Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἄναντες, σαφὲς καταστήσωμεν. Χριστὸν μὲν γὰρ ὀνομάζει τὸν Κῦρον, καὶ οὐχ ὡς ἕνα τῶν ἁγίων, καθ' ὧν ἂν κέοιτο τοὔνομα, καταχρηστικῶς δὲ, ὡς ἀπό γε τοῦ κεχρίσθαι, ληφθὲν, ἀλλ' ὅτι τοὺς καλουμένους εἰς βασιλείας 70.952 παρὰ Θεοῦ, κἂν εἰ μή τινες εἶεν ἅγιοι καὶ σεπτοὶ, ἐλαίῳ καταχρίειν ἔθος ἦν. Εὑρήσομεν γὰρ τοὺς ἁγίους προφήτας τισὶν εἰρηκότας τῶν εἰς τοῦτο παρενηνεγ- μένων, ὅτι "6Ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ."6 Χριστὸς οὖν ὁ Κῦρος ὡς βασιλεύς· πλὴν ὅτι διὰ Θεοῦ κεκράτηκεν, ἤρθη τε εἰς δόξαν ὑπερφυᾶ, δίδωσιν ἐννοεῖν, χριστὸν ὀνομάσας αὐτὸν, τοῦτ' ἔστι χρίσει καὶ ψήφῳ τῇ παρ' αὐτοῦ κεκλημένον εἰς βα- σιλείαν. Ταύτῃτοί φησιν, ὅτι κεκράτηκε τῆς δεξιᾶς αὐτοῦ. Ἀντιλήψεως δ' ἂν σημεῖον γένοιτο καὶ τοῦτο σαφὲς, κατά γε τὸ ὑπὸ τῶν ἁγίων ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· "6Ἐκράτησας τῆς χειρός μου, τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με."6 Κεκρατηκέναι δέ φησι τῆς δεξιᾶς αὐτοῦ, ὥστε καὶ ἐπακοῦσαι ἔμ- προσθεν αὐτοῦ ἔθνη, τοῦτ' ἔστιν, ὑποταχθῆναι καὶ ὑπείκειν αὐτῷ, διαῤῥαγῆναι δὲ τὴν βασιλέων ἰσχύν. Ἑπτὰ γὰρ εἶναί φασι βασιλέας ὑπὸ τὸν ἕνα καὶ προὔ- χοντα παρὰ τοῖς Βαβυλωνίοις. Ὅτι δὲ ἔμελλον ἀνοί- γνυσθαι μὲν αὐτομάτως αἱ πόλεις, διακωλύσαι δὲ παντελῶς οὐδὲν κατατρέχοντα τὸν Κῦρον τῆς τῶν πολεμίων ἰσχύος, διαδείκνυσι λέγων· Πόλεις οὐ συγ- κλεισθήσονται. Ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, τοῦτ' ἔστιν, ἅπαντά σοι ψιλὰ, καὶ εὐήλατα γενέσθαι παρασκευάσω, ὡς μηδὲν εἶναι τὸ ἀντιστα- τοῦν. Ἀλλὰ κἂν εἴ τις ἐπέλθοι, καὶ οἷον ὄρος ταῖς σαῖς δυνάμεσιν ὑπαντήσειε, καὶ τοῦτο ὁμαλιῶ, τοῦτ' ἔστιν, οἰκτρὸν ἀποφανῶ, καὶ χαμαιῤῥιφὲς, καὶ ἄναλκες. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σι- δηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς ἀποκρύ- φους, ἀοράτους ἀνοίξω σοι. Φασὶ τοὺς Βαβυλωνίους μετὰ τὸ ἁλῶναι τὴν πόλιν, σπηλαίοις ἑαυτοὺς ἐγκατα- χῶσαι σκοτεινοῖς, μάλιστα δὲ τοὺς ἐν αὐτοῖς ὄντας περιφανεστέρους τῶν ἄλλων, οἳ δεδιότες τὸν