349
οὐδὲν τούτων γέγονεν, ἀλλὰ κοινωνῶν ἦν τῇ αἱρέσει καὶ οὐκ ἔφθασεν μετασχεῖν τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου (αἱρετικὸς γὰρ ὁ ἄρτος ἐκεῖνος καὶ οὐ σῶμα Χριστοῦ), οὐ τολμητέον εἰπεῖν σύναξιν περὶ αὐτοῦ (οὐδὲ γὰρ παίγνια τὰ θεῖα), ὡς ἂν μὴ ἀκούσῃ ὁ αἰτῶν περὶ τοῦ τοιούτου, αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. ἄλλο τι λέγειν οὐκ ἔχω, ὅσον τὸ κατ' ἐμὲ διαγινώσκειν ἔστι τὸ ἀληθές· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, οὔτε ἐν τῷ μέρει τῶν ὀρθοδόξων τετάξεται ὁ μὴ κοινωνῶν τῇ ὀρθοδοξίᾳ κἂν ἐν τῇ ἐσχάτῃ ὥρᾳ· ὅπου γὰρ εὑρεθῇ, ἐκεῖ καὶ κριθήσεται καί, οἷον ἐφόδιον εἴληφε πρὸς τὴν αἰώνιον ζωήν, τούτῳ καὶ συναριθμηθήσεται. Τὸ λοιπὸν εὔχου ὑπὲρ ἐμοῦ. ἀσπάζεταί σε ὁ κύριος ὁ ἀρχιεπίσκοπος καὶ οἱ ἀδελφοί σου. τοὺς μετὰ σοῦ ἀδελφοὺς ὡς τέκνα μου προσαγορεύω, ἐπεὶ καὶ τὴν κυρίαν Θέκλαν ὡς θυγατέρα ἐν Χριστῷ. 532 {1Μιχαὴλ καὶ Θεοφίλῳ βασιλεῦσιν. Βασιλεῦσι θεοφιλεστάτοις καὶ εὐσεβεστάτοις ἐκ θεοῦ αὐγούστοις καὶ αὐτοκράτορσιν ἀπολογία τε καὶ προσφώνησις παρὰ τῶν ὧδέ τε κἀκεῖσε διεσπαρμένων}1 Ἐγνωσμένον ἐστὶ τοῖς λόγου μετέχουσιν ὅτι ὁ παμβασιλεὺς τῶν ἁπάντων θεὸς τὸ τῆς ἐπιγείου βασιλείας χρῆμά τε καὶ ὄνομα τούτου χάριν ἐδωρήσατο τῇ ἀνθρωπείᾳ φύσει, ἵνα, μιμήσει τῶν οὐρανίων καὶ τὰ ἐπίγεια τὸ εἰρηναῖον καὶ ἀστασίαστον κεκτημένα, σύμφωνον ἄγοιεν τὴν εἰς αὐτὸν δοξολογίαν τε καὶ προσκύνησιν· ἧς τὰς ἡνίας λαχοῦσα θεοκρίτως ἡ ὑμετέρα χριστομίμητος βασιλεία εἰκότως προσκέκληκεν ἡμᾶς τοὺς ἐλαχίστους εἰς λόγους ἐλθεῖν μετὰ τῶν ἀντιδιατιθεμένων ἡμῖν τῷ τῆς πίστεως λόγῳ, ὡς ἂν ἐντεῦθεν γνοίη πότερον μέρος τὸ ἀληθὲς πρεσβεύοι καὶ ταύτῃ δοίη τὰ νικητήρια εἰς τὸ μὴ εἶναι σχίσματα ἐν ἡμῖν, ἀλλὰ τὸ αὐτὸ φρονεῖν ὀρθοδόξως ἅπαντας. ἐφ' ᾧ ᾐνέσαμεν μὲν ὑμῶν τὸ φιλομαθὲς τῆς πίστεως, ὑπερῃνέσαμεν δὲ τὸ εἰρηνοθελὲς τῆς προαιρέσεως, οὕτως ἐφιεμένης ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ τὸ ὑπήκοον καταστήσασθαι· εἴη γὰρ ὑμῖν ἐντεῦθεν