351
οὐδ' αὖ ἐν τῷ περιγεγράφθαι εἰς δυάδα προσώπων τὸ ἓν Χριστοῦ πρόσωπον, ὡς δοκεῖ τισι, διατέμνεται, ὅτι μηδὲ φύσις εἰκόνος τε καὶ πρωτοτύπου ὑποστατικῶς οἶδε τέμνεσθαι, ἀλλὰ τῷ τῆς οὐσίας λόγῳ τὴν διαφορὰν κέκτηται. φησὶ γὰρ ὁ πάνσοφος ∆ιονύσιος· ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. ἐπεὶ καὶ ἐπὶ τοῦ ζωοποιοῦ σταυροῦ οὐκ ἄν τις εἴποι τὴν σταυροειδῆ εἰκόνα ἄλλο τι παρὰ τὸ ταύτης πρωτότυπον ἢ μόνον τῷ φυσικῷ λόγῳ διαφορουμένην· καὶ τὸ παράδειγμα ἐγγύθεν καὶ ἡ ἀλήθεια ἀναμφίλεκτος. Οὗτος οὖν ὁ πρῶτος τρόπος τῶν εἰρημένων. τίς ὁ δεύτερος; αἱ τῶν ἁγίων φωναί, οὐ συλλογιστικῶς, ἀλλὰ γυμνῶς ἐξεικονίζεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διαγορεύουσαι· ἅς, εἰ πάσας ἐνταῦθα βουληθείημεν ἐντάξαι, ἐκβησόμεθα τοῦ μετρίου τῆς προσφωνήσεως. ἐκ πολλῶν δὲ δύο ἢ τρεῖς, καὶ ταύτας προυργιαιτέρας, ἀναλεξάμενοι, ἐκ τῶνδε καὶ τὰς λοιπὰς πιστωσόμεθα, πληρουμένου κἀνταῦθα τοῦ γεγραμμένου, ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. φωνὴ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου, ἐν ἱστορίᾳ τοῦ ἱερομάρτυρος Παγκρατίου ὑπομνηματιζομένη· ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἔλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἵνα ἰδόντες ἐπὶ πλεῖον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς, καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ' ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων. ὡς φοβερὸς ὁ λόγος οὗτος, μονονουχὶ καὶ ἐπιβοῶντος, "4ἐξένεγκον τὴν εἰκόνα τοῦ τῇ ἀρετῇ τοὺς οὐρανοὺς καλύψαντος καὶ ἐντύπωσον οἱονεὶ ἐν τῷ μετεώρῳ εἰς μαρτύριον ἐμφανές"5. "4ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἔλαβεν ὁ υἱὸς τοῦ θεοῦ"5· οὐκ ἀγγέλου οὐδ' ἀρχαγγέλου οὐδέ τινος ἄλλης δυνάμεως, ἀλλὰ τὴν καθ' ἡμᾶς δουλικὴν μορφήν. "4ἵνα ἰδόντες ἐπὶ πλεῖον πιστεύσωσιν"5· ὡς οὐκ ἀρκούσης τῆς διὰ λόγου ἱστορίας, ἀλλὰ δεομένης καὶ τῆς δι' ὄψεως ἐνεργείας εἰς πλείονα πίστωσιν ὅτι ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γέγονε. "4καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ' ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων"5· ὅμοιον τοῦ εἰπεῖν "4τοῦτο ὑμῖν μνημόσυνον εἰς γενεὰς γενεῶν"5. ἐπισημαίνει δὲ ἡ ἱστορία ὅτι καὶ οἱ λοιποὶ ἀπόστολοι τὸ αὐτὸ ἐποίουν ἔν τε πόλεσι καὶ κώμαις, ἅπασαν ἱστορίαν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διακοσμοῦντες ἀπ' ἀρχῆς, ὅτε ὁ ἄγγελος τὸ "4χαῖρε"5 κέκραγε τῇ παρθένῳ, μέχρις ὅτου καὶ ἀνελήφθη· ἅς, φησί, καὶ φόβῳ παρῄνουν τιμᾶσθαι. Ὁρᾶτε, ὦ φιλοθεώτατοι, ὅτι ὁμοῦ τῇ ἀναστηλώσει τῶν ἱερῶν εἰκόνων καὶ τὸ προσκυνεῖσθαι αὐτὰς φόβῳ ὑπὸ τῶν ἀποστόλων ἀπ' ἀρχῆς παραδέδοται; τὸ γάρ τοι τιμᾶσθαι ἰσόρροπον δῆλον ὅτι τοῦ προσκυνεῖσθαι ὡμολόγηται. φωνὴ Ἀθανασίου τοῦ πολυάθλου ἐκ τῆς ἐν Βηρυτῷ προσφωνήσεως· ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο· καὶ μεθ' ἕτερα· τότε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἱ Ἰουδαῖοι κατενέγκαντες ἔφησαν ὅτι"4καθὼς οἱ πατέρες ἡμῶν ἐνέπτυσαν αὐτῷ ποτε, οὕτως καὶ ἡμεῖς ἐμπτύσωμεν αὐτῷ"5. τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Κυρίου καὶ ἐρράπισαν αὐτὴν κατὰ πρόσωπον τῶν συνελθόντων ἔνθεν κἀκεῖθεν, ἤγουν τὴν εἰκόνα τοῦ Κυρίου, λέγοντες· "4ὅσα ἐποίησαν αὐτῷ οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ. καὶ λέγουσιν ὅτι ἐνέπαιξαν αὐτῷ· καὶ ἡμεῖς τὸ αὐτὸ ποιήσωμεν"5. ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τὴν εἰκόνα τοῦ Κυρίου, ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. εἶτα λέγουσιν, "4ἠκούσαμεν ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν αὐτῷ"5. τότε τὰς χεῖρας καὶ τοὺς πόδας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν τοῖς ἥλοις. πάλιν λέγουσι μεμηνότες, "4ἠκούσαμεν ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτῷ καὶ ἡμεῖς"5. καὶ ἐποίη σαν, προσθέντες τῷ στόματι τῆς εἰκόνος τοῦ Κυρίου τὸν σπόγγον τοῦ ὄξους πεπληρωμένον. πάλιν λέγουσι· "4μεμαθήκαμεν ὅτι καλάμῳ ἔτυψαν τὴν κεφαλὴν αὐτοῦ οἱ πατέρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν"5. καί, λαβόντες