347
εὐφημίας, οὐ σανίδα τιμῶντες οὐδὲ τὴν κηρόχυτον γραφήν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως· οὕτως ἡ κτίσις οὐ τὸ γήινον σχῆμα τιμᾷ, ἀλλὰ τὸν οὐράνιον χαρακτῆρα αἰδεῖται. {1Τῆς ἐν Ἀντιοχείᾳ συνόδου ἐπὶ Θεοδωρήτου πατριάρχου}1 Οὐχ ὡς ἕτερον τῇ μορφῇ, ἀλλ' ὡς αὐτὸν ἕνα Κύριον ἐν μιᾷ μορφῇ ὄντα, καθ' ὃν καὶ χαρακτὴρ εἷς πεφυκὼς τῆς τοῦ πατρὸς ὑποστάσεως καὶ πρὸ σαρκὸς ἀσώματος εἷς τε ἦν καὶ ἐν σαρκὶ εἷς ἐστι καὶ ἐν εἰκόνι ὁ αὐτὸς εἷς ὑπάρχει, μὴ διαιρούμενος εἰς δύο χαρακτῆρας μήτε δὲ σχιζόμενος εἰς δύο δόξας, ἀλλ' εἰς μίαν συναγόμενος. καὶ μεθ' ἕτερα· ἀλλ' ὥσπερ αὐτὸς εἷς ἐστιν ἐκ δύο τῶν ἐναντίων καὶ εἰς ἓν συνάγεται πρόσωπον, οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ μία τέ ἐστι καὶ τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ· καὶ οὐχ ἕτερον χαρακτῆρα ἐροῦμεν τὸν κατὰ σάρκα ἐπιφανέντα ἡμῖν καὶ ἕτερον τὸν κατ' εἰκόνα σχηματιζόμενον χαρακτῆρα ἐν εἴδει μορφῆς αὐτοῦ, ἀλλὰ τὸν αὐτὸν ἕνα, ἐπεὶ μήτε καθὸ σῶμα ὁ χαρακτὴρ εἴρηται, ἀλλὰ καθὸ ἀσώματον. καὶ τοῦτο μᾶλλον διὰ τοῦ θείου Χρυσοστόμου διευκρινηθήσεται, τὸν χαρακτῆρα οὐράνιον λέγοντος, ἐπείπερ καὶ ἐξ οὐρανοῦ οὐ καθὸ σῶμα, ἀλλὰ καθὸ ἀσώματον ὁ μονογενὴς θεὸς κατελθὼν ἐκ τῶν οὐρανῶν ἐσαρκώθη καὶ ἐπέφανε, σῶμα περιθέμενος τὸ ἡμέτερον. καὶ μετ' ὀλίγα· οὐκοῦν ἐπεὶ κατὰ ἀναφορὰν αὐτὸν δείκνυσι τὸν χαρακτῆρα, αὐτὸν Χριστὸν προσκυνοῦμεν καὶ οὐ τὴν ὕλην, τεχνικῶς σχηματιζομένην ἐν τῇ εἰκόνι. {1Τῆς ἐν Νικαίᾳ συνόδου τὸ δεύτερον}1 Καὶ ὁ προσκυνῶν τὴν εἰκόνα προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπόστασιν. 529 {1Εὐδοκίᾳ κανδιδατίσσῃ}1 Ἐδηλώθη μοι ὑπὸ τοῦ ἀδελφοῦ Σιλουανοῦ περὶ τῆς τιμιότητός σου ὅτι ἐν λύπῃ ἐστὶ διὰ τὸ ἐγγίνεσθαί σοι φόβον τινὰ καὶ πτόησιν ἐν τῇ ψυχῇ ἄνευ τινὸς αἰτίας· καὶ ἀκούσας οὐκ ἀπαθῶς ἤνεγκα ὁ ταπεινός, ἀλλὰ καὶ ἐλυπήθην καὶ ηὐξάμην, εἰ καὶ ἀνάξιος ὑπακούεσθαι παρὰ θεοῦ, λυθῆναι τὸ δέος ἐκεῖνο ἀπὸ σοῦ. ἀλλὰ καὶ ἔτι κἀγὼ καὶ ὁ κύριος