345
πόλεις καὶ τὰ φρούρια καὶ αὐτὸς παρεσκεύαστο ὡς ἐπὶ μάχην. ὁρῶν δὲ τὴν Περσῶν καὶ Ῥωμαίων στρατιὰν δυνατωτέραν οὖσαν, ἢ ὥστε διακινδυνεύειν πρὸς αὐτὴν, τὸ νῦν μὲν ἔχον ἔγνω ἡσυχάζειν καὶ ἐπὶ λεηλασίαν τρέπεσθαι ἐᾷν, ἀναστρέφουσι δὲ ἐπιτίθεσθαι καὶ βλάπτειν, ἤν τι δύνηται. καὶ τὴν στρατιὰν ἔχων, κατὰ τὸ Περιθεώριον ὑπὸ βασιλίδα ἔτι τελοῦν διέτριβεν ἐλθὼν καὶ τὴν ἀνάζευξιν περιέμενε τῆς στρατιᾶς. βασιλεῖ δὲ τῷ Καντακουζηνῷ ἐν Κουμουτζηνοῖς τὴν ἐπάνοδον τῆς στρατιᾶς καὶ αὐτῷ ἐκδεχομένῳ, ἐδόκει δεῖν προελθεῖν ἐπὶ μικρὸν, εἴ πως ἐγγένοιτο παρά του τι περὶ τῆς στρατιᾶς πυθέσθαι. καὶ προῆλθεν ἄχρι πόλεως Μεσήνης παλαιᾶς, ἐκ πολλῶν ἐτῶν κατεσκαμμένης, ὅσον ἑξήκοντα ἔχων ἑπομένους στρατιώτας. ἐκεῖ δὲ τοῦ ἵππου μετὰ τῶν συνόντων ἀποβὰς, σκοποὺς μὲν ἔπεμπε πρότερον φυλάττειν πόῤῥωθεν. νυσταγμῷ δὲ ληφθεὶς, ὕπνωττεν ἐπὶ μικρόν· ὑπνώττοντι δὲ ἠκούετο λέγουσα φωνή· «ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» ἀνέστη μὲν οὖν αὐτίκα ὑπὸ τῆς φωνῆς θορυβηθεὶς, καὶ τοῖς παροῦσι διηγεῖτο. ἅμα δὲ καὶ οἱ σκοποὶ ἀπήγγελλον ἐλθόντες, ὡς προσελαύνει στρατιά· ἀκριβῶς δὲ οὐκ εἶχον εἰδέναι ὅθεν εἴη. βασιλεὺς δὲ καὶ οἱ περὶ αὐτὸν ᾠήθησαν μὲν εἶναι τὴν οἰκείαν, ὑποστρέφουσαν ἐκ τῆς λεηλα 2.430 σίας, ὅμως ὑπὸ τῆς κατὰ τοὺς ὕπνους τεθορυβημένος φωνῆς, τούς τε νεμομένους ἵππους ἐκεῖ τῆς στρατιᾶς ἐκέλευε τοὺς νομέας ἀπάγειν εἰς Κουμουτζηνὰ, καὶ Μανουὴλ τὸν Ταρχανειώτην ἐκ τῶν παρόντων ὀλίγους ἐκέλευεν ἀπολεξάμενον, εὐθὺ τῆς ἐρχομένης στρατιᾶς χωρεῖν καὶ κατασκέπτεσθαι ὅθεν εἴη· αὐτὸς δὲ ἀνελάμβανε τὰ ὅπλα μετὰ τῶν συνόντων. οὔπω δὲ ὡπλισμένων παντελῶς, τεθορυβημένος ἐπανῆκεν ὁ Ταρχανειώτης, πολεμίους εἶναι φάσκων τοὺς ἐπιόντας. οὔπω δὲ πᾶν εἴρητο ἔπος, καὶ οἱ πολέμιοι παρῆσαν. ἦν δὲ ὁ Μομιτζίλος, χιλίους ἄγων ἐπιλέκτους, παρά τινων κατασκόπων, οὓς ἔπεμψεν αὐτὸς, περὶ βασιλέως πεπυσμένος, ὅτι ἐν Μεσήνῃ τὸ νῦν ἔχον διατρίβει. ἦν γὰρ ὀλίγον ἐν ᾧ διεῖχε