348
κατηρτισμένη ἡ μαθήτρια πρὸς τὸ ἄλλων ἀδελφῶν καθηγεῖσθαι, ἤδη ἐπιζητουμένης ὑπ' ἀδελφότητος, οἰκονομία τὸ τοιοῦτον, καθώς φησιν ὁ Ἅγιος Βασίλειος, καὶ οὐ διάστασις, ἄπαγε· καὶ γοῦν ἀπὸ τοῦ ἄρχεσθαι καλῶς ἄνεισί τις ἐπὶ τὸ ἄρχειν ἐννόμως, κἀντεῦθεν ζῆλος ἀγαθὸς ταῖς ὁμοτρόποις ἰέναι ἐπὶ τελειότητα καὶ ταὐτοπραγῆσαι θεοπρεπῶς, ἐπειδὴ ἔνδειξιν τῆς εἰς αὐτὸν ἀγάπης ὁ Κύριος καὶ θεὸς ἡμῶν τῷ κορυφαίῳ τῶν ἀποστόλων ὑποδεικνὺς ἔφη· εἰ ἀγαπᾷς με, βόσκε τὰ ἀρνία μου· καὶ πάλιν· ποίμαινε τὰ πρόβατά μου. ὡς ὅ γε, ὁ τοιαύτῃ προθέσει ἐκβεβηκὼς εἰς τὸ ποιμαίνειν, μακάριος ἂν εἴη, Χριστὸν μιμούμενος τὸν ἀληθινὸν καὶ πρῶτον ἀρχιποίμενα. Ἔστι γοῦν καὶ ἑτέρα οἰκονομία ἐν τοῖς πατράσιν ἡμῶν τεθεωρημένη, ὁπόταν ψυχὴ δυστροπεύουσα μετὰ πολλὴν καὶ μακρὰν ἐπιμέλειαν αἱρῆται μεταπεσεῖν εἰς ἄλλην ἀδελφότητα, ὡς ἐκεῖσε χρησιμεύσειν μέλλουσα κατὰ μίμησιν τῶν μεταφυτευομένων δένδρων ἐκ τοῦδε εἰς τόνδε τὸν τόπον. ἐὰν οὖν καὶ τοῦτο ποιήσειας, ἔχει τινὰ λόγον, ἀμφοτέρων δῆλον ὅτι, τῆς τε ἐπιδιδούσης καὶ τῆς ἐπιδεχομένης, συναιρουμένων ἀλλήλαις, πληρουμένου τοῦ ἀποστολικοῦ παραγγέλματος, ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. ἄλλον δὲ χωρισμὸν οὐκ ἐπιδέχεται ὁ λόγος τῆς ἀληθείας, πρῶτον μὲν ὅτι ἡ σύμβασις τοῦ Ἁγίου Πνεύματος διασπᾶται, ἡ καθομολογηθεῖσα ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἐπὶ τῇ μοναχικῇ τελειώσει· οὗ τί ἂν εἴη ὀλεθριώτερον; καί γε ἁρμόζει κἀνταῦθα ὁ λόγος τοῦ Κυρίου, οὓς ὁ θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω· εἰ γὰρ ἐκεῖ, καίτοι ἐπὶ σαρκικῇ ζεύξει, ἀπηγόρευται ὁ χωρισμός, πόσῳ γε μᾶλλον ἐπὶ πνευματικῇ συναφείᾳ, εἰ μή τι ἆρα παίζεται τὰ θεῖα; ἀλλ' ἄπαγε, πιστὸς ὁ λόγος τοῦ μυστηρίου ἐπί τε ἀφέσει τῶν ἡμαρτημένων ἐπί τε δεσμῷ ἀλύτῳ τῆς συναφείας. ἔπειτα, πῶς οἰκοδομηθήσεται ἡ ἀδελφότης ἐξ ἧς ἀπορρήγνυται, εἴπερ ἀνεύθυνος ᾖ ἡ ἀπολελυμένη παρὰ τῆς καθηγουμένης, καὶ οὐχὶ μᾶλλον ὑπαχθήσεται εἰς διάστασιν, τῷ ὁμοίῳ ζήλῳ τεμνομένη νῦν μὲν αὕτη, πρὸς δὲ τὸ ἑξῆς ἑτέρα καὶ μετ' οὐ πολὺ ἄλλη (καὶ οὕτω τὸ ἄρτιον σῶμα τοῦ Χριστοῦ οἰχήσεται καὶ διαφθαρήσεται πάμπαν), ἐκ τῆς πρώτης βαλβῖδος ἀφορμηθεῖσα; καὶ τοῦ οὐαὶ κληρονόμος, ὡς βοᾷ ὁ Ἅγιος Βασίλειος, ἡ τοῦτο ὅλον τὸ κακὸν ἀπεργαζομένη· οὔτε γὰρ στάσιν οὔτε βάσιν ἕξει οὔτε ἡ σὴ μονὴ οὔτε ἑτέρα ἡ οὕτως πράττουσα. Ὥστε ὁ ἀπειθῶν ἀπειθείτω καὶ ὁ ἀνομῶν ἀνομείτω κατὰ τὸ γεγραμμένον. σὺ δὲ σῴζουσα σῷζε τὴν σεαυτῆς ψυχήν, μὴ προϊεμένη τοὺς νόμους τοῦ θεοῦ, ἀλλ' ἐρηρεισμένη ἐν ταῖς διδασκαλίαις τῶν ἁγίων, ὧν πρῶτος ἐν τούτοις ὁ Μέγας Βασίλειος, κἂν μετὰ δυοῖν ἢ τριῶν παρθένων φθάζῃς συζῆν· ὅπου γάρ εἰσι δύο ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, φησὶν ὁ Κύριος, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, οὐ μὴν μετὰ παρανομούντων, κἂν μυρίοι ὦσιν. 531 {1∆ωροθέῳ τέκνῳ}1 Ἔγνων, τέκνον ἠγαπημένον, καὶ ἐκ τῆς ἀρτίως γραφείσης σου ἐπιστολῆς τὸ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς πιστόν τε καὶ ἀγαπητόν σου, ὅπερ ἐστὶ γνώρισμα ἀληθινῆς ὑποταγῆς, εἰ καὶ ἡμεῖς ἁμαρτωλοὶ καὶ οὐδαμινοί· ἐφ' ᾧ καὶ συντηρηθείης πρὸς τὸ ἑξῆς, εὐαρεστῶν Κυρίῳ καὶ διαλάμπων τῇ ἀρετῇ ἐν τῇ ἀδελφότητί σου, οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς. φύσιν γὰρ οὐκ ἔχει κρύπτεσθαι τὸ ἀγαθόν, ἀλλὰ καὶ μᾶλλον λανθάνειν δοκοῦν εὔδηλον τὸν ἐργάτην ἀποκαθίστησιν ὡς πόλιν θεοῦ χρηματίζειν κατὰ τὸ γεγραμμένον. Ἀλλὰ τοῦτο μὲν ἐπὶ τοσοῦτον. περὶ δὲ ἧς ἐσήμανας ὑποθέσεως, ἤγουν τοῦ ποιεῖν μνήμην τοῦ δεῖνος, ὀφείλεις ἐξ ἑαυτοῦ συνορᾶν ὅτι, εἰ μὲν ἐν τῷ θανάτῳ, προκοινωνῶν τῇ αἱρέσει διὰ φόβον ἀνθρώ πινον, ἔστη ἐξαγορεύων καὶ οἱονεὶ ἐπιτιμώμενος πρός τινος, εἶθ' οὕτως μετέλαβεν τῆς ὀρθοδόξου κοινωνίας καὶ ταύτῃ συναπέπτη, ἔχει φύσιν ἐν μνημοσύνοις τάττεσθαι ὀρθοδόξων, τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ διὰ πολλὴν φιλανθρωπίαν ἐπ' αὐτῆς τῆς τελευταίας ὥρας δεχομένου τὸν μεταμελούμενον καὶ ὦδε αὐτὸν κρίνοντος. ὥστε, εἰ οὕτως ἐγένετο, ποιεῖσθαι λειτουργίας ὑπὲρ αὐτοῦ πρὸς θεὸν οὐ παραιτητέον. εἰ δὲ