343
χαρυβδηδὸν καταπίνοντες ψυχὰς μὴ ἐστηριγμένας τῷ λόγῳ τῆς ἀληθείας; αὐτὸς μὲν οὖν οὐκ ἐξωνομάτισας, ἡμεῖς δὲ καὶ πρὸ τῆς δηλώσεως τῶν γραμμάτων κατεστενάξαμεν ὅτι μάλιστα ἐφ' ἑνὶ ἀνδρὶ αἱρετικῷ, μᾶλλον δὲ βλασφήμῳ τῷ ὄντι εἰς θεόν, λαχόντι ἐν τοῖς αὐτόθι παρὰ τοῦ κράτους χαρτουλαρεύειν, ἐκεῖνο εἰπόντες, ὅτι γε τῆς περιβοήτου Σικελίας ἔφθασεν ὄλεθρος. τόδε τὸ πῆμα οὐκ ἐκ δογματικῆς πείρας τετεχνωμένον· ἄπειρον γὰρ τὸ ἀνδριαντάριον, ἀλλ' ἐξ ἀσεβοῦς γνώμης πεπληρωμένον καί, ἵνα τἀληθέστερον ῥηθείη, πατρόθεν ἐπὶ τὸ ἀσεβεῖν ἠγμένον καί γε σὺν δυσὶν ἄλλοις ὁμαίμοσιν. Ἀλλὰ τούτους μὲν ἡ Τριὰς οἶδ' ὅτι ἐπιρραπίσειεν ἐνθέοις στόμασιν ὑμῶν τε καὶ τῶν ἐνταῦθα ὑπερμαχούντων τῆς ἀληθείας. σὲ δὲ καὶ τὸν οἷος σὺ μηδὲν ξενιζέτω ἡ ἔτι λυττῶσα αἵρεσις· οὔπω γὰρ ἐκτέτριπται τὸ κακὸν οὔτε δεδοκίμασται ἱκανῶς τῶν πιστῶν τὸ φιλόθεον καί, τρίτον, οὐχ οἷοί ἐσμεν ἐμβατεύειν εἰς ἄβυσσον κριμάτων θεοῦ, καθ' οὓς τρόπους ἀνέχεται ἀκμὴν κλυδωνίζεσθαι τῷ σάλῳ τῆς ἀπι στίας τὸν λαὸν αὐτοῦ, πλήν, συμπέρασμα τοῦ λόγου, ἵνα οἱ δόκιμοι φανεροὶ γίγνοιντο, ὡς ὁ τῆς σοφίας ταμίας Παῦλος λέλεχεν. διὸ καὶ παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν μὴ ἐκκακεῖν διακατελέγχειν σε τοὺς ὑπεναντίους, ἐκ τῶν ἀδύτων ταμείων τῆς καρδίας σου προφέρων τὰ θεῖα διδάγματα καὶ ὑποδεικνύων ἐντεῦθεν ἀριδήλως ὅτι Χριστὸς οὐ Χριστός, εἰ μὴ περιγράφοιτο τῇ καθ' ἡμᾶς εἰδέᾳ· εἴπερ γὰρ σὰρξ ἐγεγόνει, πάντως καὶ ὡς σὰρξ περιγράφεται, ὃ δὲ μὴ περιγράφοιτο, τοῦτο οὐκ εἴσω ἀνθρωπότητος, ἀλλ' ἔξω δῆλον ὅτι καὶ τόπου καὶ χρόνου, θεὸς γυμνὸς τῇ ἀπεριληψίᾳ τε καὶ ἀοριστίᾳ καὶ λεγόμενος καὶ νοούμενος· καὶ τοῦτο ἀραρότως εἰς ἀναμφίλεκτον ἀπόδειξιν τῆς ἀληθείας φυσικαῖς ἀκολουθίαις ἀναγκαζόμενον, περιγράφεσθαι Χριστόν, κἀν τῇ εἰκόνι προσκυνούμενον, ἐπείπερ ἐν αὐτῇ τὸ ἀρχέτυπον ἐκπέφασται, ὥς πού φησιν ὁ θεοφάντωρ ∆ιονύσιος· καὶ ἀλλαχοῦ· ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. ὥστε ὁ ἀπαναινόμενος