345
τοῦ ἀντεπιστεῖλαι τῇ τιμιότητί σου, ὥστε μικροῦ δεῖν καὶ ἐκκεκροῦσθαι ἡμᾶς τῆς τῶν ἐπεσταλμένων δυνάμεως. ἀλλὰ τὸ αἴτιον, τοῦ μὴ παρεῖναι πιστὸν γραμματηφόρον. νῦν δέ, ἐπειδὴ ἐξ ἀναγκαίου ἀπεστείλαμεν τὸν οἰκονόμον τῆς καθ' ἡμᾶς μονῆς ἐν τοῖς αὐτόθι, εἰκότως τὸ ἐλλιπὲς ἀποπληροῦμεν, ἐκεῖνο πρῶτον λέγοντες, ὅτι οὐχ οἷοί ἐσμεν φαρμακεύειν ψυχὴν λυπουμένην καὶ πολλοῖς τετρυχωμένην πάθεσιν. ὅμως πειρατέον ἐκ τῶν θεοπνεύστων λογίων τὴν θεραπείαν ἐξευρίσκειν. Τί οὖν φησιν ὁ τούτων μέγιστος ταμίας; πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. εἰ οὖν ἐν παντὶ καιρῷ καὶ ἐν παντὶ πράγματι καὶ ἀδιαλείπτως τὸ χαίρειν καὶ εὐχαριστεῖν καὶ προσεύχεσθαι ἡμῖν διατέτακται, οὐκ ἂν ἐξοιχήσεται χρόνος, οὐδὲ ὁ ἀκαριαῖος, μὴ οὐχὶ περιοριζόμενος ἐν τῷ χαίρειν καὶ εὐχαριστεῖν τὸν ἀληθινὸν χριστιανόν. οὔκουν λοιπὸν θλιπτικὰ τὰ παρόντα, κἂν οἷά ποτ' ἂν εἶεν, τῆς δυσπραγίας ἔχοντα τὸ ὑπέρογκον. καὶ ταῦτα οὐχ ὡς ἀγνοούσῃ τῇ ἀγαθῇ σου ψυχῇ, ἀλλ' ὑπομνηστικῶς εἴρηταί μοι, ἐπειδὴ κάμνουσα ψυχὴ ἔσθ' ὅτε ἀτονεῖ πρὸς τὸ ἀνηγμένον τῆς θεωρίας. δεύτερος λόγος μοι ὅτι, εἰ καὶ πολλῶν τῶν ἐνόντων ἀπεγύμνωσάν σε οἱ ἐξουσιάζοντες, ἀλλ' οὐδαμῶς ἀποτερῆσαί σε τοῦ τιμιωτέρου κτήματος ἠδυνήθησαν. οὐχ ὁρᾷς καὶ εὐχαριστεῖς, οἵαν σοι γνῶσιν ὁ θεὸς ἐθησαύρισεν, πηλίκην γλῶσσαν, ἐξ ἧς ὡς ἐξ ἀδύτων θησαυρῶν τῆς καρδίας προφέρει τὰ ἀγορεύματα καὶ διανοήματα προὶξ ὅτι μάλιστα; τοῦτο προφερέστατον καὶ πάντων χρημάτων χρηματιστικώτερον καὶ πάσης οὐσίας ὑπερουσιώτερον· ὅ, εἴ τις κέκτηται, τῶν ἄγαν πολυουσίων αἱρετώτερός ἐστι τῷ νοῦν ἔχοντι, κἂν ῥακίοις μόνον ἀμπεχόμενος. καὶ τοῦτο δέδειχε σύμπας μὲν ὁ τῶν δικαίων χορός, ἐν δὲ τοῖς ἐξωτερικοῖς προσώποις ὁ Ὀδυσσεὺς ἐκεῖνος, ἐκ ναυαγίου γυμνὸς ὀφθεὶς τῇ βασιλίδι. Ἀλλ' ἐπὶ τὸ ἐρώτημά σου ἐπιστρεπτέον τὸν λόγον. καίτοι εἰδὼς ἀφ' ἑαυτοῦ τὸ εὖ ἔχον, φιλοπευστεῖς πρὸς ἡμῶν τῶν ἀμαθῶν ἐκδιδάσκεσθαι. φῆς γὰρ ὅτι "4πῇ μὲν ὁ λογισμὸς προτρέπεταί