καὶ ἐς τὴν τήμερον οὐδενὶ οὔτε πρὸς αὐτοῦ, οὔτε πρὸς ἡμῶν, οὔτε πρὸς ἑτέρου τῶν ἁπάντων οὐδενός. ἦ γὰρ ἂν ἐτίθει τε καὶ τὰς ἁπάντων ἀκοὰς περιηύλει, λαλίστερος ἑαυτοῦ γιγνόμενος, καὶ περιεκρότει πλέον ἢ θαλάττης ὑβριζούσης φλοῖσβοι παραλίους πέτρας. (Γ.) Ὅτι γὰρ ἀνωτέρω μικρὸν πρὸς τοῦ σοφωτάτου δέδεικται πατρὸς ἐκείνου τοῦ Γραπτοῦ Θεοδώρου, ὅτε τὰς τοῦ μεγάλου φωστῆρος τῆς ἐκκλησίας Βασιλείου ῥήσεις διερμηνεύων προκεκόμισταί μοι, ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου λέγων φύσεως τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ· (πρᾶγμα γὰρ αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, ὁπότερον ἂν ἐθέλοι τις, ἀπεφήνατο) δῆλον παντί που. ὅτι δὲ καὶ τοῦτ' ἐκείνῳ κατὰ ταὐτὸν κομιδῇ λαμπρῶς συναποδείκνυται, δῆλον ἂν εἴη καὶ τοῦτο τοῖς βουλομένοις. τὸ γὰρ ἄκτιστον ἐνέργειαν ἄκτιστον οὐσίαν χαρακτηρίζειν, εἰπόντα, μήτε μὴν διαφορὰν ἀκτίστου πρὸς ἄκτιστον (πῶς γὰρ, ὃ τοῖς πᾶσι ὁμοῦ πατράσιν ἀπείρηται, μηδὲν τῆς θείας καὶ τρισυποστάτου φύσεως ἕτερον ἄκτιστον εἶναι διαῤῥήδην ὁμολογοῦσι) μήθ' ὅτι ἕτερον θατέρου θάτερον, τὴν πρὸς ἐκεῖνα δεικνύντος ἐστὶ συμφυΐαν τε καὶ ταὐτότητα. μηδὲ γὰρ ἄν ποτε φύσιν ἔχειν, ἐν τοῖς οὕτως ἀναγκαίοις διαφωνεῖν τοὺς ἁγίους. ὡς γὰρ ἐκεῖ λόγων ταὐτότης, οὕτως ἐνταῦθα τὸ χαρακτηρίζειν εἰς ἕνωσιν ἄγει τὰ τῇ λέξει δύο δοκοῦν 2.972 τα. τὸ γὰρ χαρακτηρίζειν τῷ δηλοῦν ταὐτόν ἐστιν· ὡς ἂν εἰ ἔλεγεν· ἡ ἄκτιστος ἐνέργεια, ἐπεὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου λέγεται φύσεως, αὐτὴν τὴν ἄκτιστον οὐσίαν χαρακτηρίζει, καὶ δηλοῖ, καὶ παρίστησι. καὶ ἅμα βεβαιοῖ μοι τὸν λόγον ὁ χαρακτὴρ καὶ ἡ ἀπαράλλακτος τοῦ πατρὸς εἰκὼν, ὁ υἱός. (∆.) Εἰ δὲ βούλεσθε, καὶ μαρτυρίας ἐγὼ προενεγκεῖν οὐκ ὀκνήσω μυρίας διαφόρων πατέρων, ἃς κατὰ τῶν ὁμοίων τῇ δόξῃ τἀνδρὶ τουτωῒ καλῶς ποιοῦντες ἐκεῖνοι πάλαι γεγράφασιν. αὐτίκα τοίνυν ὁ μέγας φησὶν Ἀθανάσιος· "1οὐκ ἀμφίβολον, ὅτι αὐτός ἐστιν ἡ τοῦ πατρὸς ζῶσα βουλὴ καὶ ἐνούσιος ἐνέργεια, καὶ λόγος ἀληθινός."2 καὶ πάλιν· "1ἑνὸς ὄντος υἱοῦ, τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεὰν, ἥτις ἐκ πατρὸς ἐκπορεύεται."2 καὶ πάλιν· "1ἀλλ' οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν."2 (Ε.) Καὶ ὁμοίως ὁ θεῖός φησι Κύριλλος· "1εἰ ὁ υἱός ἐστιν ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ πατρὸς, ἐνέργεια πάντως καὶ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον."2 καὶ πάλιν· "1οὐκ ἀλλότριόν ἐστι τῆς θείας οὐσίας τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἐνέργεια φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος."2 (ʹ.) Ὁρᾷς μαρτυρίας κομιδῇ σαφεστάτας, καὶ πᾶσι γνωρίμους αὐτόθεν, καὶ μηδὲν μήτ' αἰνιγματῶδες μήτε γρῖφον ἐχούσας, ἀλλ' ἐμφανῶς καὶ διαῤῥή 2.973 δην ἀπαγγελλούσας ἡμῖν, ἐπὶ τῆς ἁπλῆς καὶ θείας φύσεως τῇ οὐσίᾳ ταὐτὴν τὴν ἐνέργειαν εἶναι, καὶ οἷον αὐτοενέργειαν τὴν οὐσίαν, ὡς ἀνωτέρω που δέδεικται διαρκέστερον. ὁρᾷς δ' ὡς καὶ ἀσεβεῖς προφανῶς τοὺς μὴ ταῦτα βουλομένους ἀποκαλοῦσι οἱ θεῖοι πατέρες, καὶ ὅσα ἐπὶ τούτοις ἔτι φασίν. ἄλλως τε καὶ τὸ τὸν υἱὸν καὶ τὸ πνεῦμα τοῦ πατρὸς ἐνέργειαν φάσκειν τοὺς ἁγίους, τί δηλούντων ἐστὶν ἕτερον, ἢ τὸ τῆς οὐσίας καὶ ἐνεργείας ταὐτόν; (Ζ.) Εἰ γὰρ τῇ τῶν λέξεων δοίημεν προφορᾷ καθάπαξ ἕπεσθαι τὰς ἐννοίας, καθάπερ ἐπὶ τῶν συνθέτων, οὕτω κἀπὶ θεοῦ, οὐ διπλοῦν ἔσται μόνον τὸ ἁπλοῦν, ἐξ οὐσίας δηλαδὴ καὶ ἐνεργείας συγκείμενον, ἀλλὰ καὶ σφόδρα γέ τοι πολλαπλοῦν. τί γὰρ ἂν φαίη τις, τῶν ἁγίων ἀκούων λεγόντων, ἕνα θεὸν, μίαν ἀρχὴν αἰώνιον, ἄκτιστον, ἀγένητον, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην μιᾷ προσκυνήσει; μὴ πολλαπλοῦν καὶ ποικίλον καὶ πολυσύνθετον λέγουσι τὸν θεόν; ἄπαγε· πῶς γὰρ, οἷς καὶ πᾶσαν ὥραν καὶ καιρὸν ἐμέλησε, σφίσι τε αὐτοῖς καὶ ἅμα ἀλλήλοις ὁμόφωνα λέγειν ἀεὶ, καὶ μὴ μᾶλλον μηδ' ἧττον ἀντίφωνον περὶ τῶν