351
2.398 ηδη σκότους οντος, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων οντων, εἰς τὸν οὐρανὸν ἀναβλέψας ἀνεφθέγξατο Ζεῦ, μὴ λάθῃ σε τῶνδ' ος αιτιος κακῶν. τοῦτον τὸν στίχον εἰπεῖν αὐτὸν ὁ Πλούταρχος ἀναγράφει· ὁ δέ γε ∆ίων ταῦθ' ἱστορεῖ τότε τὸν Βροῦτον εἰπεῖν "ω τλᾶμον ἀρετά, αλλως αρ' ησθα λόγος, ἐγὼ δέ σε ὡς εργον ησκουν, σὺ δ' αυ ἐδούλευες τύχῃ." εἰπόντος δέ τινος ὡς δεῖ φεύγειν, "πάνυ μὲν ουν" εφη "φευκτέον, ἀλλὰ διὰ τῶν χειρῶν, οὐ διὰ τῶν ποδῶν." καὶ τοῦτο εἰπὼν καὶ τῷ ξίφει γυμνῷ ἐπιπεσὼν ἐτελεύτησε. τὸν δὲ τούτου νεκρὸν ̓Αντώνιος ἀνευρὼν τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιέβαλε. Πορκία δὲ ἡ τοῦ Βρούτου γυνή, Κάτωνος δὲ θυγάτηρ, φυλαττομένη καὶ μὴ ἐωμένη ἑαυτὴν ἀνελεῖν, ανθρακας ἐκ τοῦ πυρὸς ἁρπάσασα καὶ καταπιοῦσα ἀπέθανε. περὶ ης ὁ Πλούταρχος εγραψεν ὡς πρὸ τῆς τοῦ Καίσαρος τοῦ προτέρου σφαγῆς ὁρῶσα τὸν ανδρα σύννουν καὶ μεστὸν ταραχῆς ἀήθους, καί τι βούλευμα κατανοήσασα παρ' ἑαυτῷ θάλποντα δυσεξέλικτον, οὐ πρότερον αὐτὸν περὶ τῶν ἀπορρήτων ἀνήρετο πρὶν η λαβεῖν διάπειραν ἑαυτῆς. λαβοῦσα γάρ, φησί, μαχαίριον, τομὴν βαθεῖαν λάθρᾳ ἐπήνεγκε τῷ μηρῷ, ὡς μετὰ μικρὸν ὀδύνας ἐπιγενέσθαι νεανικὰς καὶ φρικώδεις ἀναφθῆναι πυρετοὺς ἐκ τοῦ τραύματος. ἀγωνιῶντος δὲ τοῦ Βρούτου ἐν ἀκμῇ τῆς ἀλγηδόνος ουσα εφη αὐτῷ "ἐγώ, Βροῦτε, οὐχ ὡς αἱ παλλακευόμεναι κοίτης μεθέξουσα καὶ τραπέζης μόνον ἐδόθην σοι, ἀλλὰ κοινωνὸς ειναι καὶ ἀγαθῶν καὶ ἀνιαρῶν. τὰ μὲν ουν σὰ πάντα περὶ τὸν γάμον αμεμπτα, τῶν δὲ παρ' ἐμοῦ τίς ἀπόδειξις η χάρις εἰ 2.399 μήτε πάθος ἀπόρρητον συνδιοίσω σοι μήτε φροντίδα πίστεως δεομένην; οιδ' οτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον· ἀλλ' εστι τις καὶ τροφῆς ἀγαθῆς καὶ ὁμιλίας χρηστῆς εἰς ηθος ἰσχύς. ἐμοὶ δὲ τὸ Κάτωνος ειναι θυγατέρα καὶ τὸ Βρούτου γυναῖκα πρόσεστιν. οις πρότερον μὲν ηττον ἐπεποίθειν, νῦν δ' ἐμαυτὴν εγνωκα καὶ πρὸς πόνον ἀήττητον ειναι." ταῦτ' εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καὶ διηγεῖται τὴν πεῖραν. ὁ δ' ἐκπλαγεὶς ἐπηύξατο δοῦναι τοὺς θεοὺς κατορθοῦντα τὴν πρᾶξιν ανδρα Πορκίας αξιον φανῆναι. Τῷ μὲν ουν Βρούτῳ ον ειρηται τρόπον ἐπέλιπε τὸ βιώσιμον, τῶν δὲ μετ' αὐτοῦ γενομένων ἐπισήμων ἀνδρῶν οἱ μὲν πλείους ἑαυτοὺς αὐτίκα ἀπέκτειναν η ἁλόντες ἐφθάρησαν, οἱ δὲ λοιποὶ τότε διαφυγόντες ἐπὶ τὴν θάλασσαν μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο. Καὶ ὁ μὲν Βροῦτος καὶ ὁ Κάσσιος ουτως ἀπώλοντο τοῖς ξίφεσι σφαγέντες οις τὸν Καίσαρα διεχρήσαντο, Καῖσαρ δὲ καὶ ̓Αντώνιος αὐτίκα τὴν ἀρχὴν ἀνεδάσαντο· καὶ τῷ μὲν η τε ̓Ιβηρία καὶ ἡ Νουμιδία προσεκεκλήρωτο, ̓Αντωνίῳ δὲ ἡ Γαλατία τε καὶ ἡ ̓Αφρική, συνθεμένοις, εἰ ἐπὶ τούτοις ἀγανακτοίη ὁ Λέπιδος, ἐκστῆναί οἱ τῆς ̓Αφρικῆς. ταῦτα δὲ μόνα ἐδάσαντο, οτι Σαρδὼ μὲν καὶ Σικελίαν Σέξτος κατεῖχε, τὰ δ' εξω τῆς ̓Ιταλίας ἐν ταραχῇ ετι ην. καὶ ἐπὶ τούτοις ̓Αντώνιος μὲν εἰς τὴν ̓Ασίαν, καταστήσων τοὺς αὐτοῖς ἀντιπολεμήσαντας καὶ ἀργυρολογήσων, ἀπῄει· Καῖσαρ δ' εἰς τὴν ̓Ιταλίαν ὡρμήθη, τὸν Λέπιδον κωλύσων, αν τι παρακινῇ, καὶ τῷ Σέξτῳ ἀντιταξόμενος. νοσῶν δὲ καὶ διὰ τοῦτο βραδύτερον ἰὼν εἰς τὴν ̔Ρώμην ἀφίκετο, καὶ τὰ νενομισμένα ἐπὶ 2.400 τῇ νίκῃ τελέσας πρὸς τὴν τῶν πραγμάτων ἐτράπη διοίκησιν. ὁ γὰρ Λέπιδος φόβῳ καὶ νωθείᾳ ἡσύχασεν, ἡ δὲ τοῦ ̓Αντωνίου γυνὴ Φουλβία καὶ ὁ Λούκιος ̓Αντώνιος ὑπατεύων τῶν πραγμάτων ἀντελαμβάνοντο καὶ τῷ Καίσαρι διηνέχθησαν, ωστε τὸν Καίσαρα τὴν τῆς Φουλβίας θυγατέρα πέμψαι αὐτῇ, τὴν ἐκ τῆς ἐπιγαμίας συγγένειαν λύσαντα. Καὶ διὰ ταῦτα ουν καὶ διὰ τὸν λιμόν, ος τότε τοὺς ̔Ρωμαίους ἐπίεζεν, ὁ Καῖσαρ ἐν ἀμηχανίᾳ ἐγένετο. ἡ μὲν γὰρ κατὰ Σικελίαν θάλασσα ὑπὸ τοῦ Σέξτου κατείχετο, ὁ δ' ̓Ιόνιος κόλπος ὑπὸ ∆ομιτίου Γναίου, ος τῶν μὲν σφαγέων τοῦ Καίσαρος ην, ἐκ δὲ τῆς ἐν Φιλίπποις μάχης διαφυγὼν ναυτικὸν συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων εφθειρε. διὰ γοῦν τὸν λιμὸν τοῦτον καὶ δι' αἰτίας ἑτέρας καὶ ἐστασίασαν πρὸς ἀλλήλους ο τε δῆμος καὶ τὸ στρατιωτικόν, καὶ εἰς μάχας ἡ στάσις περιέστη, ωστε καὶ τιτρώσκεσθαι καὶ θνήσκειν