344
θαυμάσιε καὶ ἐπιπόθητε ἡμῖν, ἐπαύξησις ἀρετῆς ἔτι καὶ ἔτι καὶ θησαύρισις ἀγαθῶν ἔργων εἰς τὸ μεγαλεμπόρως ἀπᾶραί σε τῶν ἐνθένδε ἐπὶ μεθέξει τῶν ἀιδίων. Τὰ μὲν οὖν τῆς προσηγορίας ἐνταῦθα κείσθω. ἐπειδὴ δὲ καὶ περὶ τοῦ πρεσβυτέρου ἐπερώτησας αὖθις, ὑποδείξας τὸ ἀνεξαγόρευτον ὄφλημα, ἐκεῖνο λέγομεν, ὅτι ὁ κανὼν οὐδὲ εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον παραχωρεῖ, πόσῳ γε μᾶλλον στεφανῶσαι τὸν τοιοῦτον; ὁ γὰρ στέφανος ἐπιτίθεται ἐπὶ τῷ νικῶντι τὴν ἀκρασίαν καὶ τὸ τῆς παρθενίας κλέος ἀποσωσαμένῳ. ὁ δὲ διγαμῶν πρὸς τῷ μὴ ἄξιος εἶναι στεφανωθῆναι καὶ ἐπιτιμίοις ὑποβέβληται κανονικῶς. πῶς οὖν οὐκ ἔδεισε στεφανῶσαι τοὺς ὑπὸ κανόνας κειμένους τῆς διγαμίας; παρ' ἡμῶν τοίνυν, σύγγνωθι, ἵνα μηδὲν ἦν ἄλλο αἰτίαμα, οὐκ ἐπιτέτραπται τὸ καθόλου ἱερουργεῖν, οὐκ οἶδα εἰ μή τι κατ' οἰκονομίαν μεταδιδεῖν ὑμῖν τῶν ἁγιασμάτων, παρὰ σεσωσμένου πρεσβυτέρου τετελεσμένων. περὶ τοῦ ἀναγνώστου, ὅτι ἐπέστρεψεν ἐπιτιμιασθείς, δίκαιόν ἐστιν ἕως καιροῦ συνόδου μὴ ἀποστολίζεσθαι αὐτόν· ὁ μὲν γὰρ πρεσβύτερος εἴργεται τῆς λειτουργίας ἐπιτιμιασθείς, ὁ δὲ διάκονος τῆς διακονίας καὶ ὁ ἀναγνώστης τῆς ἀναγνώσεως. ἡμεῖς οὕτως φρονοῦμεν καὶ τυποῦμεν, ὡς δὲ ἡ εὐσέβεια ὑμῶν νομίζει, ποιείτω. 526 {1Εἰρήνῃ πατρικίᾳ}1 Τῆς ἀγαθῆς σου πεποιθήσεως σύμβολον τὸ ἡμᾶς τοὺς ταπεινοὺς προσαγορεῦσαι, κυρία τιμιωτάτη μοι, διὰ τοῦ ἠγαπημένου ἡμῶν ἀδελφοῦ κυρίου Πέτρου καὶ συγγενοῦς σου· δι' οὗ καὶ ἡμεῖς ἀντιπροσαγορεύομεν ὀφειλομένως, ἐπαινοῦντές σου τὸ εὐσεβὲς καὶ εὐζήλωτον ἐν ἀγαθοῖς, ὅτι τοῦτο καὶ ἀφ' ἑαυτῶν ἴσμεν καὶ παρὰ τοῦ ἀδελφοῦ πολλάκις διδασκόμεθα, καί γε ὡς διὰ θεοῦ ἀγάπην καὶ αὐτὸν διὰ τιμῆς ἄγοις ἀξίως τῆς ἐνούσης σοι ἀρετῆς καὶ τῆς τοῦ ἀνδρὸς πολιτείας. Ἐπειδὴ δὲ ἠρώτησας περὶ τοῦ μοναστηρίου τοῦ ἐπιλεγομένου τοὺς Λέοντας, ὡς εἰ δέοι ἀνδρεῖον αὐτὸ καταστήσασθαι, οὕτως αἱρέσεως ἔχουσα ἐν τῷ μετασχηματισμῷ τοῦ πρὶν γυναικείαν μονὴν ὀνομαζομένου