346
pi.1597 Πύστισ. ἡ μάθησις. παρὰ τὸ πέπυσμαι πύσις, καὶ πλεονασμῷ τοῦ ˉτ πύστις. οὐ δύναται δὲ πλεονασμὸς ειναι, ἀλλὰ παραγωγή. ἀπὸ τοῦ πύστη πύστις. Πύρωσισ. τὸ φλέγμα. τοῦ Ψελλοῦ· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα. (Οὐδέτερον.) Πυγούσιον. ἡ πῆχυς κεκολλημένων τῶν δακτύλων. †Πυηρόν. ἀναπεπλασμένον.† Πυθεῖον. τὸ μαντεῖον Πύθια δὲ, τόπος καὶ ἑορτὴ, ι. καὶ Πυθιονίκητον. Πυκτίον. τὸ βιβλίον. ἀπὸ τοῦ πύσσεσθαι. ο ἐστιν ἀσφαλίζεσθαι καὶ συγκλείεσθαι. Πυκτεῖον δὲ, ἐν ῳ εἰσὶ τὰ πυκτία, δίφθογγον. Πύματον. εσχατον. παρὰ τὸ πυθμὴν ὀνομάζεται ἐλλείψει τοῦ θ, ἀπὸ μεταφορᾶς τῶν ἀγγείων· ὁ γὰρ πυθμὴν εσχατος, εἰ καὶ τὴν ἀρχὴν εχει. πύθματος, καὶ ἀποβολῇ τοῦ ˉθ πύματος καὶ πύματον. καὶ πυμάτιον. Πυξίον. τὸ πινακίδιον. Πῦοσ. τὸ σεσηπὸς αιμα. καὶ τὸ γάλα ὁμοίως. ̓Αριστοφάνης· πῦος ἡμῖν ενδον-. τὸ πεπηγὸς γάλα, διὰ τὸ καὶ αὐτὸ μεταβεβλῆσθαι. καὶ εμπυον τὸ γαλακτῶδες τῇ ὁμοιότητι ὑγρόν. Πῦρ. εν τῶν τεσσάρων στοιχείων ἐστὶ, κοῦφον τὲ καὶ ἀνωφερέστερον, καυστικόν τε καὶ φωpi.1598 τιστικὸν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν. φησὶ γὰρ ἡ γραφή· καὶ ειπεν ὁ θεός· γεννηθήτω φῶς, καὶ ἐγένετο φῶς. οὐχ ετερον γάρ ἐστι τὸ πῦρ, εἰ μὴ τὸ φῶς. ἐποίησε δὲ αὐτὸ καλλωπισμὸν καὶ κόσμον πάσης τῆς ὁρατῆς κτίσεως. αφελε γὰρ τὸ φῶς, καὶ πάντα ἐν τῷ σκότει αγνωστα διαμένουσι, τὴν οἰκείαν μὴ δυνάμενα ἐπιδείξασθαι εὐπρέπειαν. ἐκάλεσε δὲ ὁ θεὸς τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος, νύκτα. σκότος δέ ἐστιν οὐκ οὐσία τις, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις· ὁ γὰρ ἀὴρ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ εχει τὸ φῶς. αὐτὸ ουν τὸ ἐστερῆσθαι τὸν ἀέρα φωτὸς, σκότος ἐστὶ, καὶ οὐχ ἡ οὐσία τοῦ ἀέρος ἐστὶ σκότος, ἀλλ' ἡ τοῦ φωτὸς στέρησις, οπερ συμβεβηκὸς μᾶλλον δηλοῖ ηπερ οὐσίαν. Πῦρ ἐγειρόμενον. ζωπυρούμενον, ἀναφλεγόμενον διὰ τῆς ὑποκαιούσης τοῦτο καὶ τρεφούσης υλης. Πυρίκαυστον. ὑπὸ πυρὸς κεκαυμένον. καὶ πυρίφλεκτον. Πυρεῖον καὶ πυρήϊα. τὰ ξύλα. α τριβόμενα