Θρᾷκες, γέγραπται μὲν καὶ ἀλλαχοῦ. πρὸς δὲ τὸ παρὸν εἰπεῖνἀρκεῖ, ὅτι καὶ Εὐριπίδης διὰ τοῦτο τὴν Θρᾴκην Ἄρεος οἰκητήριόν φησι, λογογραφῶν τοὺς Θρᾷκας «εὔοπλον, εὔιππον Ἄρεϊ κάτοχον γένος». Λέγει δὲ καὶἩρόδοτος, ὅτι περὶ Θρᾴκην ὁ Ἄρης καλός. ἔνθα καὶ Θρᾳκικά τινα ἱστορεῖ ἔθη, ὧν μνήμη τις καὶ ἐν Ὀδυσσείᾳ γενήσεται. ὁ δὲ Γεωγράφος καὶ τὸ πολὺ τῆς Θρᾳκικῆς περιοχῆς δηλῶν λέγει, ὡς ἡ Θρᾴκη σύμπασα ἐκ δύο καὶ εἴκοσι ἐθνῶνσυνέστηκεν. [ὃ καὶ σημείωσαι. ἀληθῶς γὰρ ἀπείρων γῆ κατὰ τὴν ποίησιν, ἣνζώνυσιν ὁ μέγας Αἷμος καὶ τὰ ὑπὲρ ἐκεῖνον καὶ τὰ ἐφεξῆς ἕως καὶ εἰς βαθὺτοῦ Εὐξείνου καὶ ὁ Θρᾴκιος Βόσπορος καὶ ὁ Ἑλλήσποντος καὶ τὰ τούτου προσάρκτια μέχρι καὶ ἐς τὸν περιᾳδόμενον Ἄθων καὶ τὰ μετ' αὐτόν, ἐν οἷς καὶ ἡ Τορώνη καὶ τὸ Ποσείδιον. Ὅτι δὲ Θρᾳκικὸς καὶ ὁ Ἄθως, οὗ μνεία καὶ παρὰ τῷ 1.563 ποιητῇ ἐν τοῖς μετὰ ταῦτα, δηλοῖ, φασί, Σοφοκλῆς ἐν Θαμύριδι, «Θρήϊσσαν»εἰπών «σκοπιὰν Ζηνὸς Ἀθῴου». ἔνθα ὅρα τὸ Ἀθῴου ὁμωνυμοῦν τῷ ἀθῴῳ, ὑφ' οὗ δηλοῦται ὁ ἀζήμιος, ὧν διαφορά, καθά που καὶ ἑτέρωθι δηλωθήσεται,οὐ μόνον κατὰ σημασίαν, ἀλλὰ καὶ κατὰ τόνον. ἀθῷος μὲν γὰρ κατά τιναςπροπερισπωμένως ὁ ἀζήμιος, Ζεὺς δὲ Ἄθῳος προπαροξυτόνως ὁ ἐν τῷ Ἄθῳ τιμώμενος, ὅν, φασίν, ἔστι καὶ Ἀθώϊον κατὰ διαίρεσιν εἰπεῖν ὁμοίως τῷἄρειος, ἀρήϊος. κατὰ μέντοι ἑτέρους, ὧν ἐστι καὶ Ἡρωδιανός, ἀνάπαλιν ὁ μὲνπαρὰ τὸν Ἄθων Ζεὺς Ἀθῷος προπερισπασθήσεται κατὰ τὸ ἥρως ἡρῷος,Μίνως Μινῷος, γάλως γαλῷος, τὸ δὲ ἕτερον προπαροξυνθήσεται. καὶ ἔσταιθωὴ ἄθῳος, ὡς ψυχὴ εὔψυχος, βουλὴ εὔβουλος, τιμὴ ἄτιμος. καὶ τοῦτο μὲν τοιοῦτον.] Ὅτι δὲ πρωτότυπον τοῦ Θρᾷξ τὸ Θρήϊξ καὶ ἐκ τούτου κατὰ συναίρεσινγίνεται τὸ Θρᾷξ καὶ ὅτι ὁ Ἑλλήσποντος πορθμός ἐστι διείργων τὴν Θρᾴκηνκαὶ τὴν Τρῳάδα, καὶ διὰ τί οὕτω καλεῖται, καὶ ὅτι ἀγάρροος, ὡς ἄν, φασί, στενός,(ῥοώδεις γὰρ οἱ πορθμοί) πολλαχοῦ δηλοῦται. καὶ εἴρηται περὶ αὐτῶν καὶ ἐντοῖς τοῦ Περιηγητοῦ. Πείρως