352
καὶ τὸ αφενος, ο σημαίνει τὸν πλοῦτον. ̔Ρυθμόσ. ἁρμονία, ἀκολουθία, παίδευσις. η ἡ τῆς κινήσεως τάξις. ἀπὸ τοῦ ῥύω ῥύσω, ονομα ῥυσμὸς, καὶ τροπῇ τοῦ ˉς εἰς ˉθ ῥυθμός. ̔Ρυμόσ. τὸ μεταξὺ κατὰ μῆκος ξύλον τοῦ αρματος, ηγουν τὸ προσηρτυμένον τῷ ζυγῷ ὀρθὸν ξύλον. παρὰ τὸ ἐρύω, ἐρύσω, ἐρυσμὸς, καὶ ἀποβολῇ τοῦ ˉε καὶ ˉς ῥῆμα ονομα ῥυμός. ̔Ρυσμόσ. εἰκών· ἰδέα· σχῆμα· θέσις. σχῆμα δέ οἱ ̓Ασίης ῥυσμὸς πέλει-. κῶνος δέ ἐστιν ἀπὸ πλατείας βάσεως εἰς ὀξὺ λήγων. ̔Ρύνδαξ. τόπος. ̔Ρυσσόσ. ῥυτίδας εχων. παρὰ τὸν ἐρύσω μέλλοντα. ὁ συνελκυσμὸς τῶν σαρκῶν καὶ τῶν ῥυτίδων. rho.1622 ̔Ρυτήρ. χαλινὸς, λῶρος. καὶ ὁ ἐλευθερωτής. ἀπὸ τοῦ ῥύω. ̔Ρυτόσ. ὁ ῥέων καὶ ὁ ἑλκυστός. ῥυτοῖσι λάεσσι-. ἀπὸ τοῦ ἐρύω, τὸ ἑλκύω. (Θηλυκόν.) ̔Ρύμη. ὁρμή. εστιν ουν ῥέω καὶ ῥύω, ῥύσω, ῥύμη. ̔Ρυμβόνεσ. αἱ εἱλύσεις καὶ κινήσεις εἰς πείρας, οἱονεὶ αἱ κοτυλώδεις καμπαί. καὶ ῥύμβων ἡ τῶν φύλλων ελιξις. † ̔Ρυσσή. ἡ γραῦς.† ̔Ρυτίδεσ. τὰ ἐπὶ τοῦ προσώπου τῶν γεγηρακότων ζαρώματα. (Οὐδέτερον.) † ̔Ρύγχοσ. τὸ πρόσωπον.† ̔Ρύμματα. καθάρματα. καὶ ῥύψις, ἡ κάθαρσις. ̔Ρύσια. λύτρα, ἐλευθερίας ἐνέχυρα. ̔Ρυπαπαί. ἐπιφώνημα η μίμημα ψόφου ναυτικοῦ, ἀπὸ τῶν κόπων ἀποτελουμένου. * ̔Ρυπτικῶν. καθαρτικῶν.* ̔Ρύτιον. τόπος ἐπὶ Κρήτης. ̔Ρυτά. τὰ τόξα. καὶ τὰ ῥέοντα. rho.1623 ( ̔Ρῆμα.) ̔Ρύεται. φυλάττεται, σκέπει, ἐλευθεροῖ. ̔Ρυήσονται. φθαρήσονται. ἡ δὲ χεὶρ ῥυήτω. ̔Ρυῇ. ἀντὶ τοῦ ῥεύσει. ̔Ρυθμίζει. κανονίζει, παιδεύει. ̔Ρυμοτομεῖται. εἰς ὀρθὸν κόπτεται. ̔Ρυστάζειν. τὸ μετὰ βίας ελκειν. καὶ ῥυστάζω. παρὰ τὸ ἐρύω, ἐρυτὶς καὶ ῥυτὶς, ἡ συνελκυσμένη σάρξ. ῥυτός ἐστι τὸ θηλυκὸν καὶ τὸ οὐδέτερον ῥυτὸν καὶ τὸ παρώνυμον ῥυτίς. ̔Ρύψωμεν. σμήξωμεν, καθάρωμεν. καὶ ῥύπτω τὸ καθαίρω. ( ̓Επίῤῥημα.) ̔Ρυδὸν καὶ ῥύδην. ἀντὶ τοῦ χύδην. ῥυδὸν ἀφνειοῖο ἀντὶ τοῦ αγαν πλουσίου. ἀπὸ τοῦ περιῤῥεῖν τὸν πλοῦτον. ̔Ρυππαπαί. ἐπιφώνημα ναυτικόν. Τὸ Ρ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) ̔Ρωγαλέοσ. διεσχισμένος. παρὰ τὸ ῥήσσω. ὡς καὶ τό· κατέῤῥωγε τὰ ἱμάτια. ̔Ρωγοί. εθνος. rho.1624 ̔Ρῶμος, ̔Ρωμύλοσ. κύρια. καὶ ̔Ρῶμις, ̔Ρώμιδος