350
πόλεμον. τοῦτο δ' οὐκ ἂν γένοιτο ἑτέρως, εἰ μὴ ὁ πόλεμος αὖθις ἐπιψηφισθείη. ἀσυμβάτως γὰρ ἐκεῖνον πρὸς Καντακουζηνὸν ἔχειν διαβεβαιοῦσθαι. εἰ μὲν οὖν πείθοιτο καὶ αὐτὴ, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ, σκεπτέον μὴ ἀθρόον ἔνδον Βυζαντίου ὁ Καντακουζηνὸς ἀναφανῇ ὑπὸ τοῦ μεγάλου δουκὸς προσκεκλημένος. τοῦτο γὰρ ἂν εἴη μόνον ἀντίῤῥοπον τῶν πρὸς ἐκεῖνον ὕβρεων καὶ τῶν ἄλλων κακῶν, ὧν κατὰ τὸν τοῦ πολέμου χρόνον πρὸς ἐκεῖνον ἐνεδείξατο. ἡ βασιλὶς δὲ καὶ πρότερον μὲν ἐκ πολλῶν τῶν ἀνδρῶν στοχαζομένη τὴν κακοβουλίαν καὶ τὴν μεγάλου δουκὸς κακοτεχνίαν καὶ τὸ περὶ μηδενὸς ἐκείνῳ μέλειν, ἢ ὅπως αὐτὸς ἄρχῃ τῶν πραγμάτων, τότε δὲ καὶ μάλιστα τὴν ἀτοπίαν ἐκ τῶν λόγων συνιδοῦσα, μὴ ἔχουσα δὲ οἷστισιν ἑτέροις χρήσαιτο, οἱ γὰρ ἄλλοι τῶν εὐγενῶν καὶ καθ' αἷμα προσηκόντων βασιλεῖ δεσμωτηρίοις πάντες ἢ ἐν ταῖς οἰκίαις ἦσαν κατακεκλεισμένοι, οἷς αὐτὴ οὐκ ἐθάῤῥει εὐνοήσειν, εἰ ἀπολυθεῖεν τῶν δεσμῶν, συνετίθετο καὶ αὖθις καὶ ἄκουσα πρὸς τὸν πόλεμον. μάλιστα δὲ ἀκούσασα Καντακουζηνὸν ἠναγκάσθαι παρὰ μεγάλου δουκὸς ἀποθέσθαι τὴν βασιλείαν καὶ ἰδιώτου σχῆμα ἀναλαβεῖν, ἠρέμα ἐθέλγετο καὶ 2.444 πρὸς τὸ ἐξαπατᾶσθαι μάλιστα ἐνήγετο. ἐπιψηφίζεται δὴ καὶ αὖθις ὁ πρὸς βασιλέα πόλεμος καὶ ὁ μέγας δοὺξ ἥπτετο πάλιν τῶν πραγμάτων, οὐ μὴν, ὥσπερ πρότερον, μοναρχικῶς, ἀλλὰ μετριώτερόν πως. ἐδεδίει γὰρ ἤδη τοῖς συνάρχουσι προσκρούειν, ὁρῶν αὐτοῖς τὰ πράγματα ὑπενδιδόντα καὶ Καντακουζηνὸν αὐξανόμενον τὸν βασιλέα, μὴ τραχύτερον χρώμενος τῇ ἀρχῇ ἐπαχθὴς εἴη, καὶ βουληθεῖεν ὑπὸ βασιλέως μᾶλλον ἄρχεσθαι, ἢ αὐτοῦ. ἐκεῖνος δὲ ἐπεὶ ἑώρα οὐκ ὀλίγον τῆς πρὶν ἀφῃρημένος ἐξουσίας καὶ περὶ τῶν μελλόντων δεδιὼς, μὴ παντάπασι καταγνωσθεὶς ἀπόληται, ἢ εἰρήνης πρὸς βασιλέα γενομένης, ἢ ἑτέρων ἀντ' αὐτοῦ ἀρχόντων, ἐσκέψατο βασιλίδα καὶ πατριάρχην πείθειν καὶ τοὺς ἄλλους πρεσβείαν ποιεῖσθαι πρὸς βασιλέα περὶ τοῦ ἀποθέσθαι τὴν βασιλείαν, ὥσπερ δῆθεν πρὸς αὐτὸν ὑπέσχετο, ὡς ἐν τῷ μεταξὺ τῆς