ἐγγράψας αὐτὸν εἰς μνήμην εἰδείη, ὅτε ἀφραίνοντα ἐν τοῖς ἑξῆς μάθῃαὐτὸν καὶ ἀκλεῶς πίπτοντα. οὐ μάτην δὲ οὐδὲ τῶν ἵππων αὐτοῦ ἐμνήσθη, ἀλλ'ὅτι αὐτοῖς πεποιθὼς ὁ Ἄσιος ἐν τοῖς ἑξῆς ὡς καλοῖς ἀφρονεύσεται καὶ πεσεῖται»ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος» κατὰ τὸ εἰς αὐτὸν ἐπίγραμμα. Ἰστέονδέ, ὅτι ἐν τοῖς ἑξῆς καὶ ἕτερος Ἄσιος δηλωθήσεται, μήτρως Ἕκτορος ἀπὸΣαγγαρίου. (ῃ. 835) Τῶν δὲ ῥηθέντων τόπων Περκώτη μὲν εἰς τοσοῦτον μόνονἠξίωται λόγου τοῖς παλαιοῖς, εἰς ὅσον εἰπεῖν αὐτούς, ὅτι πόλις ἐστὶ Τρῳάδοςκαὶ ὅτι πολίτης αὐτῆς Περκώσιος καὶ ὅτι ἦν τις καὶ Παλαιπερκώτη λεγομένηκαὶ ὁ ἐξ αὐτῆς Παλαιπερκώσιος. Τὸν δὲ Πράκτιον ποταμὸν δέχεσθαι ὁ Γεωγράφος βούλεται, ῥέοντα μεταξὺ Ἀβύδου καὶ Λαμψάκου-πόλις γάρ, φησίν, οὐχ' εὑρίσκεται-λέγων καί, ὅτι ὁ ποιητὴς καὶ ἐκ ποταμῶν οἰκήσεις ἐδήλωσεν,ὡς καὶ ἐν τῷ «οἳ παρὰ Κηφισσὸν δῖον ἔναιον» καὶ «ἀμφὶ Παρθένιον ποταμὸνἔργα ἐνέμοντο». ἀλλαχοῦ δὲ λέγει καί, ὅτι ἀφανῆ χωρία ἡ Περκώτη καὶ τὸ Πράκτιον καὶ ἡ Ἀρίσβη. (ῃ. 836) Περὶ δὲ Σηστοῦ καὶ Ἀβύδου ἐγράφη ἐντοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ ἀρκεῖ εἰπεῖν, ὅτι κατὰ τὸν Γεωγράφον διέχουσινἀλλήλων Σηστὸς καὶ Ἄβυδος τριάκοντά που σταδίους ἀπὸ λιμένος εἰς λιμένα,καὶ ὅτι ἡ Σηστὸς βραχεῖα μέν, εὐερκὴς δέ, σκέλει διπλέθρῳ συνάπτουσα πρὸςτὸν λιμένα, [οὗ δὴ σκέλους μείζω πάντως τὰ ἐξ Ἀθηνῶν ἕως καὶ εἰς τὸν Πειραιᾶ,] καὶ ὅτι Γύγης, βασιλεὺς Λυδῶν, ὥσπερ τὴν Τρῳάδα πᾶσαν, οὕτωκαὶ τὰ χωρία ταῦτα εἶχεν ὑφ' ἑαυτῷ, οὗ καὶ ἐπιτρέψαντος ἔκτισαν τὴν Ἄβυδον Μιλήσιοι. οὐ μόνον δὲ ἡ Σηστός, ἀλλὰ καὶ ὁ Σηστός ἀρσενικῶς, φασί, λέγεται.Ἰστέον δὲ καί, ὅτι τὸ Ἄβυδος ὕστερον ἐπὶ συκοφάντου ἐτέθη παροιμιακῶς διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. ὅθεν καὶ Ἀβυδοκόμαι οἱ ἐπὶ συκοφαντίᾳ κομῶντες. τίθεται δέ, φασίν, ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶοὐδενὸς ἀξίου. κωμῳδοῦνται δέ, φασί, καὶ εἰς μαλακίαν οἱ τῆς Ἀβύδου. 