349
ἀτόπων ἔργων βδελυττόμενος τὴν κοινωνίαν· πόλεμόν τε ἤρατο πρὸς ἐκεῖνον φανερῶς, τῶν ἄλλων πάντων ἀποκνούντων καὶ τὴν δύναμιν πεφρικότων, καὶ ἐς τοσαύτην συνήλασεν ἀπορίαν, ὥστε πρότερόν τε Τριβαλῶν πρὸς ἐπικουρίαν δεηθῆναι, καὶ τὰ τελευταῖα νῦν Περσῶν. αὐτὸς δὲ σπουδῇ πολλῇ καὶ ἀγχινοίᾳ εἰς τοὐναντίον αὐτῷ ἅπαντα περιτρέψαι, καὶ πολεμίους αὐτῷ ἀντὶ συμμάχων πάντας ἀποδεῖξαι, καὶ νῦν εἰς τοσοῦτον ἀπορίας ἀγαγεῖν, ὥστε ἐπαγγείλασθαι τὴν βασιλείαν ἀποθέμενον βίον ἰδιώτου ζῇν. ὅτε δὲ πολλὰ καμὼν καὶ ἀγωνισάμενος καὶ κινδύνους τοσούτους ὑπομείνας ἤγαγεν εἰς τέλος ἀγαθὸν τὴν ἐπιχείρησιν, τότ' αὐτοὶ ὑπ' ἀβουλίας ἅπαντα ἀνέτρεψαν. πυθόμενον γὰρ αὐτὸν, ὡς βουλεύσαιντο εἰρήνην τίθεσθαι πρὸς ἐκεῖνον καὶ σπονδὰς ἐπὶ τῷ βασιλέα εἶναι, πάντα καταλιπόντα ἐνθάδε ἥκειν, καὶ οἴκοι γενόμενον τὸ μέλλον ἀποσκοπεῖν. δεδιέναι γὰρ πρὸς αὐτὴν ἐλθεῖν, μὴ, 2.441 ἃ αὐτοῦ ἀπόντος λόγοις ἐψηφίσαντο, ἔργοις παρόντος τελεσθῇ, καὶ ἀπόληται αὐτὸς τὴν ἐναντίαν γνώμην ἔχων. εἰ μὲν οὖν, ἔφασκε, τῶν τοιούτων ὡς ἀλυσιτελεστάτων ἀπόσχησθε καὶ αὐτοὶ, καὶ τὸν πόλεμον, ὥσπερ ἐξαρχῆς, ἕλοισθε πρὸς Καντακουζηνὸν τοῦτο γὰρ ἡμῖν λυσιτελέστατόν ἐστι, καὶ αὐτὸν ἕτοιμον εἶναι, πίστεις παρ' αὐτῆς δεξάμενον, ὡς οὐδὲν αὐτῷ ἀπαντήσει δυσχερὲς, πράττειν μετὰ τῶν ἄλλων ὅσα ἂν οἴωνται συμφέρειν. εἰ δ' ἄρα ἄλλως ἔγνωκεν αὐτὴ καὶ τὴν εἰρήνην αἱροῖτο μᾶλλον, ἣ πολλῶν ἡμῖν ἔσται καὶ μεγάλων αἰτία συμφορῶν, σκεψάμενον καὶ αὐτὸν πράττειν ὅ,τι ἂν δοκῇ λυσιτελεῖν. πάντως δὲ δύνασθαι καὶ αὐτὸν μᾶλλον τῶν ἄλλων εὖ διαθέσθαι τὰ καθ' ἑαυτόν. τοιαῦτα μὲν καὶ πρὸς βασιλίδα διὰ τοῦ πατριάρχου ἐπρεσβεύετο. παραγενομένου δὲ καὶ Γαβαλᾶ τοῦ μεγάλου λογοθέτου πρὸς αὐτὸν, τὰ μέγιστα ἔφασκεν ἐξηπατῆσθαι περὶ αὐτοῦ, νομίζων πολὺ τοὺς ἄλλους παρελαύνειν συνέσει τε καὶ τῇ περὶ τὸ πράγμασι μεγάλοις χρῆσθαι ἐμπειρίᾳ. τὸ γὰρ αὐτὸν ὑπὸ Καντακουζηνοῦ τοσαῦτα εὐεργετηθέντα, ἔπειτα τὸν κατ' ἐκείνου πόλεμον