345
στρατηγοῖς τὴν φρουρὰν αὐτῆς ἐνεχείρισε. τῷ Καίσαρι δὲ σὺν τῇ στρατιᾷ πρὸ τοῦ αστεος γενομένῳ τῶν τε βουλευτῶν τινες καὶ τῶν τοῦ δήμου πολλοὶ προσεχώρησαν, καὶ οἱ στρατηγοὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ἐκείνῳ παρέδοσαν· καὶ ουτω τὴν πόλιν ἀμαχεὶ κατασχὼν υπατος καὶ παρὰ τοῦ δήμου προυβέβλητο, μηδ' ἀπαντήσας εἰς τὴν συνάθροισιν, ινα μὴ δοκῇ βιάζεσθαι τούτους. καὶ συνάρχων αὐτῷ ἐδόθη ὁ Κύιντος 2.383 ὁ Πέδιος, ειγε ουτω καλέσαι αὐτόν, ἀλλὰ μὴ υπαρχον δεῖ. Ουτω δ' υπατος αἱρεθεὶς ὁ Καῖσαρ τά τε ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὐτῷ κατεστήσατο καὶ χρήματα τοῖς στρατιώταις παρέσχετο, λόγῳ μὲν οικοθεν, εργῳ δ' ἐκ τῶν κοινῶν, καὶ τούτοις χάριν ὡμολόγει. παρὰ δὲ τῆς βουλῆς αὐτῷ πολλὰ πρὸς τιμὴν ἐψηφίσθησαν, δοκήσει μὲν ἑκούσης, τῇ δ' ἀληθείᾳ φόβῳ βιαζομένης. πρὸς δὲ τοῖς αλλοις καὶ εἰς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα εἰσεποιήθη, καὶ τὴν ἐπίκλησιν ειληφεν. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτὸν Καίσαρα, ὡς μετὰ τοῦ κλήρου καὶ τὴν προσηγορίαν διαδεξάμενος, οὐ μέντοι βεβαίως αὐτὴν ειχε πρὸ τοῦ ταύτην κατὰ τὰ πάτρια βεβαιώσασθαι. εκτοτε δὲ Γάιος ̓Ιούλιος Καῖσαρ ̓Οκταβιανὸς ἐπεκλήθη· νενόμισται γὰρ τοὺς υἱοθετουμένους τὴν μὲν αλλην πρόσρησιν ἀπὸ τοῦ εἰσποιησαμένου λαμβάνειν, εν δέ τι τῶν προτέρων ὀνομάτων τηρεῖν. ̓Επεὶ ουν τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, τὴν τῶν καταλειφθέντων τῷ δήμῳ διανομὴν παρὰ τοῦ πατρὸς ἐποιήσατο, ινα καὶ τούτους ἐφ' ἑαυτὸν ἐπισπάσηται καὶ μὴ ἐναντιουμένους εξει πρὸς τὴν τῶν φονέων τοῦ πατρὸς τιμωρίαν τραπόμενος. δικαστήρια μὲν ουν ἐκάθισεν, ινα μὴ δοκῇ βιαίως τι πράττειν, καὶ ταῦτα τῶν πλειόνων ἀπόντων, τινῶν δὲ καὶ ἡγεμονίας ἐχόντων ἐθνῶν. εἰ δέ τινες καὶ παρῆσαν, ουτε ἀπήντησαν δεδιότες, ἀλλὰ καὶ λάθρᾳ που ἐξεχώρησαν. ἐρήμην ουν οὐχ οἱ αὐτόχειρες οὐδ' οἱ συνομόσαντες μόνον ηλωσαν, 2.384 ἀλλὰ καὶ συχνοὶ ετεροι μὴ μετασχόντες τῆς ἐπιβουλῆς, τινὲς δὲ μηδ' ἐνδημοῦντες