344
Προχείρισαι. προβαλοῦ. Προσαγηόχασι. προσήγαγον. Προκυλινδοῦμαι. κυλίομαι. pi.1588 Προσφωνεῖ. προσαγορεύει. Προπομπεύεσθαι. ὀψικεύεσθαι. Προσκίρτησον. χόρευσον. Πρόμολε. πρόελθε. Προείκασιν. επεμψαν. Προβάλλεσθαι. τὸ προβάλλεσθαι ἐπὶ τοῦ δυσχεραίνειν καὶ φεύγειν οὐδεὶς ειρηκε τῶν δοκίμων· τὸ δὲ προβάλλεσθαι αὐτὸ τὸ προτείνεσθαι δηλοῖ. καὶ προβεβλημένως γὰρ πρός τινας εχειν λέγεται τὸ παρατεταγμένως καὶ ἀπίστως διακεῖσθαι. *Προμιλέγια. ηγουν προνόμια.* Προτιόσσομαι. ὑπολαμβάνω. Προταμών. ἀποκόψας. η τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος. Προχέοντο. προήρχοντο. μεταφορᾶς ὁ τρόπος. ἀπὸ τοῦ χέω. κυρίως γὰρ τὸ χέω ἐπὶ ὑδάτων λέγεται. Προτείνουσιν. ἀντὶ τοῦ προτιθέασι καὶ προβάλλονται. Προσέκοψαν. ἠπίστησαν. καὶ ὁ ̓Απόστολος· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται. Προσελάβετο. ἐφειλκύσατο. καὶ ὁ ̓Απόστολος· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. pi.1589 Προσλαβοῦ. μετὰ ἀγάπης δέξαι. Προσέξονται. ἀντὶ τοῦ προσκολλῶνται. προσέξονται ταῖς κοτύλαις αἱ πέτραι. *Πρεσβεύομεν. μεσιτεύομεν. καὶ ὁ ̓Απόστολος· ὑπὲρ Χριστοῦ πρεσβεύομεν.* ( ̓Επίῤῥημα.) Πρᾴωσ. ἡσύχως. Πρηνή. ἐπὶ πρόσωπον. Πρίν. ἀντὶ τοῦ πρότερον. Προβεβλημένωσ. παρατεταγμένως καὶ ἀπίστως διακεῖσθαι. Πρόπαρ. προπάροιθεν. αρον δύο συλλαβὰς, γίνεται πρόπαρ. ἀντὶ τοῦ πρότερον η εμπροσθεν. Προπάροιθεν. ἀντὶ τοῦ πρότερον. Πρόσω. εμπροσθεν. Προσενωπίως καὶ προσενώπιον. πρὸς τοὺς ἐξ ἐναντίας τῶν εἰσόδων τοίχους. διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. Προτροπάδην. προτρεπτικῶς φεύγων τοῦ πολέμου. Προσφόρωσ. ἁρμοδίως. Προσφάτῳ. πρωτολογίαις, η προοιμίοις. Πρόχnu. τὸ ἐπὶ γόνυ πεσεῖν· παντελῶς ὀκλάσαι. οἱονεὶ προγόνυ, καὶ συγκοπῇ πρόγνυ καὶ πρόχnu. ἡ γὰρ πρὸ ἀντὶ τοῦ ἐπὶ κεῖται. Πρῴην. εχει τὸ ˉι κατὰ τὴν παραλήγουσαν. εστι pi.1590 γὰρ πρωῒ, ἐκ τούτου γίνεται παράγωγον πρώϊος καὶ τὸ οὐδέτερον πρώϊον. ὡς καὶ ὁ ποιητής· -ην εδησα πρώϊον-. τούτου τὸ θηλυκὸν ἡ πρωΐα, ἡ αἰτιατικὴ τὴν