πρεσβείας χρόνῳ, ὥσπερ τινὸς ἐκεχειρίας οὔσης, τισὶ τῶν ὑπὲρ βασιλέως δεδεμένων περὶ συμβάσεων διαλεχθῇ, ὡς ἢν μὲν μετὰ τὴν πρεσβείαν πάλιν αὐτῷ τὰ πράγματα ἐγχειρισθῇ καὶ ὁ πρὸς βασιλέα πόλεμος, ᾔδει γὰρ οὐδὲν ὑγιὲς εἰπὼν, μηδὲν κινοίη τῶν δεδογμένων, ἀλλ' ἔχοιτο τοῦ πολέμου, ὥσπερ ἐξαρχῆς· ἢν δὲ προπηλακίζηται καὶ ἀφαιρῆται τὴν ἀρχὴν, τὰ βασιλέως πράττοι. τοιαύτῃ μὲν δὴ γνώμῃ ἐβεβαίου τὰ εἰρημένα, καὶ ἔπειθε βασιλίδα καὶ τοὺς ἄλλους πρεσβείαν ποιεῖσθαι πρὸς τὸν βασιλέα. καὶ ᾑροῦντο πρέσβεις ἐκ βασιλίδος μὲν καὶ τῆς συγκλήτου Γεώργιός τε ὁ Πεπαγωμένος καὶ ὁ Συναδηνὸς, ὃς καὶ πρότερον πρὸς ∆ιδυ 2.445 μότειχον εἰς βασιλέα ἧκε παρὰ τοῦ μεγάλου δουκὸς πεμφθεὶς, παρὰ δὲ τῆς ἐκκλησίας καὶ πατριάρχου ὁ τῆς Φιλίππου μητροπολίτης καὶ ὁ σακελλίου Καβάσιλας. ἔγραφόν τε καὶ τὰ πρεσβευόμενα ἐν γράμμασιν ἰδίᾳ μὲν οἱ συνάρχοντες μετὰ τοῦ μεγάλου δουκὸς, ἰδίᾳ δὲ ὁ πατριάρχης, καὶ ὑπεσημήναντο οἰκείαις ὑπογραφαῖς τὰ γράμματα, ἵν' ᾖ πιστά. ἦσαν δὲ τὰ μὲν τῶν ἀρχόντων οὕτως ἔχοντα· ὡς «ἐπεὶ καλῶς ποιῶν αὐτὸς, ὡς ἀδυνάτοις ἐπιχειροῦντος καὶ ἀθεμίτοις κατέγνως σεαυτοῦ καὶ τῆς γεγενημένης διὰ σὲ φθορᾶς ἐν τοῖς Ῥωμαίοις ἐννοῶν τὸ μέγεθος, ᾔτησας τὴν βασιλείαν ἀποθέσθαι καὶ εἰς ἰδιώτου σχῆμα μεταβάλλειν, ὥσπερ ἡμῖν ἐγνώρισε σαφῶς ὁ περιπόθητος καὶ γνησιώτατος τῷ κρατίστῳ καὶ ἁγίῳ βασιλεῖ ἡμῶν ὁ μέγας δοὺξ, δίκαιά τε ὁμοῦ καὶ συμφέροντα καὶ σαυτῷ καὶ τοῖς ἄλλοις βεβουλεῦσθαι κρίναντες, ἐπῃνέσαμέν τε τῆς εὐβουλίας καὶ τὴν πρεσβείαν πεποιήμεθα ταύτην, ἵν' ὅπερ ᾔτησας αὐτὸς, τὸ πέρας λάβῃ. ἵνα δὲ μηδεμίαν ἔχῃς ὑποψίαν, ὥς τι μετὰ τὴν ἰδιωτείαν ἀπαντήσει δυσχερὲς ἢ δυνάμενον λυπεῖν, τὰ γράμματα ταῦτα ἀπεστάλκαμεν, καὶ ταῖς ἡμετέραις ὑπογραφαῖς ἐπιβεβαιωθέντα ἀσφαλείας ἕνεκα καὶ τοῦ θαῤῥεῖν αὐτοῖς, ὡς ἀκίνητα μενεῖ.» ἔπειτα καὶ συντάξεις ἐκ τῶν δημοσίων ἔγραφον, οἷς χρήσεται αὐτὸς καὶ παῖδες καὶ οἰκεῖοι. τοιαῦτα μὲν τὰ τῶν ἀρχόντων περιεῖχε γράμματα. τοῦ πατριάρχου δὲ ἦσαν οὕτως. 2.446 «εὐλογητὸς