πῦρ ἐγγεννᾷ. τινὲς δὲ τοὺς πυρεκβόλους λίθους λέγουσι. -τὸ δ' αυτε πυρήϊα δινεύεσκον. Πῦρ. οὐσία ξηρὰ καὶ θερμὴ καὶ κούφη καὶ φωτιστικὴ, καταυγαστική τε καὶ καυστική. Πύσμα. ἐρώτημα η μάθημα. ἐκ τοῦ πύθω, τὸ μανθάνω. Πυρηναῖον. ορος. pi.1599 ( ̔Ρῆμα.) Πύθω. τὸ σήπω. καὶ μανθάνω καὶ ἀκούω. ἐξ ου καὶ τὸ πυνθάνω. αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. οιμαι ἀπὸ τοῦ πεύθω πύθω. τὸ δὲ πεύθω ἀπὸ τοῦ κεύθω· ὁ γὰρ ἐρωτῶν η μανθάνων τι, περί τινος ἀποκεκρυμμένου πράγματος ἐρωτῶν μανθάνει. Πυθοίατο. μάθοιεν. ἀπὸ τοῦ πεύθω, τὸ ἐρωτῶ. ὁ δεύτερος ἀόριστος επυθον· τὸ παθητικὸν ἐπυθόμην· τὸ εὐκτικὸν πυθοίμην, πύθοιο, πύθοιτο, καὶ πλεονασμῷ τοῦ ˉα πυθοίατο. Πυθέσθαι. μαθεῖν. Πύθωμαι. ἀκούσω. καὶ πύθωνται. πυθόμενος δὲ μικρόν. Πυκάζω. κοσμῶ· σκιάζω. κατὰ μέν τινας τὸ καλύπτω, κατὰ δέ τινας τὸ βλαστάνω. καὶ πύκασε καὶ πυκάζουσι. Πυθάνομαι. ἐρωτῶ. Πυρπολεῖται. καίεται. ἐμπυρίζεται. Πυρσομορφοῖ. πυριμόρφους ποιεῖ. Πυτίζειν. παρὰ τὸ πτύω πτυτίζω ἐστὶ παράγωγον, καὶ ἀποβολῇ τοῦ ˉτ πυτίζω. ὡς παρὰ τὸ πτύσσω, πτύξω, πτὺξ καὶ ἀποβολῇ τοῦ ˉτ πύξ. τινὲς δὲ παρὰ τὸ φυσῶ, φυσίζω, καὶ ἐναλλαγῇ τῶν στοιχείων πυτίζω. ( ̓Επίῤῥημα.) Πύκα. συνετῶς, ἐπιμελῶς, πυκνῶς. παρὰ τὸ pi.1600 πτύσω πτύκα· τὸ δὲ πτύσσω οὐδὲν αλλο ἐστὶν η τὸ ἐπιπίπτειν ετερον ἑτέρῳ· καὶ ἀποβολῇ τοῦ ˉτ πύκα. τὸ δὲ πτύσω, πτύξω, πτὺξ καὶ πὺξ ἐπὶ τῆς πυγμῆς, διὰ τὸ πτύσσειν τοὺς δακτύλους ἐν τῷ πυκτεύειν. Πυκινῶσ. συνετῶς· φρονίμως· πυκνῶς. Πυργηδόν. δίκην πύργου. Τὸ Π μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Πώγων. παρὰ τὸ πήσσω, πέπηγα, πήγων καὶ πώγων, ὁ πεπηγὼς καὶ ἑδραῖος τόπος, καὶ πωγωνίας, καὶ πωγωνιήτης, καὶ πωγωνηήτης διὰ τοῦ η. *εστι καὶ πωγωνίας ἀστροειδὲς πυρὸς αθροισμα, εμπροσθεν εχον τὰς ἀκτῖνας πώγωνος δίκην.* Πωλευτικόσ. παιδευτικός. Πωλικόσ. γενναῖος. Πωλοδάμνησ. ὁ στράτωρ ὁ τοὺς πώλους δαμάζων. Πῶλοσ. ὁ ἀείδαρος η ὁ νέος ιππος. πόαλος τὶς ων. παράγωγον, ὡς ιππος ιππαλος. ὁ περὶ πόαν ἁλλόμενος. Πωλικῷ. γενναίῳ, παιδικῷ.