352
ἀπολογίαν καθίστατο τὴν περὶ τῆς πρεσβείας, καὶ εἶπε τοιάδε. «οὐδὲν οὕτω καὶ πόλιν δημοκρατουμένην καὶ βασιλείαν μάλιστ' ἂν ῥᾳδίως καταλύειν δύναιτο, ὡς ἀνδρῶν ἀπουσία συνετῶν καὶ τὰ δέοντα βουλευομένων. εἰ μὲν γὰρ τοιούτων ἢ πολιτῶν ἡ πό 2.449 λις, ἢ ἀρχόντων ἡ βασιλεία εὐποροίη, κἂν τύχῃ τινὶ σφαλῶσι, ῥᾳδίως δύναιντ' ἂν ἐπανασώζειν τὴν προτέραν τύχην. ἂν δ' ἅπαξ ἀποστερηθῶσι τῶν τοιούτων, οὐδὲν ἔσται κώλυμα, μὴ εἰς ἔσχατον κακοπραγίας τάχιστα ἀφῖχθαι. ὃ νῦν ἐγὼ τὴν Ῥωμαίων μάλιστα ὀδύρομαι ἡγεμονίαν, ὅτι πολλῶν καὶ θαυμασίων ἀνδρῶν πρότερον εὐποροῦσαν νῦν εἰς τοῦτο περιέστησεν ὁ πάντα καταλύων χρόνος, ὥστε ἡγεμόνας τῶν πραγμάτων ἔχειν μηδὲν ἄμεινον τῶν πολλῶν διακειμένους. τὸ γὰρ ὑπὲρ τηλικούτων πρεσβείαν ποιουμένους καὶ πρὸς ἐμὲ τὸν πολὺν ἤδη χρόνον ἄρξαντα αὐτῶν, καὶ οὗ, εἰ μὴ ἐπίφθονον εἰπεῖν, καὶ βλέμματος ἀπολαύειν προσηνοῦς ἐν μεγίστης ἦγον εὐτυχίας μέρει, ἔπειτα μηδὲν μήτε ἐρευνήσαντας, μήτε σκεψαμένους οὕτως ἀπερισκέπτως καὶ θρασέως τὰ ἐπελθόντα γράφειν, οὐκ ἐκείνων μάλιστ' ἄν τις κατηγορήσειε προσήκοντα εἰργασμένων ἑαυτοῖς, ἢ ὅσῳ τὴν περιφανῆ πρότερον καὶ εὐτυχῆ Ῥωμαίων θρηνήσειεν ἡγεμονίαν ὑπὸ τοιούτοις, φεῦ, ἀνδραπόδοις ἀγομένην. περὶ μὲν οὖν ἐκείνων ὀλίγος ἐμοὶ λόγος γένοιτ' ἂν, τοιαῦτα καὶ φαυλότερα πράττειν οὖσιν ἀξίοις. Ἀποκαύκου δὲ τοῦ παρακοιμωμένου οὐ τὴν μοχθηρίαν μόνον καὶ φιλοψευδὲς, ἀλλὰ καὶ τὴν ἰταμότητα καὶ τὴν ἀναισχυντίαν ἔπεισι θαυμάζειν, ὅτι, καίτοι μέλλων ἐπὶ τοσούτων ἐλέγχεσθαι σαφέστατα ψευδόμενος, ὅμως ἐπὶ τῷ μὴ δοκεῖν εἰκῇ καὶ μάτην τὸν πόλεμον κεκινηκέναι, μηδ' ἀνήνυτα πονεῖν, εἵλετο τῆς ἐπ' ὀλίγον εὐδοξίας τὴν διὰ βίου αἰσχύνην ἀνταλ 2.450 λάττεσθαι. δέον μέντοι μηδὲ τὸ ἐκείνου πάνυ θαυμαστὸν ἡγεῖσθαι. ᾧ γὰρ ὁ βίος ὅλος πανουργία καὶ ἐπιορκία καὶ ἀπάτη, καὶ ῥᾷον ἂν ἀναπνεύσειε χωρὶς ἀέρος, ἢ τούτων, οὐδὲν θαυμαστὸν, εἰ θεὸν ψευδόμενος διηνεκῶς, εἵλετο καὶ πρὸς ἀνθρώπους τῷ ψεύδει χρῆσθαι. ἐμοὶ δ' ἐξαρχῆς