347
πωλικῷ σκιρτήματι. Πῶροσ. ὁ λίθος. καὶ ονομα κύριον. Πώρινοσ. ὁ λίθινος. Πωριαῖοσ. τραχύς. pi.1601 Πῶροσ. ὁ λίθος. παρὰ τὸν πήσω μέλλοντα πηρὸς καὶ πῶρος τροπῇ τοῦ ˉη εἰς ˉω. ὡς ἀρήγω ἀρωγὸς, καὶ ῥήσσω ῥηχμὸς καὶ ῥωχμός. σημαίνει δὲ ῥῆξιν η τόπον κεχαραγμένον ὑπὸ ὀμβρίων ὑδάτων. Πῶϋξ. κύριον. (Θηλυκόν.) Πωλεία. ἡ τοῦ ιππου παίδευσις. Πώρωσισ. ἡ ἀναισθησία. Πώϋγγεσ. αἱ αιθυιαι αἱ κληθεῖσαι βοῦγγες. παρὰ τὴν βοὴν καὶ τὴν ἰϋγήν. (Οὐδέτερον.) Πωλητήριον. τὸ πρατήριον. Πωλιτώριον δὲ τόπος, ι. Πωλίον. τὸ πτηνόν. Πωμήριον. τὸ τοῦ τείχους καλλώπισμα. Πῶμα. τὸ σκέπασμα. πόμα δὲ τὸ πινόμενον, μικρόν. Πώπανα. ειδος πλακούντων. μικρογραφῶ ἐγὼ τὸ πόπανα. Πῶον. ορος. Πῶϋ. τὸ ποίμνιον. παρὰ τὴν πόαν, ην νέμεται. η παρὰ τὸ πῶ, τὸ πίνω, πῶϋ, οτι ποτῷ ηδεται. pi.1602 η παρὰ τὸ πῶ, τὸ κτῶμαι, ἐξ ου καὶ πάσασθαι, τὸ κτήσασθαι. τὸ πῶϋ, τοῦ πώεος. ( ̔Ρῆμα.) Πωλεύω. ιππων ἐπιμελοῦμαι. καὶ πωλεία, ἡ τῶν ιππων παίδευσις. Πωλῶ. τὸ πιπράσκω. παρὰ τὸ πολῶ, τὸ συναναστρέφομαι· ἐπειδὴ ὁ πωλῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρέφεται, ινα θεωρῆται ὑπὸ πάντων. πολῶ τὸ ἀναστρέφομαι, μικρόν. ὁμοίως καὶ πολεῖται. πωλεῖται δὲ εἰς τὸν Ομηρον μέγα. πωλεῖταί τις δεῦρο γέρων αλιος νημερτής. Πωλέσκετο. συνανεστρέφετο· διῆγεν. εστι πολῶ τὸ ἀναστρέφομαι, ὁ μέλλων πολέσω, πλεονασμῷ τοῦ κ πολέσκω, ὡς ἀρῶ, ἀρέσκω· ὁ παθητικὸς πολέσκομαι, ἐπολεσκόμην, ἐπολέσκεο, ἐπολέσκετο καὶ πολέσκετο, καὶ ἐκτάσει ποιητικῇ τοῦ ο εἰς ω μέγα πωλέσκετο. ὡς τό· ἐπεπωλεῖτο στίχας ἀνδρῶν. Πωρωθείσ. ἀπολιθωθείς. η ἀναισθητήσας. ( ̓Επίῤῥημα.) Πώμαλα; ἀντὶ τοῦ οὐδαμῶσ. Πώποτε. ἀντὶ τοῦ ποτέ. *ˉω ποῦ πόθεν.* rho.1603 Ρ. Τὸ Ρ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) ̔Ραγδαῖοσ. σφοδρός. καὶ ῥαγδαῖος ην ὑετός. ̔Ρᾳδιουργόσ. πλαστογράφος. η ὁ μετὰ πανουργίας τὶ διαπράττων. ̔Ραβουνί. διδάσκαλος ἑρμηνεύεται. ̔Ράθυμοσ. ἀναπεπτωκώς. παρὰ τὸ ῥέειν τὸν θυμόν. η παρὰ τὸ ῥᾷον θυμοῦσθαι. ̔Ραιβόσ. ὁ διεστραμμένος, ὁ πλάγιος. παρὰ τὸ ῥᾷον βαίνειν, κατὰ ἀντίφρασιν. η παρὰ τὸ ῥαίω, τὸ φθείρω, καὶ τὸ βαίνω ῥαιβός· ον καλοῦσιν οἱ πολλοὶ σκελλὸν καὶ διεστραμμένον. ̔Ραῖδοσ. ονομα θηρίου. ̔Ραικόσ. ὁ ̔Ρωμαῖος. ̓Επίχαρμος· φιλεῖ ειναι γραικὸς, ἀποβολῇ τοῦ ˉγ ῥαικός. ̔Ραιστήρ. σφαίρα σιδηρᾶ. ̔Ραιφερενδάριοσ. ἀξίωμα ἐκκλησιαστικόν. ̔Ρακᾶ. ἀντὶ τοῦ σὺ ἑρμηνεύεται τῇ Σύρων γλώσσῃ, ὡς τό· απελθε σύ· η εἰπὲ τῷ δεῖνι σύ. τινὲς δὲ τῶν ̔Εβραίων φωνῇ κατάπτυστον ἑρμηνεύουσι. ̔Ρᾷστοσ. εχει τὸ ˉι προσγεγραμμένον, οτι πρῶrho.1604 τον μὲν ευρηται κατὰ διάστασιν ῥηΐστη, η οτι ἀπὸ τοῦ ῥᾷον γέγονε ῥᾷστος. ̔Ράχοσ. ὁ σκόλοψ ὁ ἀκανθώδης. καὶ ἐπὶ τῶν ἀμπέλων. ἐπεὶ ἀποξύνεται ἐν τῷ ἀποτέμνεσθαι καὶ ῥαγῶσαι. ̔Ράδαμνοσ. κλάδος. τοῦ Ψελλοῦ· ῥάδαμνος κλάδος καὶ βλαστὸς, ῥῶπος ποικίλος φόρτος. (Θηλυκόν.) ̔Ράβδος κυρίου. παιδεία ἡ πρὸς διόρθωσιν τοῦ παιδευομένου. ̔Ράβδῳ. ἐπιτιμίου λόγῳ. ειρηται ῥάβδος παρὰ τὸ ῥάσσω, η παρὰ τὸ ῥαπίζω, η παρὰ τὸ ῥᾷον βαίνειν. ̔Ράβδος σιδηρᾶ. ἡ τῶν ̔Ρωμαίων ἐξουσία. ̔Ρᾳδιουργία. δόλος, ἀπάτη. η τὸ πράττειν τι μετὰ πανουργίας. ̔Ρᾳθυμία. ἡ ἀμέλεια, ἡ ῥαστώνη. ̔Ραθάμιγγεσ. σταγόνες, ῥανίδες, καὶ ὁ ἀπὸ τῶν ιππων κονιορτός. ̔Ράβεννα. πόλις. ̔Ράμνοσ. φυτὸν ἀκανθῶδες. παρὰ τὸ ῥᾷον τέμνεσθαι. η παρὰ τὸ ῥᾷον δονεῖσθαι, τροπῇ τοῦ ˉδ εἰς ˉμ. rho.1605 † ̔Ραικάμη. ἡ ῥαστώνη.† † ̔Ραιστήρα. σφαῖρα σιδηρᾶ.† † ̔Ράμνοσ.† † ̔Ραπίσ. ῥάβδος.† ̔Ρᾳστώνη. εὐχέρεια, εὐκολία, η ῥᾳθυμία. παρὰ τὸ ῥᾷστος. ̔Ραχήλ. κύριον. ἑρμηνεύεται ἀμνὰς, η ποιμαίνουσα. ̔Ραχίασ. τὰς ἐκ θαλάσσης πέτρας. η ῥαχία τόπος ὑψηλός. ̔Ράχισ. ὁ μὲν ̓Απολλόδωρος ἀπὸ τοῦ ῥῆξις ειναι, καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐωνύμων· ὡς δέ τινες, τράχις, διὰ τὴν τραχύτητα τῶν συνεστηκότων αὐτῇ κονδύλων. ̔Ραφίσ. ἡ βελόνη. καὶ ονομα ἰχθύος. ̔Ραψῳδία. ἀπόκομμα ποιήματος, περιλαβὸν καὶ εχον ἐν ἑαυτῷ ὀλίγην τινὰ καὶ μικρὰν περιπέτειαν. περιπέτεια δέ ἐστιν ὑποθέσεως σύμπτωμα. ὡς ἡ αλφα ̔Ομήρου εχει ὀργὴν ̓Αχιλλέως· καὶ ἡ β ἀπάτην ὀνείρου· καὶ ἡ γ ̓Αλεξάνδρου καὶ Μενελάου