ἐγγράφεσθαι Χριστὸν ἤρνηται ἄνθρωπον γεγονέναι καὶ ὁ μὴ προσκυνῶν αὐτοῦ τὴν εἰκόνα οὔ τί που προσκυνεῖ αὐτὸν τὸ καθόλου, κἂν νομίζῃ προσκυνεῖν, ἐπεί φησιν ὁ ἱερὸς λόγος, οἱ ἄπιστοι ὁμολογοῦσι θεὸν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ταῦτα οὐχ ὡς ἀγνοούσῃ τῇ τιμιότητί σου ὑπεδήλωσα, ἀλλ' ὡς συνομογνωμονούσῃ καὶ ὥσπερ ῥανίδα ἐκ πελάγους δογμάτων ἀνελκύσας, πρὸς τῷ καὶ ἄπειρον ἑσμὸν εἶναι πατρικῶν μετὰ καὶ τῆς ἀρχαιολόγου ἱστορίας ἀπ' αὐτῆς βαλβῖδος τοῦ κηρύγματος εἰς σύστασιν τῆς ἀμωμήτου ἡμῶν τῶν χριστιανῶν πίστεως. 525 {1Φιλοθέῳ κτήτορι}1 Μέγα κέρδος ἡγεῖταί σου ἡ τιμιότης, ὡς φῆ, δεχομένη ἡμῶν γράμματα ὁμοῦ τε καὶ μνημονευομένη πρὸς ἡμῶν αὐτῶν, τοῦτο δὲ τῆς σῆς θεόφρονος διανοίας ταπεινοφροσύνῃ πολλῇ κεχρημένης ἐγκώμιον, οὐχ ἡμῶν τῶν εὐτελῶν καὶ οὐδενὸς ἀξίων λόγου. ὅμως κατὰ τὴν πεποίθησιν αὐτῆς λήψεται τὸν μισθὸν ὑπὸ τῆς τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ δικαιοκρισίας, ἀμειβομένου τὴν πίστιν ἑκάστου ἀμοιβαῖς οὐρανίαις καὶ εἰς ἑαυτὸν τὸ τοῦ πέλας γιγνόμενον χριστοειδῶς ἀνατιθεμένου. Ἡμεῖς δὲ τῷ ὄντι χαίρομεν, ἀνδρὶ τοσούτῳ καὶ τηλικούτῳ φιλιάζειν γνωρίσαντες, οὗ ἡ ἀρετὴ διαπρύσιος καὶ ὁ ἔπαινος δικαιότατος καὶ τὸ πολίτευμα πολλοῖς ὑπόδειγμα τοῖς ἐθέλουσιν εὐσεβεῖν ἐν τῇ παρούσῃ γενεᾷ, ὡς ἐν περιωπῇ ὄρους ἀρετῶν προκείμενον. καὶ φερωνύμως ὡς ἀληθῶς ἐξέλαμψας φιλόθεος, φίλτρῳ θεοῦ τὸ ἀπράγμονον καὶ ἡσύχιον αἱρησάμενος ἐπιτηρήσει θείων ἐντολῶν καὶ ἐπιτεύξει τῶν αἰωνίων ἀγαθῶν. καίτοι ὑπάρχων καὶ κατὰ εἰδέαν ἄξιος τυραννίδος καὶ κατὰ γένος ὑπέρλαμπρος τὸ αἷμα, ἀλλ' ὁ θεῖος πόθος, σβέσας ταῦτα πάντα καὶ ὡς οὐδαμινὰ δείξας, ὅπερ καὶ ἄληθες, πρὸς τὴν ὑπέρφωτον τῆς θείας ὡραιότητος ἦρέν σου τοὺς τῆς διανοίας ὀφθαλμοὺς αἴγλην, ἐκεῖ βλέπειν, ἐκεῖ φαντάζεσθαι, ἐκεῖ μετατιθέναι τὸ πολίτευμα, οὗ χαρὰ ἀνεκλάλητος, ἔνθα ζωὴ ἀμήρυτος, ὅπου ἡ ἔλλαμψις τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος. ἀλλὰ γένοιτό σοι, ὦ