344
Καντακουζηνὸν τὸν βασιλέα ἔχθος. καιροῦ δὲ τυχὼν ἐχρῆτο τῷ πλούτῳ καὶ φανερὸς ἦν ἔχων, ὥσπερ ὑπωπτεύετο, τὸν θησαυρόν. κατασχόντος δὲ τὴν πόλιν βασιλέως, ἐπεὶ μὴ ἐξῆν ἀρνεῖσθαι, τοῦ πράγματος οὕτω φανεροῦ γεγενημένου, μετὰ τὸ πάντα ὅσα ἦν ἐν τῇ οἰκίᾳ ἀφαιρεθῆναι ὄντα οὐκ ὀλίγα καὶ περὶ τῶν κρυπτομένων ἠρευνᾶτο καὶ παρέσχετο πολλά. ἃ ἐξήρκεσε βασιλεῖ πρός τε ἄλλας δαπάνας ἀναγκαίας καὶ πρὸς τὸ Πέρσαις τοῖς συμμάχοις ἀποδοῦναι ὃν ὑπέσχετο μισθόν. ὑπὸ δὲ τὸν χρόνον τοῦτον καὶ ὁ ∆ιδυμοτείχου ἐτεθνήκει ἀρχιερεύς· πέμπτῃ δὲ ἡμέρᾳ μετὰ τὴν ἐκείνου τελευτὴν καὶ Γλάβας ὁ Σκουτέριος ἐτεθνήκει, ὥσπερ ἦν ὁ ἀρχιερεὺς προειρηκὼς, ὃ μάλιστα ἐλύπησε τὸν βασιλέα. ἦν γὰρ περὶ ἐκεῖνον πολλὴν τὴν αἰδῶ καὶ τὸ σέβας κεκτημένος. Ἀλέξανδρος δὲ ὁ Μυσῶν βασιλεὺς, ἐπεὶ οἱ Καντακουζηνοῦ τοῦ βασιλέως πρέσβεις ἧκον πρὸς αὐτὸν καὶ ἀπήγγελλον τὰ τῆς πρεσβείας, λόγον μὲν οὐδένα ἐποιήσατο πρὸς τὰ εἰρημένα· στρατιὰν δὲ ἔχων ἦλθεν ἄχρι Μόῤῥας, τὰ ἐκεῖ πολίχνια, εἰ δύναιτο, παραστησόμενος ὑπήκοα ὄντα βασιλεῖ. ἓν δὲ αὐτῶν Ὑπερπυράκιον ὠνομασμένον, καὶ πρὶν 2.427 ἐκεῖνον ἥκειν, ἄρχοντα εἰσεδέξαντο πεμφθέντα παρὰ Ἀλεξάνδρου· ἔμελλον δὲ καὶ φρουράν. ἃ παρὰ τῶν πρεσβέων μαθὼν ὁ βασιλεὺς, ἐπεὶ καὶ ἡ στρατιὰ παρῆν ἡ Περσικὴ καὶ περὶ τοῦ Κράλη ἐπυνθάνετο, ὡς ἀναστρέψειεν εἰς τὴν οἰκείαν διὰ τὴν πληγὴν τῆς στρατιᾶς, εὔθυμος γενόμενος καὶ Ματθαῖον τὸν υἱὸν ἄρχοντα τῆς τε Γρατιανοῦ καὶ τῶν ἄλλων, αἳ ὑπήκοοι ἦσαν ἐν τῇ Χαλκιδικῇ, καταλιπὼν, ὡς εἶχε τάχους, πρὸς Μόῤῥαν ἐπὶ τοὺς Μυσοὺς ἐχώρει. αἰσθόμενος δὲ Ἀλέξανδρος, ἐπεὶ μὴ ἀντικαθίστασθαι ἠδύνατο πρὸς μάχην, σπουδῇ πολλῇ διέβαινε τὸν Ἕβρον ἀτάκτως καὶ πεφυρμένως, καὶ ἐστρατοπεδεύετο ἐκεῖ, ὡς τοῦ ποταμοῦ κωλύσοντος βασιλέα μὴ συμπλέκεσθαι αὐτοῖς. ἀπώλοντο δὲ κατὰ τὸν πόρον στρατιῶταί τε ὀλίγοι καὶ ἵπποι πλεῖστοι καὶ ἀποσκευαὶ, οὐ μόνον ὑπὸ τοῦ ῥείθρου, ἀλλ' ὅτι καὶ οἱ ἐν προτάκτοις ὑπὸ βασιλέως τεταγμένοι, ἔτι τῶν Μυσῶν