350
ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀγγελοῦντα αὐτῷ οπου τε ὁ Βροῦτος ειη καὶ ο,τι πράττοι. ἐπεὶ δὲ ὁ σταλεὶς συναντήσας ἱππεῦσιν, ους ἀπεστάλκει ὁ Βροῦτος μαθησομένους περὶ τῶν κατὰ Κάσσιον, παρ' αὐτῶν ἐκυκλώθη ἀσπαζομένων αὐτὸν καὶ δεξιουμένων, εδοξεν ὁ Κάσσιος πολεμίους ειναι τοὺς προσιόντας καὶ ὑπ' αὐτῶν ἐνσχεθῆναι τὸν ἑκατόνταρχον, καί τινι Πινδάρῳ ἐξελευθέρῳ τὸν ἑαυτοῦ φόνον προσέταξε. Καὶ ὁ μὲν τοιοῦτον εσχε τέλος, καὶ ὁ ἑκατόνταρχος ἐπανελθὼν καὶ γνοὺς τὸ δρᾶμα κακίσας τε διὰ τὴν βραδυτῆτα ἑαυτὸν ἐπαπέκτεινεν· ὁ δέ γε Βροῦτος τήν τε ητταν τοῦ Κασσίου μαθὼν καὶ τὸν θάνατον ἐπεδάκρυσε, τοὺς δὲ περισωθέντας τῶν ἐκείνου στρατιωτῶν συναγαγὼν καὶ λόγοις καὶ δόσει χρημάτων παρεμυθήσατο. επεσον δ' ἐν τῇ μάχῃ τούτων μὲν περὶ ὀκτακισχιλίους, τῶν δὲ περὶ Καίσαρα καὶ ̓Αντώνιον πλείους η διπλάσιοι. διὸ καὶ ἠθύμουν ἐκεῖνοι, πρὶν η ∆ημήτριός τις Κασσίου θεράπων ἑσπέρας ἀφίκετο πρὸς ̓Αντώνιον, τὰς χλαμύδας καὶ τὸ ξίφος ἐκείνου φέρων. ων κομισθέντων ουτως 2.396 ἀνεθάρσησαν, ωστε αμ' ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βροῦτος δ' ἐκ παρατάξεως μαχέσασθαι οὐκ ἐβούλετο, θορυβεῖν δὲ καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο τοὺς πολεμίους. καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσεν. ἐπεὶ δ' εγνω τινὰς αὐτομολοῦντας τῶν αὐτοῦ πρὸς τοὺς ἐναντίους, δείσας μὴ καὶ πλέον τι νεωτερισθῇ, συμμίξαι εγνω αὐτοῖς. πολλῶν δ' αἰχμαλώτων ἐν τῷ στρατοπέδῳ αὐτοῦ οντων, μὴ εχων οπως αὐτοὺς διάθηται κατὰ τὸν τῆς μάχης καιρόν, τὸ μὲν δουλικὸν πλῆθος ἀναιρεθῆναι κεκέλευκε, τῶν δ' ἐλευθέρων τοὺς μὲν φανερῶς ἀπέλυσε, τοὺς δὲ κρύπτων καὶ συνεκπέμπων εσωζεν, ὁρῶν τοὺς ἡγεμόνας ἀδιαλλάκτως εχοντας, καίτοι τῶν ἐναντίων τοὺς ζωγρηθέντας τῶν αὐτοῦ στρατιωτῶν ἀποκτεινάντων. Κατὰ δὲ τὴν ἑσπέραν, οτε τῇ ἐπιούσῃ μαχέσασθαι εμελλον, τὸ φάσμα ἐφάνη τῷ Βρούτῳ ο καὶ πρῴην ἐξ ̓Ασίας διαβαίνων νυκτὸς ἐθεάσατο· ην δὲ τοιοῦτον. νὺξ ην βαθεῖα καὶ φῶς οὐ πάνυ λαμπρὸν ἐν τῇ σκηνῇ αὐτοῦ ὑπανῆπτο· ὁ δ' ἠγρύπνει σκοπῶν τι καὶ λογιζόμενος. εδοξεν ουν εἰσιέναι τινὰ τὴν σκηνήν, καὶ ἀπιδὼν πρὸς τὴν εισοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον οψιν ἐκφύλου σώματος σιωπῇ παρεστῶτος αὐτῷ. ἐρόμενος δέ "τίς ποτ' ων η τί βουλόμενος ηκεις;" ηκουσεν ἐξ ἐκείνου "ὁ σός εἰμι, Βροῦτε, δαίμων κακός, οψει δέ με περὶ Φιλίππους." καὶ ὁ Βροῦτος ἀπτοήτως "οψομαι" ειπε. τοῦτο ουν αυθις τὸ φάσμα ἑώρακε τὴν αὐτὴν ἐπιδειξάμενον 2.397 οψιν, οὐδὲν μέντοι φθεγξάμενον, ἀλλ' οἰχόμενον. καὶ ἀετοὺς δύο φασὶν ἐν μεταιχμίῳ τῶν στρατοπέδων συμπεσόντας ἀλλήλοις μάχεσθαι τότε, ειξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον. Συμβαλὼν ουν τοῖς ἐναντίοις καὶ αὐτὸς ἡττήθη. τό τε γὰρ ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἐνέκλινε, κἀκ τούτου καὶ τὸ ἱππικὸν καίτοι γενναίως μαχόμενον ἐνέδωκεν. ἐνταῦθα καὶ Μάρκος ὁ Κάτωνος υἱὸς ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων ταττόμενος οὐκ ειξε καταπονούμενος οὐδὲ εφυγεν, ἀλλὰ χρώμενος τῇ χειρὶ καὶ φράζων οστις ειη καὶ πατρόθεν ἑαυτὸν ὀνομάζων επεσεν ἐπὶ πολλοῖς τῶν πολεμίων νεκροῖς. επιπτον δὲ καὶ τῶν αλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες. Λουκίλλιος δέ τις ἀνὴρ ἀγαθὸς ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐλαύνοντας ῥύδην ἐπὶ τὸν Βροῦτον, αὐτὸς εφη Βροῦτος ειναι καὶ αγειν ἐδεῖτο ἐπὶ τὸν ̓Αντώνιον, ὡς τάχα τὸν Καίσαρα δεδοικώς. οἱ δὲ ηγον τὸν ανδρα, ἀγγέλους προπέμψαντες. ἐπεὶ δ' ἐγγὺς ησαν, ὁ μὲν ̓Αντώνιος διηπόρει οπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθείς "Μάρκον μὲν" ειπε "Βροῦτον, ̓Αντώνιε, οὐδεὶς ῃρηκεν οὐδ' αν ελοι πολέμιος. μὴ τοσοῦτον κρατήσειεν ἡ τύχη τῆς ἀρετῆς. εὑρεθήσεται δὲ ζῶν ἐκεῖνος ηπου καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ." θαυμάσας δὲ ὁ ̓Αντώνιος τοῖς αὐτὸν αγουσι στρατιώταις εφη "χαλεπῶς, ω συστρατιῶται, φέρετε τὴν ἀπάτην ισως· ἀλλ' ιστε κρείττονα τῆς ζητουμένης αγρας ᾑρηκότες· πολέμιον γὰρ ζητοῦντες φίλον ἡμῖν κομίζετε." Βροῦτος δὲ πρός τι χωρίον ὑλῶδες κατηντηκὼς