351
φανερῶς. ὁ ̓Απόστολος· τὸ δὲ πνεῦμα ῥητῶς λέγει, οτι ἐν ὑστέροις καιροῖς. καὶ ῥητῶς ἀντὶ τοῦ λεκτῶς. Τὸ Ρ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) ̔Ριγεδανόσ. ὁ φρικώδης. ̔Ρικνόσ. ὁ διεσχισμένος καὶ διεφθαρμένος. ῥικνοῖς ἐπισκάζουσα πόδεσσι. ̔Ρινόσ. τὸ δέρμα. ἀπὸ τοῦ ῥίνη, οπερ ειδος ἰχθύος ἐστίν. η παρὰ τὸ ῥίον, τὸ ἀκρωτήριον. ὁ δὲ Ωρος ὁ Μιλήσιος λέγει, οτι ῥίνος λέγεται, οτι δι' αὐτοῦ ῥέουσιν οἱ ἱδρῶτες. ̔Ρινοτόμοσ. ὁ τὰ δέρματα τέμνων. ̔Ρινόσιμοσ. τὴν κόμην ἀνάδετος. η τὴν ῥῖνα σιμὸς καὶ πατζός. ̔Ρὶψ, ῥιπόσ. τὸ ῥιπίδιον. rho.1617 ̔Ρίψασπισ. ὁ δειλός. ἀπὸ τοῦ ῥίπτειν τὴν ἀσπίδα. ̔Ριψοκίνδυνοσ. ὁ παράβολος· ὁ τολμηρός. (Θηλυκόν.) ̔Ρίζα. δι' ης ῥεῖ τὸ ζῇν ανω τοῖς δένδροις. ̔Ρινηλατῶ. τὸ διὰ ῥινὸς ὀσμοῦμαι καὶ διώκω τι, ωσπερ οἱ κύνες τῶν κυνηγῶν ποιοῦσιν. η σκοποῦντες ωδε κἀκεῖσε. ̔Ρὶν καὶ ῥίσ. ἡ μύτις. καὶ κλίνεται ῥινός. ὡς δικατάληκτον διὰ τοῦ ˉι γράφεται· εδει γὰρ διὰ τῆς ˉεˉι διφθόγγου. ἀπὸ τοῦ ῥέω ῥίν· ἐκ γὰρ τῆς ῥινὸς ῥέουσι καὶ κατέρχονται τὰ περιττώματα. ̔Ρίπη. πόλις. καὶ ̔Ρίπαια ορη. ̔Ριπή. ὁρμή· φορά· κίνησις. παρὰ τὸ ῥίπτω ῥιπτὴ καὶ ῥιπὴ, ἡ ῥιπτομένη. τίθεται δὲ ἡ λέξις ἐπὶ τοῦ ῥίπτεσθαι τὰς βίας τῶν πνευμάτων. ̔Ριπίσ. τὸ ῥιπίδιον. τοῦ θεολόγου· ανεμον ταῖς ῥιπίσι σοφιζομένους. (Οὐδέτερον.) ̔Ριγιστόν. φοβερόν. καὶ ῥίγιον, τὸ φρικῶδες η χαλεπόν. ἐκ τοῦ ῥῖγος ῥίγιον. οθεν καὶ τὸ ˉρˉι μακρόν. ̔Ρινή. τὸ ἐργαλεῖον τοῦ χαλκέος. ὁ γὰρ ἰχθὺς βαρύνεται. ̔Ρῖγοσ. τὸ ψύχος. ἀπὸ τοῦ φρίσσω φρίγος καὶ ἀποβολῇ τοῦ φ ῥῖγος. ἡ δὲ ἀποβολὴ τοῦ φ rho.1618 εκτασιν πεποίηκε τοῦ ˉι. οθεν καὶ διὰ τοῦ ˉι γράφεται· οὐδέποτε γὰρ πρὸ τῶν δύο ˉςˉσ εὑρίσκεται δίφθογγον. καὶ ῥιγίον ἡ νόσος. ̔Ρίζαιον. τόπος. καὶ ̔Ριζὴν, ορος. ̔Ρίον. τὸ ἀκρωτήριον, ἐπειδὴ περιῤῥεῖται υδατι. ισως δὲ ἐκ τοῦ ἀκρωτηρίου ἐγένετο μείωσις, ιν' αἱ πρῶται τρεῖς συλλαβαὶ ωσιν ἀφῃρημέναι. η οριόν ἐστι, ἀφ' ου ἐστιν ὁρᾷν καὶ σκοπεύεσθαι. ( ̔Ρῆμα.) ̔Ρίγησεν. ἐφοβήθη. ̔Ριζωρυχῶ. ῥιζορυκτῶ δὲ μικρόν. ̔Ρινᾷ. ἐξαπατᾷ. τρόπον τινὰ τὴν εξιν ῥινᾷ. ̔Ριπτάζω. διαῤῥίπτω. ̔Ριπίζω. ῥίπτω. ( ̓Επίῤῥημα.) ̔Ριζιμαίωσ. παρὰ τὴν