350
ὁρώμενον ἀνεκήρυξε, τέτρασι τρόποις ἐρηρεισμένως τὸ ἀληθὲς ἔχουσα, ἔκ τε φυσικοῦ δόγματος, παρά τε πατρικῶν χρήσεων, ἔκ τε συνοδικῶν ἐκφωνήσεων καὶ παρὰ ἀρχαίας θεσμοθεσίας. κατὰ μὲν οὖν φυσικὴν ἀκολουθίαν, φέρε εἰπεῖν, ὁ εὐαγγελιστὴς Ἰωάννης ὑποδείκνυσι λέγων· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. εἰ τοίνυν ὁ λόγος σὰρξ ἐγένετο, δῆλον ὅτι ὡς μὲν λόγος ἀπερίγραπτος, ὡς δὲ σὰρξ περιγραφόμενος· καί, εἰ ἐσκήνωσεν ἐν ἡμῖν (ἄλλο δὲ τὸ σκηνοῦν καὶ ἕτερον ἡ σκηνή), καθ' ἕτερον μὲν περιγράφοιτο, καθ' ἕτερον δὲ περιγραφῆς ἀνώτερος. ἐπεί, ποίοις σημείοις ἄνθρωπος γεγονέναι ἐπιγνωσθήσεται, εἰ μὴ τὸ τῆς ἐξεικονίσεως ἰδίωμα, ὅπερ ἐστὶ πρῶτον ἐν μεμορφωμένῳ ἀνθρώπῳ, φυσικῶς κέκτηται, οὗ τῇ ἀναιρέσει φροῦδος ὁ ἄνθρωπος; ἀλλὰ μὴν ἄνθρωπος ἀληθῶς, οὐκοῦν καὶ ὡς ἄνθρωπος περιγραφόμενος ὁ ὡς θεὸς ὢν ἀπερίγραπτος. ἐφ' ᾧπερ λόγῳ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἐχρημάτισεν, ὡς τὰ ἀμφότερα ἄκρα πρὸς ἑαυτὸν συνάπτων καὶ ἀμφότερα ὑπάρχων καὶ τὰ τῶν ἀμφοτέρων ἐξ ὧν συνετέθη φύσεων ἰδιώματα ἐν μιᾷ ὑποστάσει ἀνελλιπῶς κεκτημένος, ἔκ τε πατρὸς σὺν πᾶσι καὶ τὸ ἀπερίγραπτον, ἐπείπερ εἴρηκε, πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά, ἔκ τε μητρὸς σὺν πᾶσι καὶ τὸ περιγραπτόν, ἐπείπερ γέγραπται, οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἓν οὖν καθ' ἑκατέραν φύσιν ἀναιρούμενον ἰδίωμα συναναιρεῖν πέφυκεν ἐξ ἀναγκαίου πάντα τὰ ὁμόστοιχα, ἀναιρουμένων δὲ τῶν ἰδιωμάτων δῆλον ὅτι συναναιροῦνται καὶ αἱ τούτων φύσεις. καί, μάρτυς τοῦ λόγου, ὁ ἱερομάρτυς Ἰουστῖνος ὧδέ πού φησι· οὐδὲν γὰρ διαμένει τῶν ὄντων ὅπερ ἐστίν, ἑνὸς καὶ μόνου τῶν προσόντων αὐτῷ φυσικῶς ἐλλείποντος· κἀντεῦθεν φροῦδα τὰ τῆς πίστεως ἡμῶν ἐκ τῆς καινῆς ὑποθέσεως καθέστηκεν. ἑπομένως δ' οὖν τῷ εὐαγγελιστῇ καὶ ὁ ἀπόστολος τάδε φησίν· ὅς, ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. τοίνυν, εἴπερ ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν, ἀναντιρρήτως, ᾗ μὲν ἐν μορφῇ θεοῦ ὑπάρχει, οὐκ ἐξεικονίζεται, ὅτιπερ τὸ θεῖον ὑπὲρ κατάληψιν, ᾗ δὲ μορφὴν δούλου ἔλαβεν, ἐξεικονίζεται, ὅτι ὑπὸ κατάληψιν τῆς ἐν ἁφῇ τε καὶ χροιᾷ ἡ δουλικὴ μορφὴ περιορίζεται. πῶς γὰρ ἐν ὁμοιώματι ἀνθρώπων γεγονέναι πιστευθήσεται, εἰ μὴ ὁμοίως τοῖς ἀνθρώποις ἐξεικονίζεσθαι πέφυκε; πῶς δὲ καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπος λεχθήσεται, εἰ μὴ τῷ ἀνθρωπίνῳ σχήματι γεγραμμένος ὀφθήσεται; Ὁρᾶτε, ὦ γαληνότατοι, πῶς, ὀφειλομένως κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιούμενος, οἷς καὶ παραπλησίως μετέσχηκε σαρκὸς καὶ αἵματος, ἐξ ἀναγκαίου ἔχοι τὸ ἐπίσης τούτοις ἐξεικονίζεσθαι; εἰ δὲ μή, οὐχ ὡμοίωται, καὶ διέψευσται ὁ ἀποφηνάμενος, καὶ ἡ φύσις παρήλλακται. καὶ μὴν αὐτὸς ὁ θεὸς καὶ λόγος ὧδέ πού φησι· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ θεοῦ; οὐκ ἂν δὲ ὁ μὴ ἐξεικονιζόμενος ἄνθρωπον ἑαυτὸν εἴποιέ ποτε, οὐδ' ἂν ὁ πεφυκὼς ἀποκτένεσθαι μὴ οὐχὶ πεφυκὼς εἴη καὶ τοῦ ἐξεικονίζεσθαι· θάτερον γὰρ θατέρου εἰσαγωγικόν τε καὶ ὁμολογητικόν. οὗτός ἐστιν ὁ θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, καθὼς ὁ μακάριος Πέτρος λέλεχε· τί δ' ἄλλο εἶεν τοῦτο ἢ τὸ φάναι ἐξεικονίζεσθαι σαρκί, οὐκ ἐξεικονιζόμενον πνεύματι; οὗτός ἐστιν ὁ εἰρηκώς, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ· οὐκ ἂν δὲ ὁ μὴ περιγραφόμενος εἴποιεν ἐσθίεσθαι, εἰ μή τί γε ἆρα φάντασμα εἶεν. ὅπερ εἰ καταδεξοίμεθα, ἐμπεσούμεθα εἰς τὸ τοῦ Μανιχαίου φρόνημα, ἀποσκευαζόμενοι τὸ μέγα τῆς εὐσεβείας μυστήριον· καὶ γὰρ ἐκεῖνος ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ τὸν υἱὸν τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει πεφανερωκέναι φησίν, οὐ δύο ἔχοντα φύσεις, ἀλλὰ μίαν. ὥστε καὶ οἱ μὴ περιγράφεσθαι Χριστὸν διισχυριζόμενοι, ὡς μίαν φύσιν πρεσβεύοντες, ἐκείνου τῷ φρονήματι συνεμπίπτειν ἀπελέγχονται· ὃ γὰρ ἀπερίγραπτον, τοῦτο καὶ ἀσώματον,