346
̓Αντωνίου στρατιῶται ἐξ ὑποθήκης αὐτοῦ τὴν θυγατέρα τῆς γυναικὸς ̓Αντωνίου Φουλβίας, ην ειχεν ἐκ τοῦ Κλωδίου, λαβεῖν ἠξίουν τὸν Καίσαρα. κἀκεῖνος οὐ παρῃτήσατο, καίτοι ἑτέρας αὐτῷ προμεμνηστευμένης. ̓Εντεῦθεν εἰς τὴν ̔Ρώμην ἠπείγοντο. σημεῖα δέ τινα τῷ τε ̓Αντωνίῳ καὶ τῷ Λεπίδῳ ἀπαίσια συμβεβήκασι, τῷ Καίσαρι δὲ ἀετὸς ὑπὲρ τῆς σκηνῆς ἱδρυθεὶς δύο κόρακας προσπεσόντας αὐτῷ καὶ τίλλειν τινὰ τῶν πτερῶν αὐτοῦ πειρωμένους ἀπέκτεινεν· ο τὴν νίκην κατ' ἀμφοτέρων τῶν συνιόντων αὐτῷ προεσήμαινε. καὶ οἱ μὲν ουτως εἰς τὴν ̔Ρώμην ηλθοσαν μετὰ τῶν στρατευμάτων, καὶ παραχρῆμα τὰ σφίσι δόξαντα επραττον· καὶ σφαγαὶ πολλῶν ἐποιήθησαν, ὡς πληρωθῆναι τὴν πόλιν νεκρῶν. οἱ μὲν γὰρ ἐν ταῖς οἰκίαις, οἱ δὲ ἐν ταῖς ὁδοῖς κἀν ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς ἀπεκτίννυντο, καὶ αἱ μὲν κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὐτοῖς ἀνετίθεντο, τὰ δὲ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ που ἐρριπτεῖτο βορὰ κυσί τε καὶ ορνισι, τὰ δὲ εἰς τὸν ποταμὸν ἐνεβάλλετο. καὶ οὐχ οἱ ἐχθροὶ αὐτῶν, ἀλλὰ καὶ οἱ φίλοι ἀπώλλυντο. πάντας γὰρ τοὺς ἑκάστῳ τῶν τριῶν συναραμένους η συμπράξαντας ἐν πολεμίων μοίρᾳ 2.386 οἱ αλλοι ἐτίθεντο. καὶ ουτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς τοῖς ἑτέροις ειναι, ωστε ἐν ῳ ἰδίᾳ εκαστος τοὺς ἐπιβουλεύσαντας αὐτῷ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν. οὐ γάρ τις τὸν ἑαυτοῦ ἐχθρὸν τιμωρήσασθαι φίλον ἑτέρου οντα ἠδύνατο, μὴ ἀντιδιδοὺς ετερον φίλον ἑαυτοῦ νομιζόμενον, η καὶ πλείους, εἰ ὁ αἰτούμενος εἰς σφαγὴν εντιμος ην ἐξ ἀρετῆς η γένους η ἀξιώματος. καὶ τοὺς πλουσίους δέ, καν μηδὲν ειχον αὐτοῖς ἐγκαλεῖν, προσαπώλλυον, πολλῶν χρημάτων δεόμενοι, ινα τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπλήσωσι. Ταῦτα δὲ ὑπὸ τοῦ Λεπίδου καὶ τοῦ ̓Αντωνίου ἐπράττετο μάλιστα. τιμηθέντες γὰρ ὑπὸ τοῦ προτέρου Καίσαρος, καὶ ἐπὶ πλεῖστον αρξαντες καὶ ἡγεμονεύσαντες, καὶ πλείστους ειχον ἐχθρούς. ἐδόκει δὲ καὶ ὑπὸ τοῦ νέου Καίσαρος γίνεσθαι διὰ τὴν