ῥίζαν. ̔Ρίμφα. εὐκόλως η ταχέως. παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους. ὡς παρὰ τὸ κρύπτω κρύφα, ουτω ῥίπτω ῥίφα καὶ πλεονασμῷ τοῦ ˉμ ῥίμφα. ̔Ριψοκινδύνωσ. παραβόλως· τολμηρῶς. Τὸ Ρ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) ̔Ροΐ. ῥεύματι. ὁ ῥοῦς, τοῦ ῥοὸς, τῷ ῥοΐ. ῥοῒ ποταμοῦ καὶ ῥοῒ θαλάσσης, ˉι. ῥοῇ δὲ αιματος καὶ ῥοῇ δακρύων, ˉη. rho.1619 ̔Ρομβώδησ. ονομα παρατάξεως. καὶ τὸ πολεμικὸν τῆς νηὸς σίδηρον. (Θηλυκόν.) ̔Ρόα καὶ ῥοιά. ἡ ῥοϊδέα. ̔Ρόγα. .... ̔Ροδωνία. χώρα. ̔Ροδωνιὰ δὲ, τόπος, †ἐν ῳ εἰσιν ῥόδα.† ὡς καὶ κρινωνιά. ̔Ροδοδάκτυλος ἠώσ. ἡ ῥοδόχροος ἡμέρα, ἡ τὰ εργα λαμπρὰ δεικνύουσα. ῥοδοδάκτυλος ἠὼς ἐπ' αιαν ἐσκίδνατο. ̔Ρόδοσ. ἡ νῆσος. παρὰ τὸ πολὺν ῥοῦν αὐτόθι δονεῖσθαι, πρὶν φανῆναι τὴν νῆσον. ̔Ροαί. τὰ ῥεύματα. †ἡ εὐθεῖα ἡ ῥοή· τῆς ῥοῆς· αἱ ῥοαί.† ̔Ροπή. ἡ ἀπό τινος εις τι μετάκλισις, η εις τι μεταβολή. ῥοπή ἐστι καὶ τὸ ἀκαριαῖον τῆς συντομίας καὶ ταχυτῆτος. * ̔Ροπὴ καὶ ἡ δύναμισ.* ̔Ροπή ἐστιν ἀδιάστατος κίνησισ. (Οὐδέτερον.) ̔Ρόδον. παρὰ τὸ οζω οδον καὶ ῥόδον κατὰ ἀντίφρασιν. ̔Ροίζημα. ηχημα. ̔Ροίτιον. ἀκρωτήριον τῆς Τροίας. - ̔Ροιτιάδος ενδοθεν ακρης. rho.1620 ἀπὸ ̔Ροιτίας τῆς Πρωτέως θυγατρός. ὁ δὲ Χοιροβοσκός· τὸ ̔Ροίτιον διὰ τῆς ˉεˉι διφθόγγου γράφεται. ̔Ρύτιον δὲ τόπος ἐπὶ Κρήτης· ψιλὸν καὶ ˉι. ̔Ρόθιον. τὸ ῥεῦμα. η τὸ μετὰ ψόφου κῦμα. ̔Ρόπαλον. βάκλον η ῥάβδος. παρὰ τὸ ῥέπειν εἰς εν μέρος. ̔Ροώδη. τὰ ὀστᾶ παρὰ Γαληνῷ καὶ ̔Ιπποκράτῃ. ( ̔Ρῆμα.) ̔Ρογχάζειν. παρὰ τὸ ῥοχθεῖν, τὸ ἠχεῖν, παρῆκται, πλεονασμῷ τοῦ ˉγ. ̔Ροθῶ. τὸ ἠχῶ. ̔Ροίζησεν. ηχησεν, εσυρεν. ̔Ροιβδῶ. τὸ ῥοφῶ. καὶ ῥοιβδήσω. ἐξ ου καὶ ἀναῤῥοίβδησις. ̔Ροχθεῖ. ἠχεῖ, κλύζει. ῥοχθεῖ δὲ μέγα κῦμα-. παρὰ τὸ ῥόθιον ῥοθεῖ, καὶ πλεονασμῷ τοῦ χ ῥοχθεῖ. ἐν αλλοις δὲ τὸ ῥοχθεῖ κῦμα, τὸ πρὸς ξηρὰν ἀντικρούει. ισως παρὰ τὸ ῥοῦν καὶ τὸν ηχον, ῥοηχεῖ καὶ ῥοχθεῖ. η ἀπὸ τοῦ ῥέω ῥοχῶ, ὡς λέχω λοχῶ, καὶ πλεονασμῷ τοῦ θ ῥοχθῶ. ( ̓Επίῤῥημα.) ̔Ροιζηδόν. σφοδρῶς μετὰ ηχου. rho.1621 Τὸ Ρ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) ̔Ρύακεσ. ὑδρηγοί· ῥεύματα. ̔Ρυηφενήσ. ὁ αγαν πλούσιος. παρὰ τὸ ῥήδην