διαβαινόντων, ἐπέκειντο αὐτοῖς. Ὑπερπυράκιον δὲ αὖθις ἀνεσώσατο ὁ βασιλεὺς, τοῦ παρὰ Ἀλεξάνδρου ἄρχοντος διαδρᾶναι δυνηθέντος ἅμα τῷ πυθέσθαι βασιλέα ἥκοντα. Ἀλέξανδρος δὲ τοῖς βασιλέως πρέσβεσιν αὐτίκα χρηματίσας καὶ θέμενος σπονδὰς, ἐξέπεμψε, μηδὲν ἠδικηκέναι εἰρηκὼς, δι' ὃ δικαίως ἀμυνεῖται βασιλεὺς, καὶ ἀνέστρεφεν εἰς τὴν οἰκείαν. οʹ. Βασιλεὺς δὲ ἀσμένως ἀποσκευασάμενος καὶ Ἀλέ 2.428 ξανδρον, παρεσκευάζετο ὡς τοῖς εἰς Ἡράκλειαν ἐπιστρατεύσων ἅμα τῷ νέῳ συνοῦσι βασιλεῖ. Μομιτζίλος δὲ ὑπὸ τῶν ἐν Βυζαντίῳ πεπεισμένος πόλεμον ἄρασθαι πρὸς βασιλέα, ἐπεὶ εἰς ∆ιδυμότειχον ᾔσθετο ἀφιγμένον, Ἀβδηρίταις ἐπεστράτευσεν, ἐν οἷς ὡρμίζοντο αἱ πρότερον παρὰ Ἀμοὺρ πεντεκαίδεκα νῆες πρὸς βασιλέα κατὰ συμμαχίαν ἀφιγμέναι, ἃς ἐφύλαττον πεντήκοντα καὶ διακόσιοι Περσῶν· οἱ λοιποὶ δὲ συνῆσαν βασιλεῖ. ἐξ ὧν ὁ Μομιτζίλος κατὰ τὴν ἔφοδον ἐκείνην ἐνέπρησε τρεῖς, τῶν ἄλλων περισωθεισῶν· Περσῶν δὲ ἀπώλετο οὐδείς. πρὸς δὲ τοὺς βασιλεῖ συνόντας τις ἐλθὼν, ὡς ναῦς τε συμπάσας ἐμπρήσειε Μομιτζίλος ἐπελθὼν καὶ τοὺς φύλακας ἀποκτείνειε, διαδρᾶναι δυνηθέντος μηδενὸς, ἀπήγγελλεν. οἱ δ' ἦσαν ἐν τοῖς ὅπλοις εὐθὺς καὶ ὥρμηντο Μομιτζίλῳ ἐπιέναι. βασιλέως δὲ κωλύειν πειρωμένου, ὡς μετὰ τὴν ἐξ Ἡρακλείας ἐπάνοδον ἐπιστρατεύσοντας ἐκείνῳ μετὰ τῆς προσηκούσης ἐπιμελείας καὶ σπουδῆς, καὶ ἀναγκαιοτέραν τὴν εἰς Ἡράκλειαν στρατείαν ἐκ πολλῶν ἀποδεικνύντος, οὐδὲν ἀναγκαιότερον ἔφασαν ἐκεῖνοι τοῦ ἀμύνεσθαι ὑπὲρ τοῦ φόνου τῶν ὁμοφύλων. ὁρῶν δὲ ὁ βασιλεὺς, ὡς μὴ δύναιτο κατέχειν, καὶ τὴν Ῥωμαίων συνεξέπεμπε στρατιὰν, ἅμα μὲν κακώσουσαν τὰ Μομιτζίλου ἤδη φανερῶς ἀφεστηκότος, ἅμα δὲ καὶ περὶ τῶν βαρβάρων δεδοικὼς, μὴ διαφθαρῶσιν ὑπ' ἐκείνου, ἀξιόμαχον στρατόπεδον ἤδη κεκτημένου καὶ πρὸς τόλμαν καὶ εὐψυχίαν οὐδενὸς τῶν τότε 2.429 λειπομένου. Μομιτζίλος δὲ, ὅπερ ἐγένετο, ὑπωπτευκὼς, ὡς οὐκ ἂν ἀνάσχοιτο τὴν ὕβριν ὁ βασιλεὺς, ἀλλ' ἐπ' αὐτὸν πέμψοι στρατιὰν, τήν τε χώραν συνέστειλεν εἰς τὰς