καὶ χρηματίσαντος, τοῦτο ἀποκρίνασθαι ἔχομεν, ὅτι, εἰ μὲν νεωστὶ ἦρκταί σοι καθιεροῦν τὸν τόπον, ἐξὸν ὅπερ αἱρῇ διαπράξασθαι· ἐπειδὴ δὲ προκαθιέρωται διὰ τῆς ἐν μακαρίᾳ μνήμῃ τελεσθείσης σου θυγατρὸς ἐκεῖσε καθηγουμένης καὶ τοῦτο ἐπὶ χρόνοις ἱκανοῖς διακρατησάσης μετὰ καὶ συνοδίας παρθενικῆς, εἰ καὶ ὅτι μετάθεσις γέγονεν ἐκ τοῦ προλαβόντος ἐμφυλίου πολέμου τῆς ἀδελφότητος τῶν ἐκεῖσε, αὐτῆς τε τῆς ἡγουμένης δεῦρο κατακειμένης ἐν θήκαις ὁσίαις μετὰ καὶ προλαβουσῶν ἄλλων ὁμοταγῶν ψυχῶν, οὐ θεμιτόν, ὡς οἶμαι κυρία, ἐξαλλαγὴν ποιήσασθαί σε, μάλιστα τῶν ἀφεθεισῶν ἀδελφῶν καὶ τέκνων τῆς προηγησαμένης ὧδε αἱρουμένων λατρεύειν θεῷ, ἔνθα καὶ ἡ καθηγουμένη κατάκειται. ἀποστολικὸς ὁ λόγος ἐστίν· ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. μονὴ ἐκλήθη γυναικεία· τίς λόγος τῆς μεταλλαγῆς ἀνδρώνυμον γενέσθαι, καίτοι ἀνδρῶν μὴ κατ' ὀφθαλμοὺς φαινομένων καὶ τῶν ἐκβεβλημένων οὐκ ἀνεχομένων μὴ οὐχὶ ἐκεῖσε διαζῆν; εἰ δὲ ὅτι γέγονε πολλάκις ἐξαλλαγὴ ἔν τισι μοναστηρίοις, ἀλλὰ κατὰ διωγμοῦ αἰτίαν καὶ ὑφαρπαγὴν οὐχ ὁσίαν καὶ ἐξουσίαν οὐκ ἔνθεσμον. οἷς δὲ καὶ πίστις ὀρθὴ καὶ βίος μὴ ἀνθιστάμενος, τούτοις ἀκόλουθον ἂν εἴη ἐνθέσμως καὶ κανονικῶς λέγειν καὶ πράττειν. ∆ιὰ τοῦτο παραινοῦμεν καὶ ἀντιβολοῦμεν, ὡς αὐτῆς τῆς μακαρίας θυγατρός σου φωνὴν ἀφιείσης δι' ἡμῶν τῶν ταπεινῶν, μενέτω τὸ μοναστήριον οἱ Λέοντες γυναικεῖον χρηματίζον καὶ φρουροῦν τὰς καταλειφθείσας θυγατέρας αὐτῆς ἐν πνεύματι λάτριδας θεῷ· τοῦτο γὰρ σὺν ἐκείνῃ καὶ τῇ σῇ θεοσεβείᾳ κλέος ὅτι μάλιστα καὶ ἀνεπίψογον τοῖς ἐπισκήπτουσι τὰ ἡμέτερα. ὅπερ παρεγγυᾷ ὁ ἀπόστολος, λέγων· ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλη-σίᾳ τοῦ θεοῦ. ἐπεί, ἐὰν μὴ οὕτως πράξοις, τὸ μὲν δρᾶμα στάσιν οὐχ ἕξει, ἅπαξ κινηθὲν ἐκ τοῦ καθήκοντος εἰς τὸ παρὰ φύσιν, ἡμεῖς δὲ οὐκ ἔξω κωμῳδίας, προσθείην δ' ἂν καὶ κατακρίσεως, ἀπενεγκοίμεθα παράπτωμα. 527 {1Εὐδοκίμῳ σπαθαρίῳ}1 Ὠψίσαμεν