348
ἀνδραποδισθεῖσαν ὑπὸ τῶν Περσῶν, καὶ πόλεις μόνας περιλειπομένας, καὶ αὐτὰς οὐδαμῶς ἐπιεικέστερα τῶν ἐν ταῖς κώμαις προσδοκώσας πείσεσθαι, καὶ ἐν δεινῷ τὴν τηλικαύτην συμφορὰν τιθέμενοι, οὐκέτι ἀνεκτὸν ἡγοῦντο, ἀλλὰ βασιλίδι συνεβούλευον σπονδὰς τίθεσθαι καὶ εἰρήνην πρὸς Καντακουζηνὸν τὸν βασιλέα. ἄν τε γὰρ, ἔφασαν, ἐκείνου περιγενώμεθα, οὐχ ἕξομεν ὧν ἄρξομεν, πάντων ἄρδην ἀπολωλότων· ἄν τε ἡττηθῶμεν, πρὸς τοῖς ἄλλοις καὶ ἑαυτοὺς συναπολοῦμεν. καὶ ἐδόκουν δίκαια καὶ λυσιτελῆ βουλεύεσθαι καὶ βασιλίδι· μάλιστα δὲ πρὸς τοῦτο Γαβαλᾶς ὁ μέγας ἐνῆγε λογοθέτης καὶ τοὺς ἄλ 2.438 λους ἔπειθεν. ὁ μέγας δὲ δοὺξ, ἐπεὶ ταῦτα ἀγνοεῖν οὐκ ἦν, σπουδῇ πολλῇ ἐχώρει πρὸς Βυζάντιον, τῶν ἄλλων ἁπάντων ἀμελήσας. ἐπεὶ δὲ ἦν ἐντὸς, οὐ πρὸς βασιλίδα ἧκεν, ὥσπερ εἴωθε, προσαγορεύσων, ἀλλ' ἐν Ὁδηγητρίας τῆς θεομήτορος γενόμενος τῷ τεμένει καὶ προσκυνήσας, ἔπειτα εἰς τὸν ἐν Μαγγάνοις ἧκε πύργον, ὃν περιόντος μὲν Ἀνδρονίκου τοῦ βασιλέως εἶχε, τοῦ Βυζαντίου περιβόλου ὄντα ἕνα, ἐν δὲ τοῖς τοῦ ἐμφυλίου πολέμου χρόνοις ἐπισκευάσας καὶ ὀχυρώτατον ἀπεργασάμενος, ὡς μάλιστα ἐνῆν, ὅπλα τε ἐνθέμενος καὶ τὰ ἄλλα ἐπιτήδεια, ὥστε δυνήσεσθαι καὶ πρὸς πολιορκίαν καὶ τειχομαχίας ἀντισχήσειν, κατεῖχε φρουρὰν εἰσαγαγών. τότε δὲ εἰς ἐκεῖνον ἐλθὼν, διήγαγε τὴν νύκτα. εἰς τὴν ὑστεραίαν δὲ τοῦ πατριάρχου πρὸς αὐτὸν ἐλθόντος, πρῶτα μὲν ὠνείδιζε τὴν εὐκολίαν καὶ τὴν πρὸς αὐτὸν μεταβολήν. οἴεσθαι γὰρ, ἔφασκε, τὰς ἀμφοτέρων συντακείσας ψυχὰς ἑκατέρων τὰ σώματα κινεῖν, καὶ ταὐτὰ καὶ ἴσα ἀμφοτέρους καὶ βουλεύεσθαι καὶ αἱρεῖσθαι· νυνὶ δὲ τοὐναντίον ἅπαν πεφηνέναι. ἀκηκοέναι γὰρ πεπεῖσθαι καὶ αὐτὸν τοῖς περὶ τῆς πρὸς Καντακουζηνὸν εἰρήνης διαλεγομένοις, ἅπερ οὐκ ἐχρῆν ποιεῖν· εἰδέναι γὰρ σαφέστατα αὐτὸνʹ, ὡς, εἰ μὴ ἐκεῖνος τοῦ πρὸς Καντακουζηνὸν πολέμου ἤρχετο πολλὰ πραγματευσάμενος καὶ πᾶσαν μηχανὴν κεκινηκὼς, πάλαι ἂν ἐπεκάθητο Παλαμᾶς τοῖς πατριαρχικοῖς θρόνοις, αὐτοῦ ἐκβεβλημένου. νυνὶ δὲ πρὸς τῷ τῆς ἐκκλησίας ἄρχειν, καὶ τῶν πολιτικῶν πρα 2.439 γμάτων οὐδὲν ἧττόν ἐστι κύριος, περίβλεπτος ἐν πᾶσι Ῥωμαίοις γεγενημένος καὶ πατὴρ καὶ κηδεμὼν βασιλέως προσαγορευόμενος· ἃ ἐχρῆν σκοπεῖν, καὶ μὴ, προσδοκωμένης ἄλλων ὠφελείας, τὴν οἰκείαν προΐεσθαι σωτηρίαν. πρὶν μὲν γὰρ τὸν πόλεμον κεκινῆσθαι μέχρι καθαιρέσεως ἔστησεν ἂν τὴν ὀργὴν ὁ Καντακουζηνός· νυνὶ δὲ μετὰ τὸ τοσαῦτα ἐκεῖνον ἐφύβριστα καὶ δεινὰ ὑπομεμενηκέναι, ὧν, ἔφασκεν, οὐδὲν ἧττον αἴτιος ἦσθα καὶ αὐτὸς, μὴ φιλάνθρωπόν τινα καὶ ἀνεκτὴν οἴου τῶν τοσούτων κακῶν ἔσεσθαι τὴν τιμωρίαν, ἀλλὰ θάνατόν τε ἐφύβριστον σαυτοῦ καὶ τοῦ γένους ἐξώλειαν παντός. οὕτω γὰρ ἀκηκόαμεν ἐκ πολλῶν τῶν ἐκεῖθεν ἀφιγμένων, ὡς μεγάλην καθ' ἡμῶν τῶν πεπολεμηκότων ἔχει τὴν ἀπέχθειαν. δι' ἃ αὐτός τε ἔγνωκα μέχρι παντὸς ἐκείνῳ πολεμεῖν, καὶ σοὶ τὰ ἴσα συμβουλεύω, καὶ μὴ τὰ πόῤῥω καὶ μηδὲν ὀνήσοντα πολυπραγμονεῖν, ἀλλ' ἡμῶν αὐτῶν πρόνοιαν ποιεῖσθαι, ὅπως σωθησόμεθα. τοῦτο δὲ κατ' οὐδένα τρόπον ἕτερον περιέσται, ἢ ἀεὶ σπουδάζουσι τὸν πρὸς ἐκεῖνον εἶναι πόλεμον. τὴν γὰρ λεγομένην εἰρήνην μηδὲν ἕτερον οἴου εἶναι, ἢ φανερὰν ἡμῶν τε αὐτῶν καὶ παίδων καὶ οἰκείων διαφθοράν.» τοιαῦτα μὲν ἔλεγε πρὸς πατριάρχην, καὶ ἔπειθεν, οὐδ' αὐτὸν πρὸς τὴν εἰρήνην πάνυ ὡρμημένον, ἀλλὰ λέγουσι τοῖς ἄλλοις ἀναγκαίως συνεπόμενον. ἔπειτα ἐχρῆτο καὶ πρὸς βασιλίδα πρεσβευτῇ, ἐμήνυέ τε βασιλίδι δι' αὐτοῦ, ὡς ἀποροίη, ὅτου ἕνεκα αὐτὸς μὲν ὑπὲρ αὐτῆς καὶ παίδων 2.440 ἕλοιτο πάντα κίνδυνον καὶ πόνον, αὐτοῖς δὲ μὴ τὴν ἴσην ἔδοξε σπουδὴν ἐπιδείκνυσθαι περὶ ἑαυτῶν. αὐτὸς γὰρ εὐθὺς μετὰ τὴν βασιλέως τελευτὴν, ἰδὼν τὸν Καντακουζηνὸν ἄδικα καὶ βίαια διανοούμενον καὶ οὐ μόνον βασιλείας, ἀλλὰ καὶ ζωῆς αὐτῆς ἀποστερεῖν βουλόμενον αὐτὴν καὶ παῖδας, καίτοι πολλὰ πρότερον ὑπ' ἐκείνου εὐεργετηθεὶς καὶ δίκαιος ὢν ὑπὲρ ἐκείνου πάντα κίνδυνον αἱρεῖσθαι, ἀμειβόμενος τῆς εὐποιίας, ὁ δὲ μᾶλλον εἵλετο ὑπὲρ αὐτῶν διακινδυνεύειν, ἢ τιμὰς τὰς πρώτας καρποῦσθαι παρ' αὐτῷ, τῶν