τε ᾑρημένῳ τὴν ἀλήθειαν καὶ εἰς τόδε χρόνου περὶ πλείστου ποιουμένῳ καὶ πάσης ἄλλης ἀνθρωπίνης εὐημερίας προτιμῶντι τἀληθὲς εἰρήσεται, συμμαρτυρήσει δὲ καὶ Συναδηνὸς οὗτος, ὃς ἐμοὶ τοὺς λόγους σύνοιδεν, ἀξιόχρεως ὢν πρὸς πίστιν. παρ' ἐκείνου γὰρ ἀφῖκτο· τὸ γὰρ Ἐμπυθίου φρούριον πολιορκῶν πρεσβείαν τε πρός με διὰ τούτου ἐποιεῖτο, καὶ βούλεσθαι ἔλεγε συντυχεῖν περί τινων διαλεξόμενος, κακούργως καὶ ταῦτα καὶ ἀξίως ἑαυτοῦ ὑποκρινόμενος, ὡς ἐδείκνυτο σαφῶς ἀπὸ τῶν πραττομένων. συνθεμένου δὲ ἐμοῦ, ᾠήθην γὰρ αὐτὸν περὶ εἰρήνης ἐθέλειν διαλέγεσθαι, ἧς ἐγὼ μάλιστα ἐπιθυμῶ, καὶ τῶν περὶ ἐκείνης λόγων, κἂν ὦσι πρὸς ἀπάτην συνεσκευασμένοι, ὀλίγα πολυπραγμονῶν ἐξέχομαι, μὴ δύνασθαι αὐτὸς ἔλεγε βασιλικῶς ἐσκευασμένῳ συντυγχάνειν· ἀδυνατώτερον δὲ εἶναι πάλιν, τὴν βασιλικὴν σκευὴν ἀποτίθεσθαι ἐμέ. πρὸς ἃ ἐπίνοιάν τινα ἐδεῖτο ἐξευρίσκειν. ἐγὼ δ', ὅπερ ἔφην, τῆς εἰρήνης τῆς ἐπιθυμίας ἕνεκα, ἀλλὰ τὴν ἀπορίαν, εἶπον, ῥᾷστα ἰασαίμην ἂν ἐγώ· ὡπλισμένοι γὰρ συμμίξομεν ἀλλή 2.451 λοις, ἀγνοούμενοι εἰ βασιλικὰς, ἢ ἰδιωτικὰς ἔνδον ἔχομεν ἐσθῆτας. εἰ οὖν τοῦτο συνθήκη τοῦ τὴν βασιλείαν ἐστὶν ἀποθέμενον ἰδιωτικῶς ζῇν, ὥσπερ ἐκεῖνος καταψεύδεται, κρίνατε ὑμεῖς. εἰ δ' ἑτέρως, ἢ ὥσπερ αὐτὸς εἰρήκειν, ἔχει, ὁ Συναδηνὸς παρὼν ἐξελεγχέτω. ἀλλ' οὐκ ἂν δύναιτο. πρὸς μὲν οὖν τοὺς ὀνομαζομένους ἄρχοντας, οἳ δικαιότερον ἂν μᾶλλον ἀνδράποδα καὶ δοῦλοι καλοῖντο, καὶ τὴν παρακοιμωμένου ψευδολογίαν ἀρκέσει καὶ τὰ εἰρημένα, τήν τε ἄνοιαν ἐκείνων καὶ φαυλότητα καὶ τὴν ἐκείνου μοχθηρίαν ἀπελέγχειν. πρὸς δὲ τὴν πρὸς πατριάρχην ἀπολογίαν ἤδη τρέψομαι. ἂν δ' ὑπὸ τῶν λόγων ἀπελέγχηται ψευδόμενος καὶ ἐπιορκῶν αὐτὸς, καὶ τῶν αἱμάτων καὶ τῶν φόνων αἴτιος καὶ τῶν μυρίων κακῶν, ἃ τοὺς ταλαιπώρους Ῥωμαίους τοσοῦτον ἤδη κατέχει χρόνον, ὧν αὐτὸς ἐν τοῖς γράμμασιν αἴτιον ἐμὲ γεγενῆσθαι λέγει ἐπιθυμήσαντα τῆς βασιλείας, μὴ ἐμοὶ τὸν ἔλεγχον προσλογίζεσθαι καὶ τὴν αἰσχύνην τὴν ἀπὸ τῶν λόγων, ἀλλ'