347
ἐτιμήθη. Κύιντον δὲ Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ οὐκ ἐξελάλησεν. ὁ δὲ πατὴρ αὐτοῦ μαθὼν τὸ γινόμενον καὶ ἐλεήσας τὸν παῖδα ἐθελοντὴς αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκε. πολλοὶ δὲ καὶ λανθάνοντες ἀπεδίδρασκον καὶ πρὸς 2.388 τὸν Βροῦτον ἀπῄεσαν καὶ τὸν Κάσσιον. οἱ δέ γε πλείους τῷ Σέξτῳ προσεχώρουν. ναυαρχεῖν γὰρ πρότερον αἱρεθείς, καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθείς, ἰσχὺν οἰκείαν, καίτοι τῆς ἀρχῆς υστερον ὑπὸ τοῦ Καίσαρος στερηθείς, περιεβάλλετο, καὶ τὴν Σικελίαν κατέσχεν. ειτα, ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αι τε αλλαι σφαγαὶ ἐγένοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο, ὑποδεχόμενος τοὺς ἐς αὐτὸν ἰόντας καὶ παντοίως ἐπικουρῶν· οθεν καὶ συχνοὶ πρὸς αὐτὸν ηλθον. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίνετο, πολλὰ δὲ καὶ ατοπα καὶ περὶ τὰς τῶν αλλων οὐσίας συνέβαινε, καὶ αἱ τῶν εὐπόρων οἰκίαι ἐπορθοῦντο, καὶ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν ἐν τῷ αστει οἰκιῶν καὶ τῶν ἐν τῇ λοιπῇ ̓Ιταλίᾳ ἐπράξαντο, τῶν μὲν μισθωθεισῶν καθ' ὁλόκληρον, ων δ' οἱ δεσπόται ῳκουν, ἐξ ἡμισείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν· καὶ τοὺς τῶν χωρίων κτήτορας τὸ ημισυ τῶν προσόδων ἀφείλοντο, καὶ τὰ κτήματα τῶν κτεινομένων τοῖς στρατιώταις παρεῖχον, τὰ μὲν δῶρον, τὰ δὲ ἐπευωνίζοντες· ἀπείρητο γὰρ μηδένα τῶν αλλων ἀπαντᾶν εἰς τὸ πρατήριον ὠνησόμενον· θάνατον τάξαντες τῷ ἀπαντήσαντι ἐπιτίμιον. καὶ ἀρχὰς καὶ τιμὰς καὶ ἀρχιερωσύνας ἐδίδοσαν, καὶ νόμους τοὺς μὲν ἀπήλειψαν, τοὺς δὲ ἀντενέγραψαν, καὶ πᾶν κατὰ τὸ δοκοῦν αὐτοῖς επρασσον, ωστε χρηστὴν τὴν τοῦ ἀνῃρημένου Καίσαρος μοναρχίαν νομίζεσθαι. Τὸν μὲν ουν ἐνιαυτὸν ἐκεῖνον ταῦτα ἐποίησαν· τοῦ δὲ Λεπίδου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ Λουκίου τῷ ἐπιόντι ετει ὑπατευσάντων τέλη τε ηδη 2.389 ἐσχολακότα ἀνενεώθησαν καὶ ἐκ καινῆς προσκατέστησαν ετερα, καὶ πολλὰ μὲν ἐπὶ τῇ γῇ, πολλὰ δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο. ο δὲ πλέον τῶν αλλων πάντας ἠνίασεν, ην τὸ παντὸς οὐσίαν δεκατευθῆναι ὁποσονοῦν εὐποροῦντος ἀνδρὸς ὁμοίως καὶ γυναικός. λόγῳ μὲν γὰρ τὸ δέκατον τῆς οὐσίας παρ' ἑκάστου σφῶν εἰσεπράχθη, εργῳ μέντοι οὐδὲ τὸ δέκατον κατελείφθη τινί. καὶ ετερον δέ τι ἐπινενόητο. τῷ γὰρ βουλομένῳ ἐνεδόθη πάσης τῆς οὐσίας ἐκστάντι τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τουτέστι μήτε τι λαβεῖν καὶ πράγματα σχεῖν. οἱ γὰρ βίᾳ τὰ δύο μέρη συλώμενοι προφανῶς, πῶς αν τὸ τρίτον ἀπέλαβον; καὶ αλλα δὲ πλεῖστα τοῖς ἀνθρώποις τότε πρὸς πενίαν αὐτοὺς συνελαύνοντα ἐπενήνεκτο, μόνοι δὲ οἱ τὰ οπλα εχοντες ὑπερεπλούτησαν. Ουτως οἱ ανδρες οἱ τρεῖς ἐκεῖνοι ἐποίουν, καὶ αμα τὸν Καίσαρα ἐκεῖνον τὸν πρότερον ἀπεσέμνυνον, καὶ τιμὰς ποικίλας τε καὶ πολλὰς αὐτῷ ἐψηφίσαντο. πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν ἐν ̔Ρώμῃ τήν τε πόλιν καὶ τὴν αλλην ̓Ιταλίαν διάξων ὑπέμεινε, Καῖσαρ δὲ καὶ ̓Αντώνιος κατὰ τοῦ Βρούτου καὶ τοῦ Κασσίου ἐστράτευσαν. ἐκεῖνοι γὰρ τὸν Καίσαρα τὸν ̓Οκτάβιον μαθόντες τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν ομιλον σφετερίζεσθαι, τήν τε δημοκρατίαν ἀπέγνων καὶ ἐκεῖνον φοβηθέντες ἐν ̓Αθήναις ἐγένοντο. καὶ οἱ ̓Αθηναῖοι σφᾶς λαμπρῶς ὑπεδέξαντο, καὶ εἰκόνας χαλκᾶς αὐτοῖς ἐψηφίσαντο, ὡς ζηλώσασι τοὺς παρ' αὐτοῖς τυραννοκτόνους, τὸν ̔Αρμόδιον λέγω καὶ τὸν ̓Αριστογείτονα. ειτα πυθόμενοι ἐπὶ μεῖζον τὸν Καίσαρα αιρεσθαι, ὁ μὲν Κάσσιος πρὸς τοὺς Σύρους ωρμησε συνήθεις οντας αὐτῷ, Βροῦτος δὲ τήν τε ̔Ελλάδα καὶ τὴν Μακεδονίαν συνίστη. καὶ 2.390 προσεῖχον αὐτῷ εκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ οτι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ ∆ολοβέλλᾳ συνεξελθόντων ὑπολειφθέντας, προσλαβὼν ειχε, καὶ χρήματα δέ οἱ ἐκ τῆς ̓Ασίας παρὰ τοῦ Τρεβωνίου ἀπέσταλτο. τὸ μὲν ουν ̔Ελληνικὸν ἀπόνως προσεποιήσατο, καὶ τὴν Μακεδονίαν δὲ μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ηπειρον προσλαβὼν τῇ γερουσίᾳ ἐπέστειλε τὰ πεπραγμένα δηλῶν. οἱ δέ, ετυχον γὰρ τότε ὑπόπτως πρὸς τὸν Καίσαρα εχοντες, καὶ ἐπῄνεσαν αὐτὸν καὶ πάντων αρχειν τῶν