Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
φησὶν, ὁ οὐρανὸς ἄνωθεν, τοῦτ' ἔστιν, οἱ τὴν ἄνω τρίβοντες πόλιν, καὶ τὸ λαμπρὸν καὶ ἀξιάγαστον ἔχοντες ἐνδιαίτημα, ἄγγελοί τε καὶ ἀρχάγγελοι, καὶ τὰ τούτων ἐπέκεινα, θρόνοι τε καὶ ἐξουσίαι, καὶ δυνάμεις λογικαὶ, καὶ τῶν ἀνωτάτω θώκων οἱ παραστάται. Φαμὲν δὲ ὅτι θυμηδίας πρό- φασις καὶ αὐτοῖς δὴ γέγονε τοῖς ἐν οὐρανῷ πατρά- σιν, ἡ τῶν πεπλανημένων ἐπὶ τῆς γῆς ἐπιστροφὴ πρὸς τὸν Θεὸν, ἡ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἡ τυφλῶν ἀνάβλεψις, καὶ ἁπαξ- απλῶς τῶν ἀπολωλότων ἡ σωτηρία. Εἰ γὰρ χαί- ρουσιν ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἐνδοιά- σαι θέμις, ὡς ἥδονταί τε καὶ κατευφραίνονται σεσω- σμένην ὁρῶντες τὴν ὑπ' οὐρανόν; Οὐκοῦν ἄνωθεν μὲν ὁ οὐρανὸς εὐφραινέσθω, φησὶ, ῥανάτωσαν δὲ καὶ αἱ νεφέλαι δικαιοσύνην. Νεφέλας δὲ εἶναί φαμεν νοη- τὰς τὰς ἄνω δυνάμεις, δι' ὧν αἱ διὰ τοῦ πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην, καὶ ταῖς τῶν πιστευόντων καρδίαις ἐνστάζουσι, κατά γε τὸ ἑτέ- ρωθί που σαφῶς εἰρημένον ὡς περὶ ἀμπέλου περὶ τῶν ἐξ Ἰσραήλ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν· ἤγουν καὶ αὐτοὺς τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὧν καὶ πρῶτοι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ δὴ ἅπασαν περιφοιτῶντες τὴν γῆν, τὸν 70.957 θεῖόν τε καὶ ἱερὸν κατεσκέδασαν λόγον, καὶ καθάπερ τινὰ διψάδα καὶ ἄκαρπον γῆν, τοὺς ἁπανταχοῦ κατ- ευφραίνοντες, καὶ οἷον κατάρδοντες νοητῶς, πρό- φασις αὐτοῖς εὐκαρπίας γεγόνασι τῆς πνευματικῆς. Οὐκοῦν Ἰουδαίοις ἅτε μὲν, ἅτε δὲ καὶ γεγονόσι κυριοκτόνοις, καὶ εἰς αὐτὸν παροινήσασι τὸν τῶν νοητῶν ναμάτων δοτῆρα Χριστὸν, ἐκέλευε Θεὸς ταῖς νεφέλαις τὸ μὴ διδόναι τοὺς ὑετοὺς, τοῖς γε μὴν εἰς αὐτὸν πιστεύουσι καθεῖναι προστάττονται, καὶ κατάρ- δειν ἀμφιλαφῶς τὰς τῶν προσιόντων αὐτῷ καρδίας. "6Ὑετῶν γε μὴν καθιεμένων, ἀνατειλάτω, φησὶν, ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατει- λάτω ἅμα."6 Ἦν γὰρ ἀναγκαῖον τῶν νοητῶν νεφελῶν, ὡς ἔφην, τοῖς εἰς δικαιοσύνην μαθήμασιν ἀρδευου- σῶν τὴν ὑπ' οὐρανὸν, καθάπερ ἐκ σπερμάτων ἀγα- θῶν, ἀναφῆναί τε καὶ ἀναβλαστῆσαι καρποὺς ἀγα- θούς. Ὥσπερ γὰρ κατάρχοντος ἐπὶ τῆς γῆς τοῦ τῆς ἁμαρτίας εὑρετοῦ, καὶ διὰ τῶν ἐν κόσμῳ σοφῶν, μυσαρά τε καὶ βέβηλα πανταχοῦ καθιέντος σπέρματα, οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ καρπῶν ἐπιεικείας ἔρημος ἦν ἡ σύμπασα γῆ, οὔπω τῶν τῆς δικαιοσύνης μαθημάτων, ὑετῶν δίκην, καθιεμένων τοῖς ἁπανταχοῦ· λοιπὸν, ἦν ἀκόλουθον τοὺς τῆς εἰς Θεὸν εὐσεβείας εἶναι καρπούς· ἔλεος δὲ εἶναί φαμεν τὴν ἀγάπην, ἥτις ἐστὶ τοῦ νόμου τὸ πλήρωμα, συμ- παρομαρτούσης αὐτῇ καὶ δικαιοσύνης, καὶ πάντως που τῆς εὐαγγελικῆς· ἧς καὶ βραβευτὴς καὶ διδάσκα- λος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ' ἄν τις, ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πα- τρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ' αὐ- τοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακο- μίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι' ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ· "6Εἰργάσατο δικαιο- σύνην ἐν μέσῳ τῆς γῆς."6 Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χρι- στὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. 9Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως;9 Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