352
ἐξ ἀμφοτέρων καὶ οἰκίας καταπρησθῆναι συχνάς. ἐντεῦθεν δείσας ὁ Καῖσαρ καταλλαγῆναι τῇ τε Φουλβίᾳ καὶ τῷ ὑπάτῳ τῷ Λουκίῳ ἠθέλησεν. ἐπεὶ δὲ διὰ πολλῶν αλλων καὶ τῶν ἐστρατευμένων πρεσβευσάμενος πρὸς αὐτοὺς οὐδὲν ηνυεν, βουλευτὰς εστειλε, τάς τε συνθήκας τὰς πρὸς τὸν ̓Αντώνιον αὐτῷ γενομένας ἐκφήνας σφίσι καὶ δικαστὰς τῶν διαφορῶν αὐτοὺς ποιήσας. ὡς δ' οὐδὲν οὐδ' ουτοι πρᾶξαι ισχυσαν, πρὸς τὸ στρατιωτικὸν αυθις ἀπέκλινε. καὶ εἰς τὴν ̔Ρώμην οἱ στρατιῶται, ὡς καὶ τῷ δήμῳ καὶ τῇ βουλῇ κοινωσόμενοί τι, συνελθόντες, τούτων μὲν οὐκ ἐφρόντισαν, ἐς δὲ τὸ Καπιτώλιον ἀθροισθέντες τάς τε συνθήκας ας ὁ ̓Αντώνιος καὶ ὁ Καῖσαρ εθεντο ἀναγνωσθῆναι σφίσιν ἐκέλευσαν 2.401 καὶ ἐκείνας τε ἐπεκύρωσαν καὶ περὶ ων διεφέροντο ἑαυτοὺς ἐκάθισαν δικαστάς. καὶ ἐπειδὴ ὁ μὲν Καῖσαρ ετοιμος δικασθῆναι κατὰ τὴν ὡρισμένην ἡμέραν ἐγένετο, ἡ Φουλβία δὲ καὶ ὁ υπατος οὐ παρῆν, ὡς ἀδικούντων ἐκείνων κατεψηφίσαντο, καὶ τὰ τοῦ Καίσαρος ἐπρέσβευσαν. καὶ μάχη μεταξὺ αὐτῶν συγκεκρότητο, καθ' ην ὑπερέσχεν ὁ Καῖσαρ, ωστε πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων φθαρῆναι, καὶ τὸν υπατον ἁλῶναι τὸν Λούκιον, ἀπολυθῆναι δέ. ἡ δὲ Φουλβία πρὸς τὸν ̓Αντώνιον μετὰ τῶν τέκνων ἀπέδρα. Καῖσαρ δὲ τά τε ἐν τῇ ̓Ιταλίᾳ κατεργασάμενος καὶ τοῦ ̓Ιονίου κόλπου ἠλευθερωμένου, ὁ γὰρ ∆ομίτιος ἀπογνοὺς ἀπέπλευσε πρὸς ̓Αντώνιον, παρεσκευάζετο ὡς πρὸς τὸν Σέξτον ὁρμήσων. διὰ δὲ τὴν δύναμιν αὐτοῦ, καὶ οτι τῷ ̓Αντωνίῳ διὰ τῆς μητρὸς ἐκοινολογήσατο, εδεισε μὴ καὶ ἀμφοῖν αμα πολεμήσῃ· καὶ τὸν Σέξτον προτιμήσας, ατε τοῦ ̓Αντωνίου πιστότερόν τε καὶ ἰσχυρότερον, τήν τε μητέρα Μουκίαν αὐτῷ επεμψε καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν εγημεν, ει πως ἐκ τῆς εὐεργεσίας καὶ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο. ὁ γὰρ Σέξτος τῆς ἀρχῆς ης ειχεν ὑπὸ τοῦ Καίσαρος πρῴην παραλυθείς, τοῦ δὲ ναυτικοῦ ἀντεχόμενος, ατε μὴ τοῦ φόνου τοῦ Καίσαρος ἐκείνου μετεσχηκὼς ηλπιζε καὶ καταχθήσεσθαι πρὸς τοῦ νέου Καίσαρος. ὡς δ' εγνω καὶ ἐπ' αὐτῷ τὸν