ἄμειψις, ἐπὶ λαμπρότητι λαμπρότης ἄρρητος καὶ ἐπὶ βασιλείᾳ βασιλεία ἀτελεύτητος. Ἀλλ', ὦ δεσπόται κράτιστοι καὶ φιλοθεώτατοι, οὐχ οἷόν τέ ἐστι τοῦτο τὸ μέγα καὶ πολύευκτον κατόρθωμα ἁπλῶς οὕτως καὶ ἀκαμάτως γενέσθαι, διότι τῶν μεγίστων πραγμάτων μέγισται συναναφαίνονται καὶ αἱ τληπαθήσεις. τί τοῦτο; πρῶτον μὲν τὸ τοὺς ἐναντιουμένους ἡμῖν χρονίως τε καὶ συνοδικῶς πεπαγιῶσθαι ταῖς οἰκείαις δόξαις, ἡμᾶς δὲ ἀποστολικῶς τε καὶ πατρικῶς κεκωλῦσθαι συνᾶραι μετὰ τῶν οὕτω κεκρατημένων τὸν περὶ πίστεως λόγον· ἔπειτα, ὅτι καὶ ἡ περὶ αὐτοῦ κρίσις οὐκ ἄλλοις ἀνήκει ἢ μόνοις τοῖς ὑπὸ τοῦ Κυρίου τὴν ἐξουσίαν διὰ τοῦ Πνεύματος εἰληφόσι, συναιρομένων τε καὶ συνεπισφραγιζόντων καὶ ὑμῶν τῶν ἐπὶ τούτῳ ὑπὸ θεοῦ προηγουμένων κεκλημένων. τὸ δὲ ὑγιὲς καὶ ἀμώμητον τῆς χριστιανικωτάτης ἡμῶν θρησκείας φρόνημα ὁποῖόν ἐστιν ἀναγκαῖον ἐκθέσθαι. Πιστεύομεν εἰς ἕνα θεόν, τὸν ἐν πατρί τε καὶ υἱῷ καὶ Πνεύματι Ἁγίῳ προσκυνούμενόν τε καὶ συνδοξαζόμενον, τὴν πολυύμνητον, παντουργὸν καὶ ἀρχικὴν Τριάδα κατὰ τὸ ὑπὸ τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων παραδοθὲν ἡμῖν θεόπνευστον σύμβολον, δι' οὗ πᾶσα αἵρεσις ἐκκέκρουσται καὶ παρ' οὗ πᾶσα ἁγία σύνοδος ἤρτηται, οἷάπερ ἀπὸ ῥίζης κλάδοι καὶ πηγῆς ποταμοί. ἐντεῦθεν γὰρ ἡ δευτέρα τὴν κυρίαν φωνὴν τοῦ Πνεύματος ἐτράνωσεν· εἶτα ἡ τρίτη τὴν ἁγίαν Μαρίαν Θεοτόκον, ὡς αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἀποκυήσασαν, ἐκήρυξεν· ἔπειτα ἡ τετάρτη ἐκ δύο καὶ ἐν δυσὶ φύσεσι καθ' ὑπόστασιν ἑνικὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐδογμάτισεν· εἶτα ἡ πέμπτη, τὴν πρὸ αὐτῆς ἐπισφραγίσασα, Ὠριγένην τε καὶ τοὺς ἀμφ' αὐτὸν προϋπαρκτίτας ἀνεθεμάτισεν· ἔπειτα ἡ ἕκτη ἀκολούθως ταῖς δυσὶ φύσεσι δύο θελήματά τε καὶ ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ἐξεδίδαξεν· εἶθ' ὕστερον ἡ ἑβδόμη ἑπομένως ταῖς πρὸ αὐτῆς, ὡς διπλᾶ πάντα τὰ ἐπὶ τοῦ ἑνὸς Χριστοῦ φυσικὰ ἰδιώματα, τὸν αὐτὸν ἀπερίγραπτον κατὰ τὸ ἀόρατον καὶ περιγραπτὸν κατὰ τὸ