τῆς δυναστείας κοινωνίαν. αὐτὸς γὰρ οὐ συχνοὺς ἀπέκτεινε, φύσει τε οὐκ ὠμὸς ων καὶ τεθραμμένος τοῖς ηθεσι τοῦ πατρός, καὶ μήτε πολλοῖς μῖσος τρέφων σφοδρὸν καὶ φιλεῖσθαι πραγματευόμενος. καὶ οὐ μόνον οὐ πολλοὺς εφθειρεν, ἀλλὰ καὶ εσωσε πλείστους· καὶ τοῖς κρύψασί τινας ἐπιεικέστατα ἐχρήσατο, ἐπεὶ θάνατος καὶ τούτοις προείρητο. ̔Ο δὲ Λέπιδος ἀπαραίτητος ην, καὶ ὁ ̓Αντώνιος ὠμῶς καὶ ἀνηλεῶς εκτεινε καὶ τοὺς ἐπικουρῆσαι τοῖς κτεινομένοις ἐπιχειροῦντας, καὶ τὰς κεφαλὰς τῶν σφαττομένων καὶ σιτούμενος ἐπεσκόπει, καὶ τῆς ἀνοσίου θέας αὐτῶν ἐνεπίμπλατο. καὶ ἡ γυνὴ αὐτοῦ ἡ Φουλβία πολλοὺς καὶ αὐτὴ καὶ δι' εχθραν καὶ διὰ 2.387 χρήματα ἐθανάτωσεν, εστι δ' ους οὐδὲ γινωσκομένους ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ποτὲ γοῦν καὶ τῆς τοῦ Κικέρωνος κεφαλῆς κομισθείσης, φεύγων γὰρ κατελήφθη καὶ ἐσφάγη, ὁ μὲν ̓Αντώνιος πολλὰ αὐτὸν βλασφημήσας ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν αλλων ἐν τῷ βήματι προτεθῆναι, ιν' οθεν ἠκούετο δημηγορῶν κατ' αὐτοῦ, ἐκεῖ μετὰ τῆς χειρὸς τῆς δεξιᾶς ὁρῷτο· ουτως γὰρ ἀπετέτμητο. ἡ δὲ δὴ Φουλβία ες τε τὰς χεῖρας αὐτὴν ελαβε, καὶ ἐμπικραναμένη καὶ ἐμπτύσασα ἐπὶ τὰ γόνατα εθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τὴν γλῶσσαν ἐξείλκυσε, καὶ ταῖς βελόναις, αις εἰς τὴν κεφαλὴν ἐκέχρητο, κατεκέντησε, πολλὰ καὶ μιαρὰ ἐπισκώπτουσα. Πολλοὶ μὲν ουν ἀπώλοντο, τινὲς δὲ καὶ ἐσώθησαν. δοῦλοι γὰρ τὰς τῶν δεσποτῶν ἐσθῆτας περιβαλλόμενοι, ἐκείνους κατακρύψαντες, ὡς οἱ δεσπόται ἐσφάγησαν. καί τις στιγματίας δοῦλος οὐ μόνον οὐ προέδωκε τὸν στίξαντα αὐτὸν δεσπότην, ἀλλὰ καὶ περιέσωσεν. ὡς γὰρ συναπεδίδρασκε τῷ δεσπότῃ καὶ διώκεσθαι εγνω, ἀπέκτεινέ τινα συναντήσαντα σφίσι, καὶ τὴν στολὴν ἐκείνου τῷ δεσπότῃ δούς, ἀπιέναι ἀφῆκεν· αὐτὸς δὲ πυρὰν ἀνάψας τὸν νεκρὸν ἐπέθηκεν ἐπ' αὐτήν, τὴν δ' ἐσθῆτα τοῦ δεσπότου καὶ τὸν δακτύλιον φέρων ἀπήντησε τοῖς διώκουσι, καὶ εἰπὼν φεύγοντα τὸν δεσπότην ἀποκτεῖναι ἐπιστεύθη διὰ τὰ σκῦλά τε καὶ τὰ στίγματα, καὶ ἐκεῖνον εσωσε, καὶ αὐτὸς