349
περιβόλαιον. ῥέξαι δὲ τὸ βάψαι καὶ οιον μεταποιῆσαι. ̔Ρήγιον. πόλις Σικελίας. ειρηται δὲ, ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθη τὰ ἐκεῖ ῥαγέντα τοῦ τόπου ἐκείνου. ̔Ρηΐτερον. εὐκολώτερον. ῥηΐδιον. ἀπὸ τοῦ ῥέω ῥεΐδιον, καὶ κατ' εκτασιν ῥηΐδιον. ̔Ησίοδος· ῥηΐδιον γὰρ επος εἰπεῖν. ̔Ρήϊστον. ευκολον. ̔Ρήγιον. τόπος εξω τῆς Κωνσταντινουπόλεως. ̔Ρῆμα. ὁ λόγος καὶ τὸ πρόσταγμα. ὡς τό· ῥῆμα κυρίου ἐγένετο ἐπ' αὐτόν. η ῥῆμα ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην μετὰ χρόνον. ὡς δὲ Πλάτων, φωνὴ πράξεως η πάθους σημαντική. ̔Ρῆμα. λέξις απτωτος, ἐπιδεικτικὴ χρόνων τὲ καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν η πάθος παριστῶσα. διατί ειπεν απτωτος; ἐπειδὴ πτώσεις οὐκ ἐπιδέχεται. διατί ειπεν ἐπιδεκτικὴ χρόνων τὲ καὶ προσώπων καὶ ἀριθμῶν; rho.1612 ἐπειδὴ πρόσωπα καὶ χρόνους καὶ ἀριθμοὺς ἐπιδέχεται. διατί ειπε μετ' ἐνεργείας η πάθους; ἐπειδὴ παρεμφαίνει τὴν ἐνέργειαν καὶ τὸ πάθος· ἐνέργειαν μὲν, οιον τύπτω· πάθος δὲ, οιον τύπτομαι. η ῥῆμα ἐστὶ μέρος λόγου απτωτον, ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν. μετ' ἐνεργείας η πάθους η οὐδετέρου προσώπου σημαντικόν· ωστε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ. διατί ειπε μέρος λόγου; ἐπειδὴ ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου εν μέρος ἐστὶ τὸ ῥῆμα. μέρη δὲ τοῦ λόγου εἰσὶν ὀκτώ· ονομα· ῥῆμα· μετοχή· αρθρον· ἀντωνυμία· πρόθεσις· ἐπίῤῥημα· σύνδεσμος. διατί ειπεν ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν; διὰ τὰ χρονικὰ ἐπιῤῥήματα, οιον χθές· σήμερον· αυριον. ἰδοὺ γὰρ καὶ αὐτὰ χρόνου σημαντικά εἰσι καὶ διαφόρους χρόνους δηλοῦσιν, ἀλλ' ἐν ἀλλοτρίαις φωναῖς, καὶ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς· οὐδὲ γὰρ μετέχει τὸ χθὲς τοῦ σήμερον, αυριον, ἀλλὰ τελεία φωνὴ τῆς μεταλλαγῆς ἐγένετο. τὰ μέντοι ῥήματα ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους δηλοῦσι χρόνους, καὶ οὐκ ἐν ἀλλοτρίαις φωναῖς. διατί ειπεν οὐδετέρου προσώπου σημαντικόν; διὰ τὴν ἀκρίβειαν, ἐπειδὴ εἰσὶ τινὰ ῥήματα, α ουτε ἐνέργειαν ουτε πάθος δηλοῦσιν, ατινα καὶ οὐδέτερα λέγονται, ὡς ἐπὶ τοῦ ζῶ, πλουτῶ, ὑπάρχω. διατί ειπεν ωστε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ; ἐπειδὴ τῶν ῥημάτων τὰ μὲν εχουσι πρόσωπα, ὡς τὰ ὁριστικὰ, προστακτικὰ, εὐκτικὰ, ὑποτακτικὰ, ατινα καὶ διαθέσεις ψυχῆς εχουσι· τὰ δέ εἰσιν ουτως χωρὶς προσώπων, ὡς τὰ rho.1613 ἀπαρέμφατα. παρέπεται δὲ τῷ ῥήματι ὀκτώ· ἐγκλίσεις· διαθέσεις· ειδη· σχήματα· ἀριθμοί· πρόσωπα· χρόνοι καὶ συζυγίαι. εγκλισίς ἐστι βούλημα ψυχῆς διὰ φωνῆς σημαινόμενον. ἐγκλίσεις δέ εἰσι τέσσαρες· ὁριστική· προστακτική· εὐκτική· ὑποτακτική. ἡ γὰρ ἀπαρέμφατος οὐκ εστι κυρίως εγκλισις, ἀλλὰ καταχρηστικῶς. καὶ διατί οὐκ εστι κυρίως εγκλισις; ἐπειδὴ εγκλισις λέγεται βούλημα ψυχῆς· ἡ δὲ ἀπαρέμφαιος, μὴ εχουσα βούλημα ψυχῆς, εἰκότως οὐδὲ εγκλισίς ἐστι. προτέτακται δὲ ἡ ὁριστικὴ τῶν αλλων ἐγκλίσεων, ἐπειδὴ, ωσπερ ἐν τοῖς ὀνόμασιν ἡ ὀρθὴ πτῶσις πρώτη ἐστὶν, εὐθεῖα ουσα τοῦ ὀνόματος, ουτω καὶ ὁριστικὴ τῶν αλλων ἐγκλίσεων. διάθεσις δέ ἐστιν ἡ τοῦ σώματος μετάθεσις. η διάθεσίς ἐστι δρᾶσις η πεῖσις, ἐν αις διατίθεται ἡ ψυχὴ, ὡς ἐνεργοῦσα τὶ η πάσχουσα. διαθέσεις δέ εἰσι τρεῖς· ἐνέργεια· πάθος· μεσότης. μέση δὲ διάθεσίς ἐστιν ἡ ἑκατέρων τῶν μερῶν μετέχουσα, ηγουν ἐνεργείας καὶ πάθους. ειδος δέ ἐστι φωνῆς εἰκὼν τὴν ἐν αὐτῇ δηλοῦσαν πρώτην η δευτέραν σχέσιν. ειδη δὲ δύο εἰσὶ, πρωτότυπον καὶ παράγωγον. σχῆμα δέ ἐστι λέξεων ποσότης ὑφ' ενα τόνον καὶ εν πνεῦμα ἀδιαστάτως ἀγομένη, ἐν ἁπλότητι η συνθέσει. σχήματα δέ εἰσι τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον. ἀριθμός ἐστι σωρεία μονάδων η μονάδος σύνθεσις. ἀριθμοὶ δέ εἰσι τρεῖς· ἑνικὸς, δυϊκὸς καὶ πληθυντικός. πρόσωπα δέ εἰσι τρία· πρῶτον, δεύτερον, τρίτον. πρῶτον δὲ πρόσωπον ἐστὶ τὸ ἀφ' ου ὁ λόγος· δεύτερον, τὸ πρὸς ον ὁ λόγος· τρίτον, τὸ περὶ ου ὁ λόγος. *οιον λέγει.* χρόνος δέ ἐστι πλατικὸς ἐνιαυτὸς, η ἀκαριαῖος· αμα δὲ τὸ βούλεσθαι εχει καὶ τὸ ειναι. τρεῖς δέ εἰσι χρόνοι· ἐνεστώς· παρεληλυθώς· μέλλων. καὶ ἐνεστώς ἐστιν ὁ ἐνισταμένην καὶ ἀπλήρωτον εχων τὴν σημασίαν· παρεληλυθὼς δὲ, ὁ ηδη παρελθών· μέλλων δὲ, ὁ