348
ἐκεῖσε ἐκέλευσαν. κἀντεῦθεν αὐτός τε γέγονε προθυμότερος καὶ ὑπεῖκον ἀπροφασίστως εσχηκε τὸ ὑπήκοον. ἐπεὶ δ' ὁ Καῖσαρ ἐν τῇ ̔Ρώμῃ τε ἐνηυθέντησε καὶ τοὺς τοῦ πατρὸς ἐτιμωρεῖτο σφαγεῖς φανερῶς, ἐσκόπει οπῃ αὐτὸν ἐπιόντα ἀμύναιτο, καί τινας ἐπιβουλὰς πρός τινων αὐτῷ γενομένας ἀπεκρούσατο. καὶ ἐς τὴν ανω Μακεδονίαν ἀνεχώρησεν, εχων τὸ ἰσχυρότατον τοῦ στρατοῦ, κἀκεῖθεν εἰς τὴν ̓Ασίαν επλευσεν, ινα μὴ τὰ ἐν τῇ ̔Ρώμῃ πραττόμενα ἐπὶ τὸ φοβερώτερον ἀγγελλόμενα μαθόντες οἱ στρατιῶται μεταβάλωνται. ειτ' αυθις εἰς τὴν Εὐρώπην ἠπείχθη, δείσας μή τι νεωτερισθῇ. Κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ Κάσσιος εἰς τὴν ̓Ασίαν ἐπεραιώθη πρὸς τὸν Τρεβώνιον, καὶ λαβὼν παρ' αὐτοῦ χρήματα καὶ ἱππέας συχνοὺς καὶ ἑτέρους πολλοὺς τῶν τε Κιλίκων καὶ τῶν ̓Ασιανῶν, τοὺς Ταρσέας καὶ ακοντας εἰς τὸ συμμαχικὸν προσηγάγετο. καὶ εἰς τὴν Συρίαν ἐλθών, ἀμαχεὶ πάντα τά τε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων προσεποιήσατο. παραλαβὼν ουν τὴν Συρίαν εἰς τὴν ̓Ιουδαίαν ωρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν 2.391 τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι. ἐκείνους τε ουν ἑτοίμως καὶ τοὺς ̓Ιουδαίους παρεστήσατο. ουτω δὴ καὶ ὁ Κάσσιος διὰ ταχέων ἐγένετο ἰσχυρός, καὶ τῇ γερουσίᾳ τὰ ομοια τῷ Βρούτῳ ἐπέστειλε· καί οἱ τήν τε τῆς Συρίας ἀρχὴν ἡ βουλὴ ἐβεβαίωσε καὶ τὸν κατὰ τοῦ ∆ολοβέλλου πόλεμον ἐψηφίσατο. ουτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας αρχειν, εἰς δὲ τὴν ̓Ασίαν ἐνδιατρίβων τὸ δόγμα ἐμεμαθήκει, καὶ πρὸς μὲν τὴν Συρίαν οὐκ ἀπῆλθεν, αὐτοῦ δὲ καταμείνας τὸν Τρεβώνιον δόλῳ ἐν τῇ Σμύρνῃ ἀνεῖλε καὶ πᾶσαν τὴν ̓Ασίαν κατέσχεν. ουτω δὲ τῆς ̓Ασίας γενόμενος ἐγκρατὴς εἰς τὴν Κιλικίαν ηλθε, τοῦ Κασσίου ἐν Παλαιστίνῃ τυγχάνοντος, καὶ τοὺς μὲν Ταρσεῖς ἑκουσίους προσλαβών, φρουροὺς τοῦ Κασσίου ἐν Αἰγαῖς οντας ἐνίκησεν· ἐς δὲ τὴν Συρίαν ἐνέβαλε, καὶ τῆς μὲν ̓Αντιοχείας ἀπεκρούσθη, τὴν δὲ Λαοδίκειαν προσεποιήσατο. καὶ τὸ ναυτικὸν αὐτῷ προσῆλθε· κἀντεῦθεν ἰσχύσας εἰς Αραδον ἀπελήλυθεν, ενθα μετ' ὀλίγων ἀπολειφθεὶς ἐκινδύνευε. διαφυγὼν ουν ἀπήντησε τῷ Κασσίῳ, καὶ συμβαλὼν αὐτῷ ἡττήθη, καὶ εἰς τὴν Λαοδίκειαν ἐπολιορκεῖτο. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων ἀναγκασθείς, καὶ φοβηθεὶς μὴ ζῶν ἁλῷ, ἑαυτὸν διεχρήσατο. ο καὶ ὁ ὑποστράτηγος αὐτοῦ Μάρκος ̓Οκτάβιος επραξε. Κάσσιος δὲ ἐπεὶ τὰ ἐν τῇ Συρίᾳ καὶ τῇ Κιλικίᾳ κατεστήσατο, εἰς τὴν ̓Ασίαν πρὸς τὸν Βροῦτον ἀφίκετο. ὡς γὰρ τὴν συνωμοσίαν τῶν τριῶν ἀνδρῶν εμαθον, καθ' ἑαυτῶν εἰδότες ἐκείνους πάντα ποιεῖν, προθυμότερον καὶ αὐτοὶ κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ επραττον. καὶ αὐτοί τε περιιόντες καὶ ἑτέρους διαπέμποντες τοὺς μὴ ἐκείνοις ὁμοφρονοῦν2.392 τας προσήγοντο καὶ χρήματα καὶ στρατιώτας συνήθροιζον, τινῶν δὲ μὴ συμμαχῆσαι πειθομένων αὐτοῖς, ἐπ' ἐκείνους ἐτράπησαν. καὶ Κάσσιος μὲν ναυμαχίᾳ τοὺς ̔Ροδίους ἐνίκησε καὶ τὰς ναῦς αὐτῶν ἀφείλετο καὶ τὰ χρήματα, μετὰ δὲ ταῦτα καὶ τὸν ̓Αριοβαρζάνην συλλαβὼν ἀπέκτεινε· Βροῦτος δὲ τῶν Λυκίων ἐκράτησε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξάνθον δὲ εἰς πολιορκίαν κατέστησε, καὶ ειλεν αὐτὴν καὶ κατέπρησεν. ειτα πρὸς Πάταρα ηλθε, καὶ προσεκαλεῖτο αὐτοὺς ὡς φίλους· ὡς δ' οὐχ ὑπήκουσαν, τοὺς αἰχμαλώτους τῶν Ξανθίων συγγενεῖς αὐτοῖς οντας επεμψεν, ἐλπίζων δι' ἐκείνων αὐτοὺς προσαγαγέσθαι. οἱ δ' οὐδ' ουτως ἐνέδοσαν. πωλήσας ουν τινας τῶν αἰχμαλώτων τοὺς λοιποὺς ἠλευθέρωσεν. ἰδόντες δὲ τοῦτο οἱ Παταρεῖς εὐθὺς αὐτῷ ὡς ἀρετὴν εχοντι προσέθεντο. τοῦτο δὲ καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ ταλλα δὲ δι' ὀλίγου παρεστήσατο. ̓Εντεῦθεν αμφω εἰς τὴν ̓Ασίαν ηλθον, καὶ εἰς τὴν Μακεδονίαν ἠπείγοντο. Γάιος δὲ ὁ Νωρβανὸς καὶ ∆εκίλλιος Σάξας παρὰ τοῦ Καίσαρος καὶ τοῦ ̓Αντωνίου εἰς Μακεδονίαν ἐστάλησαν, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι τὴν σύντομον ὁδὸν προκατέλαβον. διὸ ὁ Βροῦτός τε καὶ ὁ Κάσσιος ἑτέραν μακροτέραν περιελθόντες, καὶ βιασάμενοι τὴν ἐκεῖ φρουράν, πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα