351
ὁ θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὥστε ἐπιστρέψαι καὶ ζῇν αὐτόν. ὅτι μὲν γὰρ κακῶς σεαυτῷ ὁμοίως καὶ τοῖς ἄλλοις ἐβουλεύσω τὸν ἐμφύλιον πόλεμον κεκινηκὼς, ἀθετήσας μὲν ὅρκους τοὺς πρὸς βασιλέα καὶ τὴν φιλίαν ἐκείνην τὴν θαυμαστὴν, ὑφ' ἧς παρ' ὅλον τὸν ἐκείνου βίον πολλῶν ἀπέλαυσας καὶ μεγάλων ἀγαθῶν, καὶ τοῖς παισὶν ἐπιβουλεύσας περὶ τῆς ἀρχῆς, τοῖς Ῥωμαίοις δὲ πολλῶν καὶ μεγάλων αἴτιος κατέστης συμφορῶν, ὧν διὰ μέγεθος οὐδ' οἱ ἐν ἐσχατιαῖς οἰκοῦντες γῆς ἀνήκοοί εἰσιν, οὐδ' αὐτὸς ἀγνοεῖς. ἐπειδὴ δὲ τῶν τετολμημένων εἰς συναίσθησιν ἐλθὼν καὶ τῶν ἀτόπων ἐπιχειρήσεων, σεαυτοῦ κατεγνωκὼς μετεμελήθης καὶ ὑποστρέφεις καλῶς, ὅθεν ἐξῆλθες κακῶς, τὴν βασιλείαν αἰτῶν ἀποσκευάσασθαι καὶ εἰς ἰδιώτου σχῆμα μεταβαλεῖν, ὥσπερ ἀκριβῶς ἐξεγένετο μαθεῖν παρὰ τοῦ περιποθήτου καὶ γνησιωτάτου τῷ κρατίστῳ καὶ ἁγίῳ μου αὐτοκράτορι τοῦ μεγάλου δουκὸς, αὐτός τε ἡδονῆς ἐπλήσθην, ὅσης ἐπὶ τοῖς τοιούτοις εἰκὸς, καὶ ἡ τοῦ θεοῦ ἐκκλησία τὰς ἀγκάλας αὐτῆς διανοίξασα, δέχεταί σε μετὰ πάσης πνευματικῆς ἀγάπης καὶ ἡδονῆς, καὶ ὅσον οὔπω ἥξειν καὶ σὲ προσδοκῶμεν εἰς ἡμᾶς, ἵν' ὁμοῦ τε ἡ τοῦ ἐπιτιμίου λύσις γένηται, ᾧ καθυπεβλήθης, καὶ ἀλλήλοις συνησθῶμεν κατὰ τὸ ἀρχαῖον ἔθος ὁμιλήσαντες.» τοιαῦτα μὲν ἔγραφε καὶ ὁ πατριάρχης. οἱ πρέσβεις δὲ ἐπεὶ Παμφίλου ἄχρι ἦλθον, πέμψαντες ἐδήλουν βασιλεῖ, ὡς ἥκοιεν μὲν ἐπὶ πρεσβείᾳ, προσταχθεῖεν δὲ παρὰ τῶν πεπομφότων, μὴ βασιλέα προσαγορεύειν ἐν ταῖς 2.447 διαλέξεσιν αὐτῶν. εἰ μὲν οὖν τὸ τοιοῦτον ἀνεκτὸν αὐτῷ, δῆλον ποιεῖν, ἵν' ἐλθόντες ἀπαγγέλλωσι τὰ τῆς πρεσβείας. εἰ δὲ μέλλοι διὰ τὴν ὑπεροψίαν ἀπελαύνειν πρὸς ὀργὴν, μηδὲ τὴν ἀρχὴν ἀφικνεῖσθαι πρὸς αὐτὸν, ἀλλ' ἀναστρέφειν ἐκ Παμφίλου. ὁ βασιλεὺς δὲ ποιούμενος περὶ πλείστου τὸ ἐκ Βυζαντίου τισὶν ἀξιολόγοις συντυχεῖν καὶ διαλεχθῆναι περὶ τῶν κατ' αὐτὸν ἁπάντων, ὅτι τε ὑπὸ συκοφαντῶν διαβληθείη καὶ οὐδεμίαν πρόφασιν αὐτὸς παράσχοι τῷ πολέμῳ, ἀλλ' ἐκ πρώτης ἡμέρας ἄχρι νῦν ἀναγκαίως ὑπὲρ σωτηρίας αὐτοῦ τε ἀμύνεται καὶ τῶν συνόντων, ἅμα δὲ καὶ ἐλπίσας εἰρήνης ἕνεκα ἥκειν, ἐκέλευεν ἀφικέσθαι πρὸς αὐτὸν, ὡς οὐδένα λόγον τῆς προσηγορίας ποιησόμενος. τοῦ γὰρ κοινῇ λυσιτελοῦντος ἕνεκα οὐ τοιαῦτα μόνον ἕτοιμος εἶναι ὑπομένειν, ἀλλὰ καὶ λοιδορίας καὶ εἴτι χαλεπώτερον ἕτερον δοκεῖ. εἰ μὲν γὰρ ἀπὸ τῶν τοιούτων ὄφελός τι γένοιτο Ῥωμαίοις, καὶ πολλὴν αὐτοῖς εἰδήσειν χάριν ὑπὲρ τούτων. εἰ δ' ἄρα καὶ τὰ δεύτερα νικῴη καὶ ἀσύμβατοι ἀναχωρῶσιν, οὐδ' οὕτως αὐτῷ τινα ἀδοξίαν ἀπὸ τῆς προσηγορίας ἀπολείψειν. ἧκον μὲν οὖν οἱ πρέσβεις ἐπὶ τούτοις καὶ ἀπήγγελλον τὰ κατὰ τὴν πρεσβείαν· ἅμα δὲ καὶ τὰ γράμματα παρεῖχον, παρετήρουν τε τὸ μὴ βασιλέα ἐν ταῖς διαλέξεσι προσαγορεύειν. οδʹ. Βασιλεὺς δὲ ἐπεὶ τῶν τε λόγων ἤκουε καὶ τὰ γράμματα ἀνέγνω, πρὸς τοὺς ἐγγεγραμμένους λήρους διαχυθεὶς, 2.448 νῦν μὲν ἀπέλυε τοὺς πρέσβεις ἀναπαύλης τινὸς τυχεῖν ἐφ' ἧς ἐξενίζοντο οἰκίας. εἰς τὴν ὑστεραίαν δὲ ἐκκλησίαν ἐκ τῶν παρόντων ποιησάμενος, μετεκαλεῖτο καὶ τοὺς πρέσβεις, καὶ πρὶν ἀπολογίαν τινὰ περὶ ὧν ἐπρέσβευον ποιήσασθαι, τὰ κατ' αὐτὸν εἰς μέσον προὐτίθει ἐρευνᾷν. καὶ πάντα ἐξητάζετο μετὰ τὴν βασιλέως τελευτὴν, ἐφ' οἷς ἀπεδείκνυεν αὑτὸν ἐπὶ τῶν πρέσβεων ὀρθῶς καὶ δικαίως καὶ τοῖς τε βασιλέως παισὶ καὶ τοῖς ἄλλοις ἅπασι Ῥωμαίοις μάλιστα λυσιτελῶς πεπολιτευμένον. ἐκέλευέ τε καὶ τοὺς πρέσβεις ἀδεῶς λέγειν, εἴ τι ἔχοιεν κατηγορεῖν, ὡς λόγον ὑπὲρ πάντων ποιησόμενος. καὶ ἐπ' ἐνίοις ἀντιλεγόντων καὶ ἐγκαλούντων, ἃ ἐνόμιζον ἀδικεῖν, ὑπὲρ πάντων ἐποιεῖτο λόγον. τοῦτο μὲν οὖν εἰς ἕκτην ἐφεξῆς ἡμέραν ἐτελεῖτο, καὶ διὰ πολλῶν τῶν ἀποδείξεων τὰ ἔσχατα ἠδικημένος ἀπεδείκνυτο ὁ βασιλεὺς, δοὺξ δὲ ὁ μέγας καὶ οἱ ἄλλοι οἱ τὸν πόλεμον κεκινηκότες οὐ συκοφάνται μόνον καὶ ἀγνώμονες δεινῶς περὶ αὐτὸν καὶ μοχθηρίας ὑπερβολὴν ἐλλελοιπότες οὐδεμίαν, ἀλλὰ καὶ τῶν φόνων καὶ τῶν ἀνδραποδισμῶν καὶ τῶν μεγάλων συμφορῶν, αἳ Ῥωμαίους κατέσχον ἐπὶ τῶν χρόνων τοῦ πολέμου, μάλιστα αἰτιώτατοι γεγενημένοι. μετὰ δὲ τὴν ἕκτην πρὸς τὴν