349
παρῆλθον κἀκεῖ ἐστρατοπεδεύσαντο. ὑπερτεροῦντες δὲ τῷ πλήθει τῶν ἐναντίων τό τε ορος τὸ Σύμβολον 2.393 κατέλαβον καὶ τὰ ἐπιτήδεια εκ τε τῆς θαλάσσης ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. Νωρβανὸς δὲ καὶ Σάξας συμβαλεῖν αὐτοῖς οὐκ ἐτόλμων, τὸν Καίσαρα δὲ καὶ τὸν ̓Αντώνιον μετεπέμποντο. οἱ δὲ μέρος μέν τι τοῦ στρατοῦ πρὸς φυλακὴν τῆς ̓Ιταλίας κατέλιπον, τῷ δὲ πλείονι ἐπεραιώθησαν τὸν ̓Ιόνιον. καὶ Καῖσαρ μὲν νοσήσας ἐν ∆υρραχίῳ κατέμεινεν, ̓Αντώνιος δ' ἐπὶ Φιλίππους ηλασε, καί τινας τῶν ἐναντίων ἐνεδρεύσας σιταγωγοῦντας ἐσφάλη. ὁ δὲ Καῖσαρ καθ' ἑκάτερον δείσας, ειτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν ̓Αντώνιος, ειτε καὶ κρατήσει, ἐκ μὲν γὰρ τοῦ τὸν Βροῦτόν τε καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν ̓Αντώνιον πάντως ἐφ' ἑαυτὸν ἰσχύσειν ἐνόμισεν, ἠπείχθη καὶ ετι ἀρρωστῶν· καὶ οἱ περὶ τὸν ̓Αντώνιον ἀνεθάρσησαν. ̓Αντικαθημένων δ' ἀλλήλοις τῶν ἀντιπολέμων ἐκδρομαὶ μὲν παρ' ἀμφοτέρων ἐγίνοντο, μάχη δὲ οὐδεμία ἐκ παρατάξεως, καίτοι τοῦ τε Καίσαρος καὶ τοῦ ̓Αντωνίου συμβαλεῖν σπουδαζόντων. ὁ δὲ δὴ Κάσσιος καὶ ὁ Βροῦτος ἀνεβάλλοντο, οὐκ ὀκνοῦντες τὴν μάχην, ἀλλ' ει πως ανευ κινδύνων καὶ φθόρου τινῶν ἐπικρατήσειαν. ὡς δὲ τὰ στρατεύματα τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντικειμένων καταφρονήσαντα, οτι τὸ καθάρσιον πρὸ τῶν ἀγώνων γινόμενον ἐντὸς τοῦ ἐρύματος ὡς δεδιότες ἐποιήσαντο οἱ περὶ Καίσαρα καὶ ̓Αντώνιον, εἰς τὴν μάχην τε ωρμησαν οἱ Βρούτου καὶ διελάλουν οτι, αν ἐπὶ πλέον ὑπερτιθῇ, ἐκλιπόντες τὸ στρατόπεδον σκεδασθήσονται, ουτω δὴ καὶ ακοντες συνέμιξαν. Μέγιστος δὲ ̔Ρωμαίοις διαφανῶς ὁ ἀγὼν ουτος ἐγένετο. τοῦτο δὲ καὶ ἐκ τῶν γεγονότων σημείων εν τε τῇ ̔Ρώμῃ καὶ ἐν τῇ Μακεδονίᾳ τεκμήραιτό τις. 2.394 ἐν γὰρ τῷ αστει ὁ ηλιος τοτὲ μὲν ἠλαττοῦτο, τοτὲ δὲ μέγας ἐφαίνετο, ἐξέλαμψε δέ ποτε καὶ νυκτός, λαμπάδες τε αλλοσέ πῃ καὶ αλλοσε ᾳττειν ἐδόκουν, καὶ σαλπίγγων ἠχαὶ καὶ οπλων κτύποι καὶ βοαὶ στρατοπέδων νυκτὸς ἐκ τῶν τοῦ Καίσαρος καὶ τῶν