Περιθεώριον Μεσήνης. βασιλεὺς μὲν οὖν τοὺς περὶ αὐτὸν συναγαγὼν, ἐβάδιζεν εὐτάκτως διὰ Μεσήνης τὴν ἄγουσαν εἰς Κουμουτζηνά. ὁρῶν δὲ ὁ Μομιτζίλος οὐκ εὐθὺς ἐπὶ φυγὴν τραπέντας, ἀλλὰ βάδην καὶ τεταγμένως ἀπιόντας, ἔδεισε μή, τινων ἐνεδρευόντων ἐν τοῖς ἐρειπίοις τῆς πόλεως, τροπὴ γένηται περὶ αὐτὸν, ἀτάκτοις καὶ διεσκεδασμένοις ἀθρόον ἐπελθόντων, καὶ συνεῖχε καὶ αὐτὸς τὴν στρατιὰν σχολαίως πορευομένην ἐν λόχοις τρισίν. ἐπεὶ δὲ βασιλεὺς καὶ οἱ περὶ αὐτὸν ἔξω τῶν ἐρειπίων ἦσαν καὶ ἐνέδρας ὑποψία οὐδεμία ἦν, ἤλαυνον οἱ περὶ Μομιτζίλον ἐπ' ἐκείνους ἀκρατῶς. τραπομένων δὲ ἁπάντων εἰς φυγὴν, ἐπεὶ οἱ προδραμόντες τῶν πολεμίων ἐγγὺς ἦσαν βασιλέως, τῶν ἄλλων γὰρ αὐτὸς 2.431 τελευταῖος ὑπελείπετο, συστραφεὶς ἠμύνετο τοῖς πρώτως φθάσασι, καὶ ἔπιπτεν ὁ βασιλέως ἵππος τοῖς πολεμίοις συμβαλόντος. τῶν οἰκετῶν δὲ εἷς παρὼν, Λαντζαρέτος ὄνομα, τοῦ ἵππου ἀποβὰς, παρείχετο τὸν ἵππον βασιλεῖ, ἅμα δὲ καὶ συνήρατο ἐπιβῆναι. ἐπιβαίνοντα δὲ ξίφει τις ἔπληξεν ἐπιστὰς κατὰ τῆς κεφαλῆς, ἔβλαπτε δὲ οὐδὲν, τοῦ κράνους πρὸς τὴν πληγὴν γενναίως ἀντισχόντος. ἐξ ἐκείνου δὲ διὰ πάσης ἀμυνόμενος τῆς ὁδοῦ καὶ πλήττων καὶ πληττόμενος, παρῆλθον γὰρ αὐτὸν πολλοὶ τῶν πολεμίων, ἦλθεν εἰς Κουμουτζηνὰ, παραδόξως διασωθεὶς, Λαντζαρέτον δὲ ξίφεσι καὶ δόρασι κατατραυματίσαντες καὶ νομίσαντες ἀπεκτονέναι, δεκάκις γὰρ ἐτραυμάτισαν πρὸς τοῖς ὀκτὼ, ἀπέλιπον ἐμπνέοντα. βασιλεὺς μὲν οὖν οὕτως ἐκ τοῦ τοσούτου κινδύνου, μηδενὸς ἂν προσδοκήσαντος, διεσώζετο, καὶ ὁ Μομιτζίλος οὐδὲ βραχὺ προσμείνας ἀνεχώρει. Λαντζαρέτον δὲ πέμψας ὁ βασιλεὺς ἤγαγεν εἰς Κουμουτζηνὰ ἐμπνέοντα ἔτι· καὶ πολλῆς ἀξιωθεὶς ἐπιμελείας, ἐν ὀλίγῳ χρόνῳ ὑγιής τε καὶ σῶος αὖθις ἦν, μηδὲν τῶν μελῶν ὑπὸ τῶν πληγῶν ἀποβαλὼν, πολλῆς τε εὐμενείας καὶ τιμῆς ἀπέλαυε παρὰ βασιλέως, καὶ μειζόνων, ἢ ἐτύγχανε, δοκῶν εἶναι ἀξιώτερος διὰ τὴν ἐπιδεδειγμένην πρὸς ἐκεῖνον εὔνοιαν. ἔπεσον δὲ καὶ τῶν ἄλλων τέτταρες, ὧν εἷς ὁ Βρυέννιος