ἐκείνου φόνον ἐπικεκηρυγμένον, ἀπέγνω καὶ πρὸς πόλεμον ἡτοιμάζετο, ναυπηγῶν τριήρεις καὶ τοὺς αὐτομολοῦντας δεχόμενος καὶ τοὺς καταποντιστὰς προσεταιριζόμενος. καὶ ἐν ὀλίγῳ ἐγένετο ἰσχυρὸς καὶ τῆς πρὸς τῇ ̓Ιταλίᾳ θαλάσσης ἐκράτησε. προχω2.402 ρούντων δ' αὐτῷ τῶν πραγμάτων ἐς Σικελίαν επλευσε, καὶ ταύτην κατέσχε, καὶ στρατιώτας ἐκεῖθεν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε. διὰ ταῦτά τε καὶ ινα μὴ τῷ ̓Αντωνίῳ φιλιωθῇ, καταλλαγῆναί οἱ ὁ Καῖσαρ ἱμείρετο. διαμαρτὼν δὲ τούτου, ἐκείνῳ μὲν Μάρκον ̓Αγρίππαν πολεμήσοντα επεμψεν, αὐτὸς δ' ἐς Γαλατίαν ἀπῆρε. μαθὼν ουν ὁ Σέξτος ταῦτα ἐς τὴν ̓Ιταλίαν ἀνέπλευσε καὶ ἐνέμεινεν αὐτὴν ληιζόμενος. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν κατέσχε, τὸν μέντοι Λέπιδον ἐς τὴν ̓Αφρικὴν επεμψεν, ιν' ὡς παρ' αὐτοῦ ταύτην λαβών, καὶ οὐχὶ καὶ παρὰ τοῦ ̓Αντωνίου, αὐτῷ μόνῳ τὴν χάριν ὁμολογῇ. Ἀντώνιος δὲ Μάρκος εἰς τὴν ̓Ασίαν ἐλθών, τὰ μὲν αὐτὸς περιιών, ἐς δέ τινα στέλλων ἑτέρους, τάς τε πόλεις ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. τῆς δέ γε Κλεοπάτρας ἐν Κιλικίᾳ ὀφθείσης αὐτῷ, ερωτι τῆς γυναικὸς οὐκέτ' οὐδεμίαν φροντίδα τοῦ καλοῦ ἐποιήσατο, ἀλλὰ τῇ Αἰγυπτίᾳ ἐδούλευε· καὶ αλλα τε διὰ τοῦτο επραξεν ατοπα καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπέκτεινε· καὶ τέλος ἀπῆρεν εἰς Αιγυπτον. οθεν οἱ Πάρθοι, καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς ̔Ρωμαίοις ἐπέθεντο, τοῦ Λαβιηνοῦ πρὸς τοῦτο σφᾶς ἐρεθίσαντος· ος τῷ Βρούτῳ μὲν καὶ τῷ Κασσίῳ συνεστρατεύετο, πεμφθεὶς δὲ παρ' ἐκείνων εἰς Πάρθους συμμαχίαν αἰτουμένων, ὡς τὴν ἐκείνων ητταν εγνω, κατέμεινε παρὰ τοῖς βαρβάροις, καὶ τότε τοῦ πολέμου τε ἡγεμὼν γενέσθαι ὑπέσχετο, καὶ πολλὰ μεταστήσειν τῶν ἐθνῶν ἐπηγγείλατο. οθεν καὶ δύναμιν πολλὴν πρὸς τοῦ τῶν Πάρθων βασιλέως ̓Ορώδου ελαβε, καὶ τῷ υἱῷ αὐτοῦ τῷ Πακόρῳ συνα2.403 πεστάλη. καὶ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειρώσατο πλὴν Τύρου, καὶ εἰς Παλαιστίνην εἰσέβαλεν, ὁ δὲ Λαβιηνὸς τήν τε Κιλικίαν κατέσχε καὶ