τοῦ ̓Αντωνίου ὁμορούντων ἀλλήλοις παρὰ τῷ Τιβέριδι ἐξηκούοντο, καί τι παιδάριον δεκαδακτύλους χεῖρας εχον ἐγεννήθη, ἡμίονός τε ετεκε τέρας· τὰ μὲν γὰρ πρόσθια ιππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. ἐν μὲν ουν τῇ ̔Ρώμῃ ταῦτά τε καὶ αλλα ἐγένετο, ἐν δὲ τῇ Μακεδονίᾳ περὶ τὸ στρατόπεδον τοῦ Κασσίου μέλισσαί τε πολλαὶ αὐτὸ περιέσχον, καὶ ἐν τῷ καθαρσίῳ τὸν στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε, καὶ ἐν πομπῇ τινι παῖς Νίκην φέρων χρυσῆν ὀλισθήσας επεσε, καὶ γῦπες πολλοὶ καὶ αλλοι ορνιθες νεκροφάγοι εἰς τὰ ἐκείνων διεφοίτων στρατόπεδα εκλαζόν τε φρικῶδές τι καὶ δεινόν. τοῦ δὲ νέου Καίσαρος ἰατρὸς εδοξε τὴν ̓Αθηνᾶν ἐν υπνοις λέγειν αὐτῷ ἐκ τῆς σκηνῆς τὸν Καίσαρα ἐξαγαγεῖν καὶ καταστῆσαι εἰς τὴν παράταξιν, καίτοι ετι κακῶς ἀρρωστοῦντα· ο καὶ περιέσωσεν αὐτόν, ὡς εἰρήσεται. Τὴν μὲν ουν ἡμέραν τῆς μάχης οὐχ ὡρίσαντο, ωσπερ δὲ ἀπὸ συγκειμένου τινὸς εωθεν ἐξοπλισάμενοι προῆλθον, καὶ ἐν κόσμῳ καὶ ἡσυχῇ παρετάξαντο. ειτα συμμίξαντες πολλῷ μὲν ἐχρήσαντο ὠθισμῷ, πολλῷ δὲ ξιφισμῷ καὶ προθυμίᾳ πολλῇ· καὶ ουθ' ὑπαγωγαῖς ουτε διώξεσιν οὐδένες ἐχρήσαντο, ἀλλ' αὐτοῦ ωσπερ ειχον ἐτίτρωσκον, ἐτιτρώσκοντο, ἐφόνευον, ἐφονεύοντο. καὶ ὁ μὲν Βροῦτος τοῖς περὶ τὸν Καίσαρα ἀντιμαχόμενος ἐκράτει, Κάσσιος δὲ ἀντιτεταγμένος τοῖς περὶ τὸν ̓Αντώνιον ηττητο, καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. οὐκ εγνων μέντοι 2.395 ουτε τὴν νίκην τῶν ἑτέρων οἱ ἡττημένοι ουτε τὴν ητταν οἱ νενικηκότες· τά τε γὰρ στρατόπεδα πολὺ ἀφεστήκασι καὶ ἀπλέτου κονιορτοῦ γενομένου ἠγνόησαν τὸ τέλος τῆς μάχης. τέως δὲ τό τε τοῦ Καίσαρος τάφρευμα καὶ τὸ τοῦ ̓Αντωνίου ἐπορθήθη, καὶ τὰ ἐν αὐτῷ πάντα ἑάλω, ωστ' εἰ μὴ κατὰ τὸ οναρ τοῦ ἰατροῦ ὑπεξῆλθεν ὁ Καῖσαρ τοῦ χαρακώματος, ἐν αὐτῷ αν καταληφθεὶς κεκινδύνευκεν. ̔Ο δὲ Κάσσιος ἐκ μὲν τῆς μάχης ἐσώθη, τοῦ δὲ ἐρύματος καὶ αὐτοῦ πορθηθέντος ἐπὶ λόφον ἀνεχώρησεν εχοντα πρὸς τὸ πεδίον σκοπάς, ὑποτοπήσας δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι, επεμψεν