συσκευασάμενον καὶ τὴν ἐπιβουλὴν, καὶ πολλῶν αὐτῷ καὶ μεγάλων αἰτιώτατον συμφορῶν καὶ ὕβρεων γεγενημένον, ἔπειτα νῦν οἴεσθαι, εἰ γένοιτο εἰρήνη πρὸς αὐτὸν, ἡμέρου πειράσεσθαι καὶ προσηνοῦς, ἀλλὰ μὴ αὐτὸν καὶ γένος καινῷ τινι τρόπῳ καὶ ἀξίως τῆς πρὸς ἐκεῖνον ὕβρεως διαφθερεῖν, οὐ σωφρονοῦντος ἄν τις τιθείη, οὐδὲ ὀρθῶς τὰ 2.442 πράγματα λογιζομένου. πολὺ γὰρ μᾶλλον αὐτοῖς τὸν πόλεμον λυσιτελεῖν, ἢ τὴν εἰρήνην. πολεμοῦσι μὲν γὰρ ἐξέσται διασώζεσθαι μέχρι παντὸς καὶ ἄρχειν τῶν πραγμάτων. ἂν δ' ἐλάσσω γίνωνται τῶν ὄντων, οὐ χρὴ διὰ τοῦτο τὴν οἰκείαν αὐτοὺς καταπροΐεσθαι σωτηρίαν. βέλτιον γὰρ ὀλίγων ἄρχειν, ἢ ἐκείνων αὐξανομένων ὑπ' ἄλλοις εἶναι, αὐτοὺς δὲ ἀποθνήσκειν ἀκλεῶς. εἰρήνην δὲ πρὸς ἐκεῖνον ποιουμένους, οὐκ ἔσθ' ὅ,τι τῶν κινδύνων ἐξαιρήσεται. συνεβούλευέ τε αὐτῷ προσθέμενον αὖθις τὸν πόλεμον ἀνακινεῖν καὶ τοὺς ὅρκους ἀνανεοῦν τοὺς πρὸς ἀλλήλους, λαμβάνειν τε τὴν αὐτοῦ θυγατέρα πρὸς γάμον καὶ κοινῇ τόν τε πόλεμον ἀναδέχεσθαι καὶ τὴν Ῥωμαίων ἀρχὴν ἰθύνειν. ἐπὶ τούτοις ἔπειθε, καὶ ἐψηφίσαντο κοινῇ τὸν πόλεμον, ὤμνυόν τε τοὺς ὅρκους, ὥστε Γαβαλᾶν μὲν πρὸς τὸν πόλεμον τῷ μεγάλῳ συναίρεσθαι δουκὶ, καὶ μηδέποτε περὶ εἰρήνης μήτ' αὐτὸν βουλεύσεσθαι, μήθ' ἑτέρῳ λέγοντι πεισθήσεσθαι· ἐκεῖνον δὲ αὐτῷ ἐκδοῦναι τὴν θυγατέρα, καὶ κατὰ μηδεμίαν πρόφασιν τὸν γάμον κωλυθῆναι, ἀλλὰ κἂν ὑπὸ τῆς ἱερᾶς νόσου τὰ μέλη διαλωβηθῇ, κἂν ἐπιληψία ἢ μελαγχολία ἢ ὁποιαδήποτε νόσος ἐπιγένηται αὐτῷ, μηδὲν εἶναι τῶν τοιούτων κώλυμα τῷ γάμῳ. ογʹ. Ἐπεὶ δὲ καὶ τὰ κατὰ Γαβαλᾶν διῴκει ᾗ μάλιστα ἐβούλετο, συστήσας τῷ πατριάρχῃ, ἔπεμπε πρὸς βασιλίδα. οἱ δὲ ἐλθόντες πρῶτα μὲν ἀπήγγελλον τοὺς ἐκείνου λόγους βασιλίδι, ἔπειτα συνεβούλευον, ὡς δικαία εἴη ἡ ἀξίωσις καὶ 2.443 ὁ πόλεμος μᾶλλον αἱρετέος. Καντακουζηνῷ δὲ οὐδένα ἕτερον δυνήσεσθαι ἀντιστήσεσθαι, ἢ τὸν μέγαν δοῦκα, ὡς ἐκ τῶν πραγμάτων γέγονε καταφανές. ὅθεν δίκαιον ἐκεῖνον εὐνοοῦντα ἑαυτῇ καὶ συναιρόμενον ἔχειν πρὸς τὸν