θάνατον, ὄφεων δίκην ἐν παντὶ σπηλαίῳ καὶ σχισμαῖς πετρῶν καταδύντες ἐκρύπτοντο, οὐ μὴν ἰσχῦσαι διαλαθεῖν. Κατεσημαίνοντο γὰρ τούτῳ [ἴσ. τοῦτο] τῷ Κύρῳ τινές· ὁ δὲ καὶ δᾷδας ἀναφθῆναι προστέταχε, καὶ ἐκ μυχῶν σκοτεινῶν ἀνορύττεσθαι τοὺς πεφοβημένους, οὕτω τε πικραῖς ὑποθεῖναι δίκαις. Ἕτεροι δέ φασιν ὅτι τοὺς Βαβυλωνίων ἐκένωσε θησαυροὺς ὑπὸ γῆν ὄντας καὶ κεκρυμμένους. Ἔσῃ δὴ γοῦν περιφανὴς οὕτω καὶ ἀοίδιμος, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραὴλ, ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου. Κέ- κληκα γάρ σε πρὸς τοῦτο, φησὶν, ἐγὼ Θεὸς μόνος, καὶ τετίμηκά σε ταῖς οὕτω λαμπραῖς εὐκλείαις, ἵνα εὖ πάθοι παρὰ σοῦ ἐμὸς ὢν οἰκέτης ὁ Ἰσραήλ. Ἐγὼ μὲν κέκληκά σε, φησὶ, καὶ κατεστεφάνωσα ταῖς εὐ- κλείαις. Σὺ δὲ οὐκ ἔγνως με ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με· ὅμοιον ὡς εἰ λέγοι σαφῶς· Οὐκ ἀντέκτισιν λαμ- πρῶν ἀνδραγαθημάτων τῶν ὁρώντων εἰς εὐσέβειαν ἐκομίσω παρ' ἐμοῦ τὴν τοιαύτην δόξαν· τετίμηκα δέ σε, καίτοι μὴ εἰδότα τὴν ἐμὴν θεότητα καὶ ὑπερ- οχὴν, ἀλλ' οὐδ' ἐναρίθμιον ὄντα τοῖς προσκυνοῦσί με, ἀλλ' ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰ γὰρ ἑλοίμην, 70.953 φησὶν, ἐκρύεσθαι τοὺς ἐμοὺς, καὶ διὰ τῶν οὐκ εἰδό- των τὴν δόξαν τὴν ἐμὴν ἀποπερανῶ τὸ χρῆμα, ὑπέρ γε τοῦ σαφῶς εἰδέναι τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν γῆν, ὅτι Θεὸς οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰμὶ γὰρ τῶν δυνά- μεων Κύριος, καὶ παντὸς ἔθνους, καὶ γένους ∆εσπό- της· καὶ ὅποιπερ ἂν θελήσαιμι, τὰς τῶν ἐπὶ γῆς ἀποφέρω καρδίας, ὥστε τῶν ἐμῶν θελημάτων ὑπουρ- γοὺς ἀναφαίνεσθαι καὶ τοὺς οὐκ ὄντας ἐμούς. Ἐγὼ τοίνυν εἰμὶ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, τοῦτ' ἔστιν, ἡμέραν τε καὶ νύκτα, ἤγουν φῶς μὲν τοῖς λελυτρωμένοις, σκότος δὲ τοῖς πεπορθημένοις. Οἱ μὲν γὰρ ἔχαιρον, ὡς ἀπαλλαττό- μενοι τῶν δεσμῶν, οἱ δὲ ἦσαν ἐν ἀφύκτοις συμφο- ραῖς. Ἐγώ εἰμι ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐκλήψῃ καὶ τοῦτο κατὰ τὴν ἴσην διάνοιαν, ὡς ἔφην, ἀρτίως· Εἰρήνην μὲν τοῖς λελυτρωμένοις,