κύριον. ̔Ρωμαλέοσ. ἰσχυρὸς, ἀνδρεῖος. ̔Ρώξ. ειδος σκορπίου. καὶ κλίνεται ῥωγός. η ζῶον μικρὸν ῥαγὶ σταφυλῆς ομοιον· περιφερὲς γάρ ἐστιν, ὡς οἱ ἑωρακότες μοι ειπον. ̔Ρώξ. τὸ σχίσμα. καὶ ἀποῤῥῶγες. ̔Ρωπόῤῥηξ. ὁ τὸν κοῦσπον ῥηγνύων. ̔Ρωποπώλησ. ὁ μυρεψός. ῥῶπες γὰρ υλη καὶ ὑλώδη φυτά· η θάμνος καὶ σύμφυτος τόπος· η μίγματα καὶ χρώματα, οσα ζωγράφοις καὶ βαφεῦσι καὶ μυρεψοῖς χρησιμεύουσι. η ῥώψ ἐστι βοτάνη ἁπαλή. παρὰ τὸ ῥέψω, ῥὲψ, καὶ τροπῇ τοῦ ˉε εἰς ˉω ῥώψ. ὡς βλέπω, βλέψω, βλὲψ καὶ βλώψ· καὶ τὸ παραβλῶπες. - ῥῶπας δ' ὑπέχευε δασείας. καὶ ῥωπογράφους, τοὺς τὰ τοιαῦτα διαγράφοντας. καὶ τὸν κοῦφον φόρτον ῥῶπον λέγουσιν. οθεν καὶ ῥώπια τὰ οὐ στερέμνια. ̔Ρωστήρ. ὁ ἐν δυνάμει ὑγιής. ἀπὸ τοῦ ῥῶσις. ̔Ρωχμόσ. τόπος κεχαραγμένος ὑπὸ ὀμβρίων ὑδάτων. σημαίνει δὲ ῥῆξιν. παρὰ τὸ ῥήσσω ῥηχμὸς καὶ μεταθέσει τοῦ ˉγ εἰς ˉχ καὶ τοῦ ˉη εἰς ˉω μέγα ῥωχμός. rho.1625 † ̔Ρώξ. ειδος σκορπίου. παρὰ τὸ ῥῶ, τὸ φθείρω.† (Θηλυκόν.) ̔Ρωγὰς, ῥωγάδοσ. ἡ διεσχισμένη πέτρα. παρὰ τὸ ῥήσσω ῥηγὸς καὶ ῥωγάς. ̔Ρωμαλεότητι. ἰσχυρότητι, ἀνδρειότητι. ῥωμαλεότητι τοῦ κρείττονος. ̔Ρώμη. ἡ ἰσχὺς, ἡ ὑγεία. καὶ πόλις. ἐπὶ μὲν τῆς ὑγείας, παρὰ τὸ ῥῶ, ου ὁ μέλλων ῥώσω, ὁ παθητικὸς εῤῥωμαι, ῥῆμα ονομα ῥώμη. ὡς γνώσω γνώμη. ἐπὶ δὲ τῆς πόλεως, ἀπὸ ̔Ρώμου καὶ ̔Ρωμύλου τῶν Αἰνείου παίδων. ̔Ρωζάνη. κύριον. ̔Ρῶσισ. ἡ ὑγεία. rho.1626 ̔Ρωσόσ. πόλις. ̔Ρώσ. ἡ ῥωσία. (Οὐδέτερον.) ̔Ρωπήϊα καὶ ῥωπάκια. οἱ θάμνοι. καὶ ῥώπια, τὰ οὐ στερέμνια. ̔Ρῶ. τὸ στοιχεῖον. παρὰ τὸ ῥέω· ὑγρὰ γάρ ἐστι καὶ εὐμάλακτα, καὶ ὡσεὶ ελαιον ῥεῖ, ἐν τοῖς μέτροις ἀμετάβολα. ( ̔Ρῆμα.) ̔Ρῶ. τὸ λέγω. ἐξ ου καὶ ῥῆσις, ὁ λόγος. ̔Ρώννυσιν. ἐνδυναμοῖ. ̔Ρωποῤῥυκτεῖν. ῥηγνύειν τὸν ῥῶπον καὶ τὸν κοῦσπον. sigma.1625 Σ. Τὸ Σ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Σαβάδιοσ. ἐπώνυμον τοῦ ∆ιονύσου. καὶ σαβοὶ, ἐπίφθεγμα βακχικόν. Σάγαρισ. ποταμὸς Φρυγίας. ἀπὸ Σαγάρου τοῦ υἱοῦ Μήδου. ουτως Ωρος ὁ Μιλήσιος. Σαγγάριοσ. ποταμὸς Φρυγίας, οτι Σάγγαν τινὰ ἀσεβηθέντα εἰς τὴν ̔Ρέαν μετέβαλεν εἰς τοῦτο τὸ υδωρ, καὶ ἀπὸ τούτου τὸν τόπον