347
φίλον εἶναι τὸ τειχομαχεῖν, πολλοῖς ὁσημέραι ἀποθνήσκουσιν. ὅτι δὲ βουλομένῳ συντυχεῖν οὐ ῥᾴδιόν ἐστιν ὁρᾷν βασιλικῶς ἐσκευασμένον, καὶ αὐτὸν εἰδέναι μάλιστα· οὐδὲ γὰρ οὐδὲ τοῖς ὀφθαλμιῶσιν εὔκολον πρὸς ἥλιον ἀτενίζειν, ἀλλ' ὁ ζόφος ἡδὺ καὶ τὸ καμμύειν τοὺς ὀφθαλμοὺς ἀδυνάτως ἔχουσιν ὁρᾷν τὸ φῶς. τοῦ δὲ μάλιστα ἐν ἐπιθυμίᾳ εἶναι τῆς εἰρήνης, ὁρῶντα τὰς περισχούσας τοὺς Ῥωμαίους συμφορὰς, οἴεσθαι δὲ μὴ πρὸς μηδὲν τὴν συντυ 2.435 χίαν φέρειν ἄλλο τὴν αὐτῶν, ἐπίνοιάν τινα ἐξευρήσειν, δι' ἧς αὐτός τε οὐκ ὄψεται αὐτὸν βασιλικῶς ἐσκευασμένον, καὶ αὐτὸς οὐδὲν ἧττον ἢ πρότερον ἔσται βασιλεύς. ταύτην δὲ εἶναι τὸ καταφράκτους ἀλλήλοις συντυχεῖν, ὥστε τοῖς ποσὶ μὲν κνημῖδας περικεῖσθαι, κράνει δὲ τὴν κεφαλὴν περικαλύπτειν, καὶ τὸ ἄλλο εἶναι ὡπλισμένον σῶμα, ὥστε ἀγνοεῖσθαι εἴτε βασιλικὴν ἐσθῆτα ἔνδον ἔχει, ἢ ἰδιωτικήν. ἐπῄνει μὲν οὖν ὁ μέγας δοὺξ τὴν γνώμην, καὶ ἐπηγγέλλετο ποιήσειν κατὰ τὰ συντεθειμένα. ἐν τούτῳ δὲ τῷ χρόνῳ καὶ πρωτοστράτωρ ὁ γαμβρὸς ἀπεπνίγη πρὸς τῷ Ἕβρῳ πολιορκοῦσι τὸ Ἐμπυθίου φρούριον. κατὰ γὰρ μεσημβρίαν, θέρους ἤδη λήγοντος, διανηχόμενος τὸν ποταμὸν ἐν παιδιαῖς, ἀπεπνίγη τῷ ῥεύματι συναρπασθείς. μεγίστην μὲν οὖν ἐνόμισε συμφορὰν τοῦ γαμβροῦ τὴν τελευτὴν καὶ ἐπένθησεν ἐφ' ἱκανόν. ὀλίγῳ δὲ ὕστερον ἀναστήσας τὴν στρατιὰν, ἐπορεύετο εἰς ∆ιδυμότειχον. πρὶν δὲ ἐγγὺς εἶναι, τὸν Μάκρης ἀρχιερέα πρὸς βασιλέα πέμψας, ἐδήλου, ὅτι ἀφίξοιτο μετὰ μικρὸν οὐ μᾶλλον πολέμιος, ἢ φίλος καὶ διαλεξόμενος περὶ ὧν πρότερον μηνύσειεν. ἔπεμπέ τε καὶ κηρὸν ἐσφραγισμένον τῷ βασιλέως δακτυλίῳ, ὃν εἶχεν ἀφελόμενος αὐτὸς μετὰ τῶν ἄλλων ἐν τῷ τοῦ πολέμου χρόνῳ, ὥσπερ τι ἐνέχυρον ἐκεχειρίας καὶ ἀνακωχῆς πολέμου. βασιλεὺς δὲ ἀληθεύειν ἐκεῖνον οἰηθεὶς, ὡπλίσατο μὲν, ὥσπερ ἦν συντεθειμένον, καὶ περιέμενε τὴν 2.436 ἐκείνου συντυχίαν, ὀλίγους τινὰς ἔξω καταλιπὼν, τῆς δ' ἄλλης στρατιᾶς μηδένα τειχῶν ἐκέλευεν ἔξω εἶναι, δεδιὼς μὴ παρά τινός τι τῶν νεωτέρων τολμηθῇ καὶ πρόφασις γένοιτο τοῦ μὴ τὸν πόλεμον καταλυθῆναι. ὁ μέγας δὲ δοὺξ, πρὶν τῆς πόλεως ἐγγὺς ἐλθεῖν, τῶν περὶ αὐτὸν τοξότας τινὰς πέμψας, εἶτα καὶ τὴν ἄλλην στρατιὰν, ἐκέλευε τοῖς κατὰ τὸ ∆ιδυμότειχον ἐπιέναι. οἱ δὲ ἐπέκειντο ἀθρόον καὶ ἔβαλλον συχνοῖς τοῖς βέλεσιν, ἔπειτα καὶ πῦρ ἐνίεσαν ἐν ταῖς οἰκίαις ταῖς πρὸς τῆς πόλεως. ἐπεὶ δὲ ἐκεῖνοι μάχης ἦρχον, καὶ οἱ ἐκ ∆ιδυμοτείχου ἠμύνοντο ἐξελθόντες καὶ τραυματίας ἀποδείξαντες πολλοὺς, ἀπεσκευάσαντο μηδὲν πλέον δυνηθέντας. βασιλεὺς δὲ τὸν Μάκρης ἀρχιερέα πρὸς τὸν μέγαν δοῦκα αὖθις πέμψας, ὠνείδιζεν αὐτῷ τὴν φίλην πανουργίαν καὶ τὸ ψεῦδος· ἐκεῖνος δὲ ἐπεὶ τῆς ἀπάτης ἀπώνατο οὐδὲν, μετὰ μέσην ἡμέραν ἐκεῖθεν ἀνεχώρει καὶ ηὐλίσατο τὴν νύκτα οὐ μακράν. εἰς τὴν ὑστεραίαν δὲ, τοὺς ἱππέας αὐτὸς ἔχων καὶ τὸ ὁπλιτικὸν καὶ τὸ ψιλὸν, ἐχώρει κατὰ Μόῤῥας καὶ ἐκάκωσε τὰ μέγιστα τὴν χώραν πάντα πυρὶ παραδιδούς· τῶν πολιχνίων δὲ ἴσχυσεν οὐδενὸς περιγενέσθαι, φρουροῖς ὑπὸ βασιλέως πάντων κατεχομένων, ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἀνεχώρει. Μομιτζίλος δὲ ἐκ τοῦ πρὸς ἀλλήλους τῶν Ῥωμαίων πολέμου ηὐξημένος καὶ μέγας ἤδη γεγενημένος καὶ νομίσας ἑαυτῷ ἀρκεῖν πρὸς τὸ συστήσασθαι ἡγεμονίαν ἰδίᾳ, ὁμοίως Καντακουζηνοῦ τε ἀφίστατο τοῦ βασιλέως καὶ Ἄν 2.437 νης τῆς βασιλίδος, καίτοι τὰ παρ' ἐκείνης πεμφθέντα τοῦ δεσπότου ἐπίσημα ἠμφιεσμένος, καὶ ὁμοίως ἑκατέροις ἐπολέμει, καὶ πόλεις καὶ κώμας ὑπεποιεῖτο. μάλιστα δὲ Ματθαίῳ λυπηρὸς ἦν τῷ βασιλέως υἱῷ, ἐπεκδρομὰς καὶ λεηλασίας ποιούμενος συχνάς. ἤθροισε γὰρ ἱππέας τετρακισχιλίων ὀλίγῳ ἐλάσσους, πάντας ἀριστίνδην ἐξειλεγμένους, καὶ ἀνυπόστατός τις ἐδόκει εἶναι διά τε εὐψυχίαν καὶ τὴν αὐτοφυῆ τῶν χωρίων ὀχυρότητα, ὧν ἦρχεν. οβʹ. Οἱ ἐν Βυζαντίῳ δὲ μετὰ τὸν μέγαν δοῦκα τῶν πραγμάτων ἔφοροι, ὁρῶντες ἤδη τὴν τῶν Ῥωμαίων κινδυνεύουσαν ἡγεμονίαν καὶ διῃρημένην εἰς μυρία τμήματα, καὶ πόλεις μὲν μεγάλας καὶ πολλὰς ὑπὸ Μυσοῖς καὶ Τριβαλοῖς γεγενημένας, Θρᾴκην δὲ πᾶσαν