ὁ ἀρχιεπίσκοπος καὶ οἱ ἀδελφοὶ συνεύχονται καταρραϊσθῆναι τὸ πάθος ἀπὸ τῆς εὐσεβείας σου· τοῦτο δέ, κυρία, ἀλλόκοτόν ἐστι τὸ πάθος καὶ εὐκαταφρόνητον καὶ οὐκ ὀφείλεις λογίζεσθαι αὐτὸ ὅλως ἔν τινι δυνάμενόν σε παραβλάπτειν, διότι, τὸν Χριστὸν ἐνδεδυμένη, καὶ τὸν σταυρὸν αὐτοῦ ἔχεις ὅπλον, ἐφ' ᾧ σημειουμένη ἀποδιώκειν παραυτὰ πίστευε πᾶσαν σκαιωρίαν δαιμονικήν, κἂν ἐν ἡμέρᾳ, κἂν ἐν νυκτὶ συμβαίνῃ σε ἐκθροεῖσθαι. ψάλλε οὖν πρὸς Κύριον, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου· καὶ πάλιν· οὐ φοβηθήσομαι ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ· καί, εἰ ὁ θεὸς ὑπὲρ σοῦ, τίς κατὰ σοῦ, οὗ καὶ τὸ σῶμα ἐσθίεις καὶ τὸ αἷμα πίνεις; ἐφ' οἷς καταπατοῦμεν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Μὴ τοίνυν συγκαταπέσῃς μηδὲ ῥαθυμήσῃς ἐν τῷ ἀκαίρῳ τούτῳ φόβῳ, ἀλλ' εὐθύμει ἐν Κυρίῳ καί, ὑπομιμνήσκομεν, προσεύχου, καθὼς καὶ εἴθισταί σοι, νύκτωρ καὶ μεθ' ἡμέραν, εἰ δύνῃ, καὶ μικρὸν ἀναγίνωσκε, καὶ ἡ εἰρήνη τοῦ θεοῦ φρουρήσει σε καὶ ἀπήμονα διατηρήσει ἐν πᾶσιν. 530 {1Εὐφροσύνῃ ἡγουμένῃ}1 Μεμάθηκα παρὰ τοῦ εὖ εἰδότος ὅτι σου ἥψατο λύπη τῆς τιμιότητος διὰ τὸ ἐθέλειν μίαν ἀδελφὴν τετμῆσθαί σου τῆς ἁγίας συνοδίας. καὶ οὐκ ἔξω τοῦ εἰκότος ἡ λύπη· πῶς γὰρ ἂν καὶ οὐκ ἀλγήσειεν ψυχὴ ἐκκοπτομένου τοῦ οἰκείου μέλους; ἀλλ' ὅμως, ὅτι συμβαίνει τὰ τοιαῦτα ἐξ ἐπηρείας τοῦ ἐνεδρεύοντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ χρὴ ἡμᾶς μακροθύμως φέρειν, πᾶσαν ἐπιδεικνυμένους ἐπιμέλειαν ὅσον ἐπιτρέπει ὁ ἀληθὴς λόγος, ὡς ἂν ἀθῷοι τοῦ αἵματος εἴημεν τοῦ τοιούτου, ἤγουν τῆς τοιᾶσδε, ἀδελφοῦ τε ὀνομασθέντος ἢ ἀδελφῆς. Ἐπεζήτησας δὲ μαθεῖν, εἰ ἀνένοχόν ἐστι τῇ τιμιότητί σου ἀπολῦσαι τὴν φιλονεικοῦσαν ἐκραγῆναί σου ἀδελφήν. καὶ πῶς, σοφὴ οὖσα καὶ συνετή, οὐκ ἀφ' ἑαυτῆς ἐπιγινώσκεις τὸ δέον; οὔτε οὖν σεαυτῇ τῇ διδασκάλῳ οὔτε τῇ μαθητευθείσῃ ἀκίνδυνος ἡ διάστασις, ἐθελουσίως γινομένη. διατί γὰρ καὶ πόθεν τὸ εὔλογον ἔχουσα; εἰ μὲν γὰρ τελεία οὖσα καὶ