346
Μιχαὴλ ἦν, ᾧ πεσεῖν μαχόμενον ἔμπροσθεν βασιλέως ὁ ∆ιδυμοτείχου ἀρχιερεὺς πολλῷ χρόνῳ πρότερον προεῖπεν· ἑάλωσαν δὲ καὶ ἕτεροι τοσοῦτοι. Μομιτζίλος δὲ μετὰ μικρὸν, τῆς αὐτῷ ἐπελθούσης στρατιᾶς ἀνακεχω 2.432 ρηκυίας, τῶν ἑαλωκότων δύο, τόν τε Ἀπελμενὲ καὶ Θεόδωρον τὸν Καβαλλάριον, πρὸς βασιλίδα τὴν Ἄνναν πέμψας, μισθοὺς ᾔτει τῆς συμμαχίας καὶ τῆς πρὸς τὸν πολέμιον, αὐτῷ γεγενημένης μάχης. ἡ δὲ ἀσμένως τε ἐδέχετο τὴν αἴτησιν καὶ δεσπότην ἀπεδείκνυ. πρεσβείαν δὲ καὶ πρὸς βασιλέα πέμψας ἐδεῖτο τυχεῖν συγγνώμης, ἀγνώμων οὕτω φανεὶς καὶ κακῶς ἀμειψάμενος τὸν εὐεργέτην· ἐπηγέλλετό τε μηδὲν ἀγνωμονήσειν ἔτι. βασιλεὺς δὲ τό,τε τιμωρεῖσθαι ὡς ἀμήχανον ὁρῶν καὶ τὸ πολέμιον ἔχειν Μομιτζίλον βλάπτειν δυνάμενον ὡς ἀλυσιτελὲς, διηλλάττετό τε καὶ παρείχετο συγγνώμην, προσήκοντα ὑπομένων τῷ καιρῷ. πεπυσμένος δὲ αὐτὸν καὶ παρὰ βασιλίδος δεσπότην γεγονέναι, τὴν σεβαστοκράτορος αὐτὸς παρείχετο ἀξίαν, καὶ ἔδοξε τὰ τούτου μᾶλλον ἢ τὰ βασιλίδος προελέσθαι, καὶ ἔστεργε τὸ ὑπὸ βασιλεῖ τετάχθαι δῆθεν ἐπ' ὀλίγον χρόνον. τοῦ χρόνου δὲ ἐν τούτοις παρῳχηκότος, ὃν οἱ βάρβαροι ἐπηγγείλαντο συμμαχήσειν βασιλεῖ, ἐμέμνηντο ἐπανόδου. βασιλεὺς δὲ καὶ αὖθις ἐπεχείρει συνεῖναι πείθειν· μὴ πειθομένους δὲ ἀπέλυε, καὶ ἐπεραιοῦντο εἰς Ἀσίαν δι' Ἑλλησπόντου. οαʹ. Καὶ βασιλεὺς ὁ νέος Παλαιολόγος ἐνόσησεν ἐν τούτῳ τῷ χρόνῳ κατὰ τὴν Ἡράκλειαν νόσημα δεινὸν, ὃν ἔχων ὁ πατριάρχης μετά τινων συγκλητικῶν εἰς Βυζάντιον ἀνέστρεφεν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ μετὰ τῆς στρατιᾶς 2.433 ὑπελείπετο αὐτοκράτωρ στρατηγὸς, καὶ παρεσκευάζετο, ὡς τοῖς κατὰ ∆ιδυμότειχον ἐπιθησόμενος. ἐπύθετο γὰρ Καντακουζηνοῦ τοῦ βασιλέως ἀποχωρῆσαν τὸ Περσικόν· ἅμα δὲ καὶ ὁ τῶν Μυσῶν βασιλεὺς ὑπέσχετο συμμαχήσειν τὰς πρὸς βασιλέα διαλύσας σπονδὰς, καὶ ἔπεμπε μετ' οὐ πολὺ τὴν συμμαχίαν. βασιλεὺς δὲ τῶν γιγνομένων ἀγνοῶν οὐδὲν, ὡς ἐνῆν καὶ αὐτὸς πρὸς τὴν ἔφοδον παρεσκευάζετο, καὶ Ματθαῖον μὲν