352
κάλαμον, ἔτυπτον εἰς τὴν κεφαλὴν τοῦ δεσπότου. τέλος λέγουσιν, "4ὡς ἀκριβῶς μανθάνομεν ὅτι λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξαν, μηδὲν παραλείψωμεν, ἀλλὰ προσθῶμεν καὶ τοῦτο"5. καί, ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέτρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην καὶ κροῦσαι κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Κυρίου· καὶ τούτου γενομένου εὐθέως ἀνέβλυσεν ἀπ' αὐτῆς πλῆθος αἵματος καὶ ὕδατος. Πιστὸς ὁ λόγος, ὦ σοφώτατοι, τὸ μέν, ὅτι τὰ σημεῖα τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσι, τὸ δέ, ὡς ἂν καὶ ἡμεῖς γνοίημεν ὅτι τῇ τῆς εἰκόνος ὕβρει ἐφύβρισται τὸ πρωτότυπον, ὡς ἔμπαλιν τῇ τῆς εἰκόνος τιμῇ ἀποτετίμηται. φωνὴ τοῦ Μεγάλου Βασιλείου ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὸν μάρτυρα Βαρλαάμ· ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. κἀνταῦθα, ὦ γαληνότατοι, ἀσφαλὴς ὁ ὅρος τῆς εἰκονικῆς ἀναστηλώσεως. οὐ γάρ, ὥς τινες εἰκαιολογοῦσι, τῷ πίνακι τῆς ψυχῆς ἐγγεγράφθαι Χριστὸν εἴρηται τῷ θεοφόρῳ· οὐδὲ γὰρ ἐγγεγραμμένον ἐν ἡμῖν, ἀλλὰ κατοικοῦντα τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ἡμῶν ἔχομεν, ὡς ὁ ἀπόστολος βοᾷ. ἔπειτα, ὅτι καὶ τῇ ἐπιφορᾷ τοῦ "4καί"5 συνδέσμου τὰ προηγούμενα ὑπεσημήνατο, ἅτινά ἐστι τάδε· ἀνάστητέ μοι νῦν, οἱ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ. χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον νίκῃ ἡττώμενος. ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν ἐγγραφομένην τὴν πάλην, ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. κλαυσάτωσαν δαίμονες καὶ νῦν, ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι, φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. ταῦτα οὐ δήπου ἐγγεγράφθαι φαίη ἐν ἡμῖν· εἰ δὲ καὶ τοῦτο δοθείη, οὐκ ἂν πρότερον τὸν δοῦλον, εἶθ' οὕτως τὸν δεσπότην παρηγγυᾶτο, ἄλλως τε καὶ τῷ εὐθὺς ἐν τῇ ἀπαρχῇ λέγειν "4ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι"5 δῆλα δὴ τοὺς εἰκονουργούς, οὐ τοὺς λογογράφους ἐσήμανε, καθὼς καὶ ἐν τῷ ἐγκωμίῳ τῶν Τεσσαράκοντα μαρτύρων ὁ αὐτὸς τάδε φησίν· ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες. Ἐπεὶ γοῦν καὶ ὁ δεύτερος τρόπος πέρας εἴληφε, τίς ὁ τρίτος; φωνὴ τῶν μετὰ τὴν ἕκτην συνεδρευσάντων πατέρων ἐν Κωνσταντινουπόλει· ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως. ἐνταῦθα ὁμοῦ τῇ Χριστοῦ εἰκόνι καὶ τῶν ἁπάντων ἁγίων εἰκόνων λόγος πρόσεστι, πρῶτον μὲν ὅτι ὡς ἤδη προεξεικονισμένου καὶ λείποντος τοῦ "4καὶ ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ"5 αὐτὸν ἀναστηλοῦσθαι ἡ διαγόρευσις, ἔπειτα, ὅτι οὐ μόνον ἀσπαστὴ ἡ τοῦδε εἰκὼν κατὰ τὰ ἐν νόμῳ σύμβολά τε καὶ προχαράγματα ἀσπαστὰ κεκλῆσθαι, ἀλλὰ καὶ προσκυνητή, αὐτοῦ τε καὶ παντὸς οὑτινοσοῦν ἁγίου. δῆλον γὰρ ὅτι τὸ σεπτὸν καὶ προσκυνητὸν ἄν τις