουσιν. προλαμβάνουσι.* †προάξειν ἀντὶ τοῦ προλάβω.† †Πρόεισι. προέρχεται.† Προέμενοσ. προδούς. Πρόεσ. πρόπεμψον. ἀπὸ τοῦ ιημι ὁ δεύτερος ἀόριστος ην, καὶ τὸ προστακτικὸν ες, καὶ μετὰ τῆς πρὸ προθέσεως πρόες. Προΐηλε. προέπεμψε, προέθηκεν. ἀπὸ τοῦ εἰλῶ ειλε, καὶ ἐν ὑπερθέσει ιηλεν. †Προσείλου. προσελάβου. συνηρίθμησας. Αἰλιανός· ειτα, ἀσελγέστατε, τοσοῦτοι ἐχθροὶ γεγενημένοι οὐκ ηρκεσαν, ἀλλ' αρα καὶ ἐμὲ εἰς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν.† †Προσερήσομαι. προσερωτήσω.† Πρόσεχε. ἀντὶ τοῦ περιβλέπου τὰ κατὰ σαυτόν. ὡς τό· πρόσεχε σεαυτῷ. pi.1587 Προνοητέον. ἀντὶ τοῦ φροντιστέον. †Προσηγάσθησαν. ὑπερεθαύμασαν.† †Προτονίζουσιν. ἐκ τοῦ πρῶτος καὶ τοῦ τονίζω, τὸ σωρεύω.† Προυχοντοσ. ὑπερέχοντος. Προσκομιστέον. προσενεκτέον. Προσεκτέον. σπουδαστέον. Προσαρασσόμενον. προσρηγνύμενον. προσαρασσόμενα κύματα. Προώμεθα. προδώσωμεν. Προήκατο. προέδωκε, προέπεμψε. Προσιζήσασ. προσκαθίσας. Προειλόμην. προέκρινα. Προσήκατο. προσεδέξατο. Προσώχθισα. ἐβδελυξάμην, ἐμίσησα. Προΐσχεται. δίδωσι. προβάλλεται η κρατεῖται. ἀπὸ τοῦ ισχω, τὸ κρατῶ. Προσπελάζει. προσεγγίζει. Προσείρων. προσάπτων. Πρόσειπε. προσαγόρευσον. Προπηλακίζω. ὑβρίζω, ἐξουθενῶ. Προπίνει. διὰ τοῦ οινου τιμᾷ.