τότε τῇ πόλει, ων εις ην καὶ ὁ Πομπήιος Σέξτος· οι πυρός τε καὶ υδατος ειρχθησαν καὶ αἱ οὐσίαι σφῶν ἐδημεύθησαν. Ταῦτα τοίνυν πράξας ὁ Καῖσαρ ἐπὶ τὸν Λέπιδον καὶ τὸν ̓Αντώνιον δῆθεν ἐστράτευσεν· εργον δ' οὐδὲν επραξεν, οὐχ οτι τῷ ̓Αντωνίῳ κεκοινολόγητο καὶ δι' ἐκείνου καὶ τῷ Λεπίδῳ, ἀλλ' οτι ἰσχυροὺς αὐτοὺς ἑώρα καὶ ὁμογνώμονας, καὶ ηλπισε δι' αὐτῶν τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα δυνηθέντας ηδη καταγωνίσασθαι καὶ μετὰ τοῦτο κἀκείνους δι' ἀλλήλων χειρώσασθαι. διὰ ταῦτα τὰς συνθήκας ὁ Καῖσαρ καὶ ακων ἐτήρησε, καὶ καταλλαγὰς αὐτοῖς πρὸς τὴν βουλὴν καὶ πρὸς τὸν ομιλον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ταύτας εἰσηγησάμενος διὰ τὸ ἀνύποπτον, ἀλλὰ τὸν Κύιντον τοῦτο συμβουλεῦσαι παρασκευάσας. αὐτὸς δὲ τῶν ἐν τῇ πόλει κοινωσαμένων αὐτῷ περὶ τούτου ακων προσεποιεῖτο τῇ πράξει συγκατατίθεσθαι, παρὰ τῶν στρατιωτῶν βιαζόμενος. ψηφισθείσης δὲ τῆς καταλλαγῆς αὐτοῖς, ωρμησαν καὶ αμφω ἐπὶ τὸν Καίσαρα, τὸ πλεῖστον καὶ τὸ κράτιστον τοῦ στρατοῦ ἐπαγόμενοι. ουτε γὰρ βεβαίως ἐπίστευον αὐτῷ ουτε δι' ἐκεῖνον ηθελον δοκεῖν τὴν αδειαν ψηφισθῆναι αὐτοῖς καὶ τὴν κάθοδον, δι' ἑαυτοὺς δὲ καὶ τὴν σφετέραν ἰσχύν, καὶ τυχεῖν ηλπιζον ων ἐβούλοντο διὰ τὰ στρατόπεδα. καὶ ὁ Καῖσαρ δ' αὐτοῖς μετὰ πλήθους στρατιωτῶν προσυπήντησε. καὶ συνῆλθον εἰς ὁμιλίαν, διαλεξάμενοί τέ τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἐς δὲ τὸ φανερὸν διωμολογήσαντο κοινῇ τοὺς τρεῖς ἐπιμελητὰς καὶ διοικητὰς τῶν πραγμάτων γενέσθαι ἐπὶ πενταετίᾳ, ινα μὴ ὀλι2.385 γαρχίας δοκῶσιν ἐφίεσθαι. ἰδίᾳ δὲ καὶ ἀρχὰς ἐθνῶν ἑαυτοῖς προσενείμαντο, ινα μὴ πᾶσαν τὴν ἀρχὴν νομίζωνται σφετερίζεσθαι. καὶ τῶν ἐχθρῶν σφαγὰς ἀλλήλοις ἀντέδοσαν. καὶ Λεπίδῳ μὲν τῆς τε ̔Ρώμης τὴν φυλακὴν καὶ τῆς λοιπῆς ̓Ιταλίας ἀνέθεσαν, Καῖσαρ δὲ καὶ ̓Αντώνιος ἐπὶ τὸν Μάρκον Βροῦτον στρατεύσασθαι συνέθεντο καὶ τὸν Κάσσιον. καὶ ορκοις τὰ δόξαντα ἐπιστώσαντο, καὶ τοὺς στρατιώτας συγκαλέσαντες ἐδημηγόρησαν οσα ἐπὶ τούτοις εἰκός. οἱ δὲ τοῦ