1.560 Παυσανίας δὲ καὶ παροιμίαν εἶναι λέγει «μὴ εἰκῇ τὸν Ἄβυδον», ᾗ ἐχρῶντο,φησίν, ἐπὶ τῶν εἰκαίων καὶ οὐδαμινῶν. (ῃ. 838) Ἀρίσβη δέ, εἰ καὶ ἀφανὲςἀνωτέρω ἐρρέθη χωρίον, ἀλλ' ἦν ὅτε οὐ τοιοῦτον ἂν ἦν. ἔοικε γὰρ κατὰ τὸν Γεωγράφον βασίλειον εἶναι αὕτη Ἀσίου, διὸ καὶ δῖαν Ἀρίσβην ὁ ποιητὴς ἔφηαὐτήν. καὶ τὸ Ἀρίσβηθεν δὲ οὐκ εἰς κενὸν πρόσκειται, ἀλλ' ἵνα δηλωθῇ, ὅτιπολλῶν ἄρχων πόλεων ὁ Ἄσιος τῇ Ἀρίσβῃ, ὡς εἰκός, ἔχαιρε. ἦν δέ, φασί, καὶ ἐν Λέσβῳ Ἀρίσβα ὑπὸ Μηθυμναίοις, ἐν δὲ Θρᾴκῃ ποταμὸς Ἄρισβος ἐμβάλλων εἰς τὸν Ἕβρον. (ῃ. 839) Αἴθωνες δὲ ἵπποι οἱ θερμοὶ ἢ μέλανες ἢπυρροὶ ἀπὸ τοῦ αἴθω, τὸ καίω καὶ λάμπω, ἐξ οὗ καὶ ἡ Αἴθη, ἡ βασιλικὴ ἵππος,καὶ βόες δὲ αἴθωνες ὁμοίως πολλαχοῦ. λέγεται δὲ καὶ αἴθων λέων. αὐτὸς δὲκαὶ καθ' ἕτερόν τινα λόγον οὕτω καλεῖται τὸν ἑτέρωθι δηλούμενον. Ἐπίκειταιδέ ποτε ἡ λέξις καὶ ἡρωϊκῷ ἀνδρί, ὡς δηλοῖ καὶ τὸ «ἀνδρὸς αἴθωνος ἀγγελίαν».Ἐνταῦθα δὲ ὅρα, ὅτι τὸ φέρειν ἐπὶ ἐμψύχου πάλιν εἴρηται ἐν τῷ «φέρον ἵπποιτὸν Ἄσιον». Σελλήεις δὲ ποταμὸς οὐ μόνον ἐν τοῖς ὑπὸ τὸν Ἄσιον, ἀλλὰ καὶ ἐν ἄλλοις τόποις, ὡς καὶ προεγράφη. ῥέει δὲ πρὸς τῇ Ἀρίσβῃ. ἀναμνηστέονδὲ καὶ τῆς οὐ πρὸ πολλῶν ῥηθείσης Ἐφύρης, ἥτις εἶχε καὶ αὐτὴ ποταμὸν Σελλήεντα. (ῃ. 840-3) Ὅτι Ἱππόθοος καὶ Πύλαιος, υἱοὶ Λήθου Πελασγικοῦ,ἦγον φῦλα Πελασγῶν ἐγχεσιμώρων· «τῶν», ἤγουν τούτων, «οἳ Λάρισσανἐριβώλακα ἔναιον». (ῃ. 840) Καὶ ὅρα τὸ «φῦλα Πελασγῶν». ἀξιόλογον γὰρπλῆθος δηλοῖ. οὐ γὰρ φῦλον ἔφη, ἀλλὰ φῦλα πληθυντικῶς. μέγα δὲ ἔθνος οἱ Πελασγοὶ κατὰ τὸν Γεωγράφον, ὅπερ καὶ εἰς πλάτος ἀποδεικνύει αὐτός.πλανῆται δὲ ἦσαν καὶ σποράδες πανταχοῦ τῆς γῆς, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. Φησὶ γοῦν ὁ αὐτὸς Γεωγράφος καί, ὅτι πλάνητες οἱ Λέλεγες, ὡς καὶοἱ Πελασγοὶ καὶ οἱ Καύκωνες πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν πλανώμενοι.καὶ Πελασγικὸν δὲ πεδίον ἱστορεῖ ἐν Λαρίσσῃ τῇ Θετταλικῇ. λέγει δὲ καί,ὅτι ᾠκήθη ποτὲ ὑπὸ Πελασγῶν ἡ