με εἰς προσευχήν, πῇ δὲ ἀνακόπτει"5, ὡς τοῦ θεοῦ εἰδότος ὅπερ βουλόμεθα αἰτεῖσθαι, ὡς ἐντεῦθεν παρέλκον ἂν τὸ προσεύχεσθαι. πρὸς τούτοις, ἐπεὶ ἁμαρτωλὸς εἶ, οὐδὲν ὀνίνησι τὸ προσεύχεσθαι, καὶ ἁπλῶς εἴ τι ἄλλο ἐδήλου τὸ γράμμα· οὐ γὰρ παρῆν μοι ἐπὶ χεῖρας ἔχειν. τί οὖν ἔστιν εἰπεῖν ἐν τούτοις; ὅτι τύχης καὶ εἱμαρμένης ἔμφασιν ἔχει ἡ διάνοια καί, τὸ ὅλον εἰπεῖν, τοῦ αὐτεξουσίου ἀναίρεσιν, οὐ μὲν οὖν ταύτῃ τῇ δόξῃ ἐπερείδεσθαι ἡμᾶς δεῖν, ἐχέφρονας ὄντας καὶ γνῶσιν θεοῦ πεπλουτισμένους· ἀλλὰ περὶ μὲν τοῦ δευτέρου προβλήματος πεπεῖσθαι ὅτι καὶ ἁμαρτωλῶν ἀκούει ὁ θεὸς μετανοίᾳ κεχρημένων ἀρίστῃ (πῶς γὰρ ἐφ' οἷς χαίρει μετανοοῦσι κατὰ τὰ ἱερὰ λόγια μὴ οὐχὶ καὶ εἰσακούειν τῆς τούτων δεήσεως;), περὶ δὲ τοῦ προηγουμένου προβλήματος οὕτως ἀπαντητέον, ὅτι ἡ θεία πρόγνωσις οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον· καὶ γὰρ οὐχ ὅτι προγινώσκει πράττομεν ἃ πράττομεν, ἀλλ' ὅ τι πράξομεν προγινώσκει, καὶ ἔρρωται ἐν τούτῳ καὶ ὁ τῆς προγνώσεως ὅρος καὶ ὁ τοῦ αὐτεξουσίου λόγος. ἐν μὲν γὰρ τοῖς οὐκ ἐφ' ἡμῖν προηγούμενός ἐστιν ὁ τοῦ θεοῦ ὅρος ἐπί τε χρόνου καὶ τόπου καὶ τρόπου, ἐπὶ δὲ τῶν ἐφ' ἡμῖν, ἐφ' οἷς τὸ αὐτεξούσιον, οἱονεὶ ἑπομένη ἐστὶν ἡ τοῦ θεοῦ πρόγνωσις ἐπί τε ἀρετῆς καὶ κακίας. ὥστε δεῖ ἡμᾶς καὶ ἐρᾶν καὶ εὔχεσθαι τὰ κρείττονα, ἵνα ἔχωμεν ἐντεῦθεν τὸν θεὸν ἐφεπόμενον ἡμῖν, ἀλλὰ μὴ τοὐναντίον· ἐξ ἐναντίου γὰρ ἕψεται ἡμῖν, ὧδε μὲν κολάζων καὶ τιμωρῶν, ἐκεῖ δὲ στεφανῶν καὶ ἀποδιδοὺς ἡμῖν βασιλείαν οὐρανῶν. 528 {1Ἰωάννῃ Γραμματικῷ}1 Ἐν λόγοις ἐληλυθότος μου τῶν σεπτῶν εἰκόνων (παρῆν δὲ συνδιαλεγόμενος Πλάτων ὁ ἡμέτερος) ἔφη δὴ πάλαι εἰληφυῖαν τὴν λογιότητά σου ἐπιστολὴν ἐμὴν περὶ τῆς αὐτῆς ὑποθέσεως ἠπορηκέναι, πῶς οὐκ εὐκρινῶς δογματισθεῖσαν ἢ τάχα που καὶ παρακομίζουσαν τοῦ ἀληθοῦς τὸν ἀκροατήν. ἐγὼ δέ, εἰ μὲν τῶν ὡς ἔτυχεν ἦν ὁ βαλών, οὐ ταχέως ἐπεστράφην ἄν, εἰδὼς καὶ φθόνου βολίδας καὶ ἀγνώτων ἐπιτιμήσεις ὑποίσειν· ἐπεὶ δὲ παρὰ φίλου ἡ