δὲ ὡς Μίνως. ὅρα δὲ τὸ Πείρως ἥρως, ὅτι καὶαὐτὸ παρηχήσει ἔοικε. (ῃ. 845) Τὸ δὲ ἀγάρροος ἐκ τοῦ ἄγαν γενόμενον ἔτρεψετὸ ˉν εἰς ˉρ νόμῳ ἀμεταβόλων, ἅπερ συντεθέντα ἀμεταβόλοις συνεξομοιοῦνταιαὐτοῖς. Σημείωσαι δέ, ὅτι τὸ ἀγάρροον τοῦτο κατέσυρε τὸν γλυκὺν Ἡρόδοτονἁλμυρὸν ποταμὸν προσειπεῖν τὸν Ἑλλήσποντον, ἐπεὶ καὶ οἱ ποταμοὶ ἀγάρροοι.(ῃ. 846 ς.) Ὅτι Εὔφημος, υἱὸς Τροιζήνου Κεάδαο, Κικόνων ἦρχεν αἰχμητῶν.(ῃ. 847) Ἔστι δὲ τοῦ Τροιζήνου εὐθεῖα προπαροξύτονος ὁ Τροίζηνος. Τὸδὲ Κεάδαο πατρωνυμικὸν τοῦ Τροιζήνου. Κέας γὰρ αὐτῷ πατήρ. (ῃ. 846) 1.564 Κίκονες δὲ Θρᾳκικὸν ἔθνος πράγματα τῷ Ὀδυσσεῖ παρασχόν, ὡς ἡ Ὀδύσσεια δηλοῖ. οὐ μακρὰν δὲ ἦσαν οὗτοι Μαρωνειτῶν, ὡς δηλοῖ κατὰ τὸν Ἐθνολόγον ὁγράψας οὕτως· «Εὐάνθης δ' ᾤκησεν ἐν Κικονίᾳ, ἵνα Μαρώνεια καλέεται».βαρύνεται δὲ τὸ Κίκων κατὰ δύο κανόνας, οὓς ἐκτίθενται οἱ παλαιοί, οἳ καὶδύο φασὶ γενέσθαι Ὀρφέας Κίκονας, ὧν ὁ εἷς τοῦ Οἰάγρου παλαιὸς καὶ πολλῷπρογενέστερος τοῦ ὑστέρου καί, ὡς αὐτοί φασιν, ἕνδεκα γενεαῖς. Ἰστέον δέ, ὅτιεὕρηται μὲν ἐν τῇ ἐπὶ Πατρόκλῳ μάχῃ Μέντης ἡγεμὼν Κικόνων. ἦν δὲ καὶ αὐτὸςὑπὸ τῷ ῥηθέντι Εὐφήμῳ τεταγμένος. τυχὸν δὲ καὶ ὕστερον ἦλθε, καθὰ καὶ ἐπὶτοῦ ἀνωτέρω ῥηθέντος Ῥήσου γέγονεν, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ λέγει, ὅτι περὶ ∆ωρίσκον καὶ Εὗρον καὶ Αἶνον τόπος Κικόνων ἦν τὸ παλαιόν.Ἰστέον δέ, ὅτι, ὥσπερ Ἀλεύας Ἀλευάδης, οὕτω Κέας Κεάδης. (ῃ. 848-50)Ὅτι Πυραίχμης ἦγε «Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξίου εὐρὺ ῥέοντος», ὃ δὴ πρόσκειται εἰς διαστολὴν τοῦ ἁπλῶς ἀξίου ἐπιθετικοῦὀνόματος. εἶτα ἐπαναλαμβάνων τὸν Ἄξιον, οἷα θαύματός τινος ἄξιον, λέγει»Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ». (ῃ. 848) Παίονας δὲ λέγει ἐνταῦθα, ἐξ ὧν ἢ δι' ὧν ῥέει ὁ Ἄξιος ποταμὸς Παιονίας. φασὶ δὲ τὰ Σχόλια ἐνταῦθα,ὅτι Παίονες ὅμοροι Θρᾳξί, καὶ δοκεῖ καλὸν οὕτω νοεῖν. ἄλλως γὰρ