πρωΐαν, καὶ ἰωνικῶς τρέπεται τὸ α εἰς η, καὶ συναιρέσει τοῦ ˉω καὶ ˉι εἰς τὴν ˉω δίφθογγον πρώην. καὶ χωρεῖ εἰς ἐπιῤῥηματικὴν σύνταξιν. Προβάδην. περιπατῶν. ̔Ησίοδος· μήτ' ἐν ὁδῷ μήτ' ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς. Τὸ Π μετὰ τοῦ Τ. ( ̓Αρσενικόν.) Πταρμόσ. κεφαλῆς αισθησις. ἐπεὶ οἱ θίγοντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται. Πτερωτήσ. ἀλείπτης, κουφιστής. καὶ πτερόεις, καὶ πτερωτός. Πτερνισμόσ. ἐπιβουλή· δόλος· ἀπάτη. Πτίλοσ. ὁ ἐκπεπτωκὼς τῶν ιλλων. η κατὰ πλεονασμὸν τοῦ ˉπ ἐπὶ τῶν ἀποτετιλμένων τὰ βλέφαρα. Πτολεμαῖοσ. κύριον. Πτόρθοσ. βλαστὸς, κλάδος. οὐχ ευρον αὐτοῦ τὴν ἐτυμολογίαν. οιμαι δὲ, παρὰ τὸ πτείρω γίνεται πτόρος, ὡς φθείρω, φθόρος, καὶ πλεονασμῷ τοῦ θ πτόρθος. pi.1591 †Πτύανοι. μίγμα παντοδαπῶν ὀστρέων.† Πτύελοσ. τὸ πτύσμα. Πτύξαγρις καὶ πύξαγρισ. ὁ καρκῖνος. διὰ τὸ τὰς πτύχας η τὰ πυξία τῶν ὀστρείων ἀγρεύειν. λέγεται γὰρ ενδον τῶν πτυχῶν τιθέναι λιθίδιον μικρὸν, οπως ῥᾷον διὰ τοῦ ποδὸς ἐφελκύσῃ τὴν ὀστρειακὴν σάρκα. Πτωχόσ. ὁ ἀπὸ πλούτου κατελθὼν εἰς ενδειαν. ἀπὸ τοῦ ποτὲ εχειν. η ἀπὸ τοῦ πτώσσειν καὶ προσπίπτειν τοὺς δεομένους. η παρὰ τὸ πτήσσειν περὶ τὴν ὀχὴν καὶ τὴν τροφήν. Πτώξ. ὁ λαγωός. παρὰ τὸ πτήσσω η τὸ πτώσσω, τὸ φοβοῦμαι· δειλὸς γάρ ἐστιν. ἀπὸ τοῦ πτῶ δὲ παράγωγον πτώσσω, ὁ μέλλων πτώξω, ἀποβολῇ τοῦ ˉω πτώξ. πτὼξ διὰ τί ὀξύνεται; τὰ ἀπὸ μελλόντων ἀποβολῇ τοῦ ˉω γινόμενα ὀνόματα ὀξύνονται, οιον πτώξω πτὼξ, ῥὼξ, πούς. Πτώϊοσ. ὁ ̓Απόλλων. καὶ Πτοῖος. εστι καὶ πτοῖος ὁ φόβος. (Θηλυκόν.) Πτέρνα καὶ πτέρνη. ἀμφότερα παρὰ τὸ πεπτωκέναι ἐν αὐτῇ τὸ ολον σῶμα. η παρὰ τὸ πατεῖν τὴν εραν ηγουν τὴν γῆν. Πτῆσισ. ἡ τῶν ὀρνίθων πέτασις. Πτισσάνη. ἡ λελεπτισμένη κριθή. παρὰ τὸ πτίσσω, τὸ καθαίρω η τὸ τύπτω. καὶ ἐπτισμένον. η πτισσάνη τὸ πίτυρον. Πτολεμαΐσ. πόλις. Πτοία. ὁ φόβος. *ἐξ ου καὶ πτοιαλέος.* Πτύχεσ. αἱ ἐξοχαὶ η τὰ σανίδια τῶν βιβλίων. pi.1592 Πτώσεισ. ἡ γενικὴ, ἡ δοτικὴ καὶ ετεραι. ἀπὸ τῆς ὀρθῆς καὶ εὐθείας μεταπίπτουσιν εἰς