τὸν υἱὸν ἐπὶ τῆς Χαλκιδικῆς καταλιπὼν μετὰ στρατιᾶς ὅσης ᾤετο ἀρκέσειν, εἴ τινες αὐτῷ ἐπίοιεν, Ἰωάννην δὲ Ἀσάνην τὸν γυναικὸς ἀδελφὸν τοῖς ἐν Μόῤῥᾳ προσχωρήσασι πολιχνίοις ἄρχοντα ἐπιστήσας καὶ φρουρὰς ἀφεὶς, αὐτὸς εἰς ∆ιδυμότειχον μετὰ τῶν ἐπιλοίπων ἐπανῆκε. δοὺξ δὲ ὁ μέγας, σύμπασαν ἔχων τὴν Ῥωμαίων στρατιὰν, ἐξ Ἡρακλείας εἰς Ἐμπυθίου τὸ φρούριον ἧκε, καὶ περιστρατοπεδευσάμενος ἐπολιόρκει, καὶ τειχομαχίας ἐποιεῖτο καὶ προσῆγε μηχανάς. ἐν αἷς πολλοὶ τῶν ἔξωθεν μαχομένων ἔπιπτον· ἦν γὰρ καρτερώτατον τὸ φρούριον ἐκ τῶν τειχῶν τῆς κατασκευῆς. ὁρῶν δὲ ὡς οὐκ ἂν εἴη βίᾳ ἁλωτὸν, ἀπεγίνωσκε καὶ τὴν πολιορκίαν. τῶν γὰρ ἐπιτηδείων οἱ πολιορκούμενοι εὐπόρουν. τούτων δὲ πραττομένων, καὶ ὁ Μομιτζίλος αὖθις ἐπολέμησε πρὸς βασιλέα καὶ τὰς ἐν Χαλκιδικῇ ἐκάκου πόλεις, ὅσα δυνατὰ, τὴν ἐκ βασιλίδος προελόμενος ἀξίαν καὶ δεσπότην ἑαυτὸν προσαγορεύσας. ὁ μέγας δὲ δοὺξ πέμψας πρὸς βασιλέα τὸν Συναδηνὸν πρεσβευτὴν, ὃς πρότερον καὶ Βεῤῥοίᾳ ἐνδια 2.434 τρίβοντι ἐπέμφθη, ἐμήνυεν, ὡς, εἰ καὶ δοκοίη πολιορκεῖν καὶ τειχομαχίας ποιεῖσθαι πρὸς τὸ Ἐμπυθίου φρούριον, ἀλλ' οὐ βούλεσθαι λαβεῖν, ἔτι τῆς ἀρχαίας εὐνοίας ἴχνη ἀποσώζων· βουλομένῳ γὰρ ῥᾷστα ἂν ἡλίσκετο. νυνὶ δὲ βούλεσθαι αὐτῷ συγγίνεσθαι καὶ περί τινων διαλέγεσθαι ἀποῤῥήτων, ὧν οὐκ ἔξεστι χρήσασθαι ἑτέροις μηνυταῖς, εἴγε καὶ αὐτῷ βέλτιον δοκοίη. τὸ μὲν οὖν οὕτως, ὡς ἔχει, βασιλικῶς ἐσκευασμένῳ συντυχεῖν, οὐ ῥᾴδιον αὐτῷ· τὸ δ' αὖθις ἰδιωτικὴν μεταλαβεῖν ἐσθῆτα, οὐκ ἂν αὐτὸν οἴεσθαι βουλήσεσθαι. περὶ ὧν σκέπτεσθαι ἐδήλου ὅπως ἑκάτερα ἔσται. βασιλεὺς δὲ πρὸς τὰ τοιαῦτα πλάσματα ἀχθεσθεὶς ἀντεμήνυεν, ὡς οὐ δέον πρὸς αὐτὸν ἐπιπλεῖον ψεύδεσι χρῆσθαι καὶ ἀπάταις· πεῖραν γὰρ αὐτοῦ ἤδη ἐσχηκέναι ἐν πολλοῖς, ὅθεν καὶ παντάπασιν ἀπιστεῖν· ἀλλ' εἰ μᾶλλον δύναιτο ἑλεῖν τὸ φρούριον, μὴ ἀμελεῖν. οὐ γὰρ ἂν εἴη λυσιτελῶς βεβουλευμένος τῇ ἀρχῇ, εἰ, παρὸν τοὺς πολεμίους βλάπτειν, ἀπόσχοιτο ἑκών. ἀλλ' οὐκ ἂν οἴεσθαι τοῖς συνοῦσι